- 底本
- Lucian, Vol. 1. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1913.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg015.humanitext-grc2:1-5
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
フィロンは昨日アリスタイネトス邸で行われた婚礼の祝宴において、哲学者たちの論争から流血の事態が引き起こされたという噂を耳にし、現場にいたルキノスに詳細を問い詰める。
Φίλων ποικίλην, ὦ Λυκῖνε, διατριβήν φασι γεγενῆσθαι ὑμῖν χθὲς ἐν Ἀρισταινέτου παρὰ τὸ δεῖπνον καί τινας λόγους φιλοσόφους εἰρῆσθαι καὶ ἔριν οὐ σμικρὰν συστῆναι ἐπʼ αὐτοῖς, εἰ δὲ μὴ ἐψεύδετο Χαρῖνος,1 καὶ ἄχρι τραυμάτων προχωρῆσαι τὸ πρᾶγμα καὶ τέλος αἵματι διαλυθῆναι τὴν συνουσίαν. Λυκῖνος καὶ πόθεν, ὦ Φίλων, ἠπίστατο Χαρῖνος ταῦτα; οὐ γὰρ συνεδείπνει μεθʼ ἡμῶν. Φίλων Διονίκου ἔφη τοῦ ἰατροῦ ἀκοῦσαι. Διόνικος δὲ καὶ αὐτός, οἶμαι, τῶν συνδείπνων ἦν. Λυκῖνος καὶ μάλα· οὐ μὴν ἐξ ἀρχῆς γε οὐδʼ αὐτὸς ἅπασι παρεγένετο, ἀλλὰ ὀψὲ μεσούσης σχεδὸν ἤδη τῆς μάχης ἐπέστη ὀλίγον πρὸ τῶν τραυμάτων. ὥστε θαυμάζω εἴ τι σαφὲς εἰπεῖν ἐδύνατο μὴ παρακολουθήσας ἐκείνοις, ἀφʼ ὧν ἀρξαμένη ἐς τὸ αἷμα ἐτελεύτησεν αὐτοῖς ἡ φιλονεικία.
フィロン ルキノス、昨日アリスタイネトスのところの晩餐で、君たちが実にも多彩な時間を過ごし、哲学的な議論が交わされ、それに関して小さからぬ争いが持ち上がり、もしカリノスが嘘をついていたのでなければ、事態は怪我にまで至り、最後には血を見て会合が解散したと、人々が噂しているよ。 ルキノス それにしてもフィロン、カリノスはどうしてそんなことを知っていたのだ?彼は私たちと一緒に食事をしていなかったはずだが。 フィロン 医師のディオニコスから聞いたと言っていた。ディオニコス自身も、思うに、同席していたのだろう。 ルキノス 確かにその通りだ。もっとも、彼とて最初からすべてに同席していたわけではなく、争いがほぼ半ばに達した遅い時間に、怪我人が出る少し前にやって来たのだ。だから、事の始まりから血を見る結末に至るまでの経緯を追っていなかった彼が、何かしら確かなことを語れたものか、私は疑問に思うよ。
Φίλων τοιγαροῦν, ὦ Λυκῖνε, καὶ ὁ Χαρῖνος αὐτός, εἰ βουλοίμεθα τἀληθῆ ἀκοῦσαι καὶ ὅπως ἐπράχθη ἕκαστα, παρὰ σὲ ἡμᾶς ἥκειν ἐκέλευσε. καὶ τὸν Διόνικον γὰρ αὐτὸν εἰπεῖν ὡς αὐτὸς μὲν οὐ παραγένοιτο ἅπασι, σὲ δὲ ἀκριβῶς εἰδέναι τὰ γεγενημένα καὶ τοὺς λόγους αὐτοὺς ἂν ἀπομνημονεῦσαι2 ἅτε μὴ παρέργως τῶν τοιούτων, ἀλλʼ ἐν σπουδῇ ἀκροώμενον. ὥστε οὐκ ἂν φθάνοις ἑστιῶν3 ἡμᾶς ἡδίστην ταύτην ἑστίασιν, ἧς οὐκ οἶδα τίς ἡδίων ἔμοιγε, καὶ μάλιστα ὅσῳ νήφοντες ἐν εἰρήνῃ καὶ ἀναιμωτὶ ἔξω βέλους ἑστιασόμεθα, εἴτε γέροντες ἐπαρῴνησάν τι παρὰ τὸ δεῖπνον εἴτε νέοι, εἰπεῖν τε ὅσα ἥκιστα ἐχρῆν ὑπὸ τοῦ ἀκράτου προαχθέντες καὶ πρᾶξαι.
