← プラトン

イオン

§530-531

イオンとの出会いと詩の解釈の範囲

ソクラテスがエピダウロスから帰還したラプソドスのイオンに出会い、彼の技術を称賛しつつ、彼の専門知識がホメロスだけに限定されているのか、他の詩人たちにも及ぶのかを問いかける。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§530

ΣΩ. τὸν Ἴωνα χαίρειν.1 πόθεν τὰ νῦν ἡμῖν2 ἐπιδεδήμηκας; ἢ οἴκοθεν ἐξ Ἐφέσου; ΙΩΝ. οὐδαμῶς, ὦ Σώκρατες, ἀλλʼ ἐξ Ἐπιδαύρου ἐκ τῶν Ἀσκληπιείων. ΣΩ. μῶν καὶ ῥαψῳδῶν ἀγῶνα τιθέασιν τῷ θεῷ οἱ Ἐπιδαύριοι; ΙΩΝ. πάνυ γε, καὶ τῆς ἄλλης γε μουσικῆς. ΣΩ. τί οὖν; ἠγωνίζου τι ἡμῖν; καὶ πῶς τι ἠγωνίσω; ΙΩΝ. τὰ πρῶτα τῶν ἄθλων ἠνεγκάμεθα, ὦ Σώκρατες. ΣΩ. εὖ λέγεις· ἄγε δὴ ὅπως καὶ τὰ Παναθήναια νικήσομεν.3 ΙΩΝ. ἀλλʼ ἔσται ταῦτα, ἐὰν θεὸς ἐθέλῃ. ΣΩ. καὶ μὴν πολλάκις γε ἐζήλωσα ὑμᾶς τοὺς ῥαψῳδούς, ὦ Ἴων, τῆς τέχνης· τὸ γὰρ ἅμα μὲν τὸ σῶμα κεκοσμῆσθαι4 ἀεὶ πρέπον ὑμῶν εἶναι τῇ τέχνῃ καὶ ὡς καλλίστοις φαίνεσθαι, ἅμα δὲ ἀναγκαῖον εἶναι ἔν τε ἄλλοις ποιηταῖς διατρίβειν πολλοῖς καὶ ἀγαθοῖς καὶ δὴ καὶ μάλιστα ἐν Ὁμήρῳ, τῷ ἀρίστῳ καὶ θειοτάτῳ τῶν ποιητῶν, καὶ τὴν τούτου διάνοιαν ἐκμανθάνειν, μὴ μόνον τὰ ἔπη, ζηλωτόν ἐστιν. οὐ γὰρ ἂν γένοιτό ποτε ἀγαθὸς ῥαψῳδός, εἰ μὴ συνείη τὰ λεγόμενα ὑπὸ τοῦ ποιητοῦ. τὸν γὰρ ῥαψῳδὸν ἑρμηνέα δεῖ τοῦ ποιητοῦ τῆς διανοίας γίγνεσθαι τοῖς ἀκούουσι· τοῦτο δὲ καλῶς ποιεῖν μὴ γιγνώσκοντα ὅτι λέγει ὁ ποιητὴς ἀδύνατον. ταῦτα οὖν πάντα ἄξια ζηλοῦσθαι. ΙΩΝ. ἀληθῆ λέγεις, ὦ Σώκρατες· ἐμοὶ γοῦν τοῦτο πλεῖστον ἔργον παρέσχεν τῆς τέχνης, καὶ οἶμαι κάλλιστα ἀνθρώπων λέγειν περὶ Ὁμήρου, ὡς οὔτε Μητρόδωρος ὁ Λαμψακηνὸς οὔτε Στησίμβροτος ὁ Θάσιος οὔτε Γλαύκων οὔτε ἄλλος οὐδεὶς τῶν πώποτε γενομένων ἔσχεν εἰπεῖν οὕτω πολλὰς καὶ καλὰς διανοίας περὶ Ὁμήρου ὅσας ἐγώ. ΣΩ. εὖ λέγεις, ὦ Ἴων· δῆλον γὰρ ὅτι οὐ φθονήσεις μοι ἐπιδεῖξαι. ΙΩΝ. καὶ μὴν ἄξιόν γε ἀκοῦσαι, ὦ Σώκρατες, ὡς εὖ κεκόσμηκα τὸν Ὅμηρον· ὥστε οἶμαι ὑπὸ Ὁμηριδῶν ἄξιος εἶναι χρυσῷ στεφάνῳ στεφανωθῆναι.