フィロン だからこそ、ルキノス、カリノス自身も、もし私たちが真実と個々の事柄がどう行われたかを聞きたいのであれば、君のところへ行くようにと私たちに促したのだ。というのも、ディオニコス自身も、自分はすべてに居合わせたわけではないが、君なら起きたことを正確に知っており、そうした話をいい加減にではなく真剣に聞いていたのだから、対話そのものを記憶しているはずだと言っていたからね。だから、この上なく愉快なもてなしで私たちをもてなすのを、一刻も早く始めておくれ。私にとってこれ以上愉快なものが他にあるか分からないほどだ。しかも私たちが、しらふで、平和のうちに、流血もなく、矢の届かない安全な場所で、晩餐の席で老人たちが何か酔狂な振る舞いをしたのか、あるいは若者たちが未薄めの酒に駆られて、言うべきでないことを言い、行うべきでないことを行ったのかを、もてなされながら聞くことができるのだからね。
Λυκῖνος νεανικώτερα ἡμᾶς, ὦ Φίλων, ἀξιοῖς ἐκφέρειν ταῦτα πρὸς τοὺς πολλοὺς καὶ ἐπεξιέναι διηγουμένους πράγματα ἐν οἴνῳ καὶ μέθῃ γενόμενα, δέον4 λήθην ποιήσασθαι αὐτῶν καὶ νομίζειν ἐκεῖνα πάντα θεοῦ ἔργα τοῦ Διονύσου εἶναι, ὃς οὐκ οἶδα εἴ τινα τῶν αὑτοῦ ὀργίων ἀτέλεστον καὶ ἀβάκχευτον περιεῖδεν. ὅρα οὖν μὴ κακοήθων τινῶν ἀνθρώπων ᾖ5 τὸ ἀκριβῶς τὰ τοιαῦτα ἐξετάζειν, ἃ καλῶς ἔχει ἐν τῷ συμποσίῳ καταλιπόντας ἀπαλλάττεσθαι. μισῶ γάρ, φησὶ καὶ ὁ ποιητικὸς λόγος, μνάμονα συμπόταν. καὶ οὐδὲ ὁ Διόνικος ὀρθῶς ἐποίησε πρὸς τὸν Χαρῖνον ταῦτα ἐξαγορεύσας καὶ πολλὴν τὴν ἑωλοκρασίαν κατασκεδάσας ἀνδρῶν φιλοσόφων. ἐγὼ δέ, ἄπαγε, οὐκ ἄν τι τοιοῦτον εἴποιμι.
ルキノス フィロン、君は私に、酒と酩酊の中で起きた事柄を語って多くの人々に暴露するという、いささか分不相応に不謹慎なことを求めているね。本来ならそれらを忘却に付し、そのすべてをディオニュソス神の仕業とみなすべきであるのに。この神は、ご自身の信者のうち、入信せず熱狂もしない者を一人として見過ごしたことがあっただろうか。だから、そうした事柄を厳密に詮索するのは、悪意ある人々のすることではないか気をつけてほしい。そうしたことは、宴席に残したまま立ち去るのが美しいのだから。 「私は憎む」と詩的な格言にもあるではないか、「記憶力の良すぎる飲み仲間を」。 それに、ディオニコスも、カリノスにこうしたことを漏らし、哲学者たちの飲み残しの恥部をぶちまけたのは、決して正しいことではなかった。しかし私は、御免被る、そのようなことは一切語るつもりはない。
Φίλων Θρύπτῃ ταῦτα, ὦ Λυκῖνε. ἀλλʼ οὔτι γε πρὸς ἐμὲ οὕτω ποιεῖν ἐχρῆν, ὃς ἀκριβῶς πολὺ πλέον ἐπιθυμοῦντά σε εἰπεῖν οἶδα ἢ ἐμὲ ἀκοῦσαι, καί μοι δοκεῖς, εἰ ἀπορήσειας τῶν ἀκουσομένων, κἂν πρὸς κίονά τινα ἢ πρὸς ἀνδριάντα ἡδέως ἂν προσελθὼν ἐκχέαι πάντα συνείρων ἀμυστί. εἰ γοῦν ἐθελήσω ἀπαλλάττεσθαι νῦν, οὐκ ἐάσεις με ἀνήκοον ἀπελθεῖν, ἀλλʼ ἕξει καὶ παρακολουθήσεις καὶ δεήσει. κἀγὼ θρύψομαι πρὸς σὲ ἐν τῷ μέρει· καὶ εἴ γε δοκεῖ, ἀπίωμεν ἄλλου αὐτὰ πευσόμενοι, σὺ δὲ μὴ λέγε. Λυκῖνος μηδὲν πρὸς ὀργήν· διηγήσομαι γάρ, ἐπείπερ οὕτως προθυμῇ, ἀλλʼ ὅπως μὴ πρὸς πολλοὺς ἐρεῖς. Φίλων εἰ μὴ παντάπασιν ἐγὼ ἐπιλέλησμαι Λυκίνου, αὐτὸς σὺ ἄμεινον ποιήσεις αὐτὸ καὶ φθάσεις εἰπὼν ἅπασιν, ὥστε οὐδὲν ἐμοῦ δεήσει.
フィロン じらしているね、ルキノス。だが、私に対してそのような態度をとるべきではない。私は、君が語りたがっている欲望の方が、私が聞きたがっているものよりもずっと強いことを正確に知っているのだから。もし君に聞き手がいなければ、柱か彫像にでも喜んで近づいていって、息もつかずに一気にすべてを繋ぎ合わせてぶちまけてしまうだろうと私には思える。もし今、私が立ち去ろうとしても、君は私を何も聞かずに帰らせることはせず、引き止め、追いかけ、懇願することだろう。だから今度は私が君に対してじらしてみせよう。もしよければ、私たちは他の人からそれを聞くために立ち去ることにしよう。君は語らなくていい。 ルキノス 腹を立てないでおくれ。そこまで熱望するなら話すから。ただし、多くの人には言わないように。 フィロン もし私がルキノスという男を完全に忘れてしまっているのでなければ、君自身がそれをより上手に行い、私よりも先に皆に語り広めるだろうから、私には何の必要もないだろうね。
Φίλων ἀλλʼ ἐκεῖνό μοι πρῶτον εἰπέ, τῷ παιδὶ τῷ Ζήνωνι ὁ Ἀρισταίνετος ἀγόμενος γυναῖκα6 εἱστία ὑμᾶς; Λυκῖνος οὔκ, ἀλλὰ τὴν θυγατέρα ἐξεδίδου αὐτὸς τὴν Κλεανθίδα τῷ Εὐκρίτου τοῦ δανειστικοῦ, τῷ φιλοσοφοῦντι. Φίλων Παγκάλῳ νὴ Δία μειρακίῳ, ἁπαλῷ γε μὴν ἔτι καὶ οὐ πάνυ καθʼ ὥραν γάμων. Λυκῖνος ἀλλʼ οὐκ εἶχεν ἄλλον ἐπιτηδειότερον, οἶμαι. τοῦτον οὖν κόσμιόν τε εἶναι δοκοῦντα καὶ πρὸς φιλοσοφίαν ὡρμημένον, ἔτι δὲ μόνον ὄντα πλουσίῳ τῷ Εὐκρίτῳ, προείλετο νυμφίον ἐξ ἁπάντων. Φίλων οὐ μικρὰν λέγεις αἰτίαν τὸ πλουτεῖν τὸν Εὔκριτον. ἀτὰρ οὖν, ὦ Λυκῖνε, τίνες οἱ δειπνοῦντες ἦσαν;
フィロン だが、まず次のことを教えておくれ。アリスタイネトスは、息子のゼノンに妻を迎えるために君たちをもてなしたのかい? ルキノス いや、そうではなく、彼自身が娘のクレアンティスを、金貸しのエウクリトスの息子で、哲学を志している若者に嫁がせるためだったのだ。 フィロン おや、実に見事な、いや、しかし実にまだ幼く、全く結婚の適齢期には達していない若者だね。 ルキノス だが、思うに、他にそれ以上に適当な者がいなかったのだ。この若者は行儀が良く、哲学に熱心であると思われており、その上、富豪のエウクリトスの独り息子であったため、アリスタイネトスは彼をすべての者の中から花婿に選んだのだ。 フィロン エウクリトスが富豪であるというのは、決して小さな理由ではないね。ところでルキノス、食事の席にいたのは誰だったのだ?
- 1εἰ δὲ μὴ ἐψεύδετο Χαρῖνος
直説法未完了過去が用いられており、事実に反する仮定(反実仮想)ではなく、「もし(昨日)カリノスが嘘をついていたのでないならば」という過去の単純な事実の仮定を表している。
- 2ἂν ἀπομνημονεῦσαι
助辞 ἂν を伴う不定詞で、間接話法において潜在希求法(ἂν ἀπομνημονεύσειας「思い出すことができるだろう」)を表す。
- 2οὐκ ἂν φθάνοις ἑστιῶν
φθάνω +分詞の慣用表現で、否定の ἂν +希求法を伴い、「〜するのを急いでほしい」「一刻も早く〜してほしい」という促しや強い要望を表す。
- 3δέον
非人称動詞 δεῖ(〜せねばならない)の分詞中性対格単数形で、対格絶対(accusative absolute)として用いられ、「〜すべきであるのに」という譲歩や義務のニュアンスを表す。
- 3κακοήθων τινῶν ἀνθρώπων ᾖ
接続法 ᾖ(εἰμί の三人称単数)は、前文の ὅρα μὴ(〜ではないかと気をつけよ)に導かれている。また、属格 κακοήθων... は「〜の(特徴・性質)である」という性質属格。
- 5ἀγόμενος γυναῖκα
中間態 ἀγόμενος(娶る)は、ここでは主語であるアリスタイネトスが「(息子のために)妻を迎える(めとらせる)」という使役的な含み、あるいは一家の主として「嫁を迎える」という意味合いで用いられている。