ソクラテス:イオン、挨拶を送るよ。今度はどこから我々のところへ帰ってきたのかね?もしかして故郷のエフェソスからかい?イオン:とんでもありません、ソクラテス。エピダウロスのアスクレピオス祭からです。ソクラテス:まさかエピダウロスの人々は、その神のためにラプソドスの競技会も催しているのかね?イオン:ええ、もちろんです。それに他の音楽の競技会も。ソクラテス:それで、君も我々のために何か競い合ったのかね?そして結果はどうだった?イオン:最高の賞を勝ち取りました、ソクラテス。ソクラテス:それは素晴らしい。さあ、パンアテナイア祭でも優勝するようにしてくれたまえ。イオン:ええ、神が望まれるなら、そうなるでしょう。ソクラテス:いやはや、イオン、私は君たちラプソドスの技術を常々羨ましく思っているのだ。というのも、一方で、身体を美しく飾り、君たちの技術にふさわしいようにし、できるだけ美しく見えるようにすること、また他方で、多くの優れた詩人たち、とりわけ最も優れ最も神聖な詩人であるホメロスに絶えず親しみ、彼の言葉だけでなく、その思想を学び尽くすことが必要であるということは、羨むに値することだからだ。なぜなら、詩人によって語られていることを理解していなければ、優れたラプソドスになることは決してできないからだ。ラプソドスは、聞き手に対して詩人の思想の伝達者にならねばならないのだから。そして、詩人が何を言っているのかを知らない者が、これを立派に行うことは不可能である。それゆえ、これらすべては羨むに値することなのだ。イオン:おっしゃる通りです、ソクラテス。実際、私にとってこれが技術のうちで最も骨の折れる仕事でした。そして、人間の中で私が最も見事にホメロスについて語ることができると思っています。ランプサコスのメトロドロスも、タソスのステシムブロトスも、グラウコンも、これまでに生まれた他の誰も、私ほど多くの素晴らしい思想をホメロスについて語ることはできなかったのですから。ソクラテス:それは見事だ、イオン。ならば、それを私に披露することを惜しまないのは明らかだね。イオン:本当に、ソクラテス、私がどれほど見事にホメロスを飾ったかは聴くに値しますよ。おかげで私は、ホメロス信奉者たちから黄金の冠を授けられるに値すると思っています。

§531

ΣΩ. καὶ μὴν ἐγὼ ἔτι ποιήσομαι σχολὴν ἀκροάσασθαί σου, νῦν δέ μοι τοσόνδε ἀπόκριναι· πότερον περὶ Ὁμήρου μόνον δεινὸς εἶ ἢ καὶ περὶ Ἡσιόδου καὶ Ἀρχιλόχου; ΙΩΝ. οὐδαμῶς, ἀλλὰ περὶ Ὁμήρου μόνον· ἱκανὸν γάρ μοι δοκεῖ εἶναι. ΣΩ. ἔστι δὲ περὶ ὅτου Ὅμηρός τε καὶ Ἡσίοδος ταὐτὰ λέγετον; ΙΩΝ. οἶμαι ἔγωγε καὶ πολλά. ΣΩ. πότερον οὖν περὶ τούτων κάλλιον ἂν ἐξηγήσαιο ἃ Ὅμηρος λέγει ἢ ἃ Ἡσίοδος; ΙΩΝ. ὁμοίως ἂν περί γε τούτων, ὦ Σώκρατες, περὶ ὧν ταὐτὰ λέγουσιν. ΣΩ. τί δὲ ὧν πέρι μὴ ταὐτὰ λέγουσιν; οἷον περὶ μαντικῆς λέγει τι Ὅμηρός τε καὶ Ἡσίοδος. ΙΩΝ. πάνυ γε. ΣΩ. τί οὖν; ὅσα τε ὁμοίως καὶ ὅσα διαφόρως περὶ μαντικῆς λέγετον τὼ ποιητὰ τούτω, πότερον σὺ κάλλιον ἂν ἐξηγήσαιο ἢ τῶν μάντεών τις τῶν ἀγαθῶν; ΙΩΝ. τῶν μάντεων. ΣΩ. εἰ δὲ σὺ ἦσθα μάντις, οὐκ, εἴπερ περὶ τῶν ὁμοίως λεγομένων οἷός τʼ ἦσθα ἐξηγήσασθαι, καὶ περὶ τῶν διαφόρως λεγομένων ἠπίστω ἂν ἐξηγεῖσθαι;5 ΙΩΝ. δῆλον ὅτι. ΣΩ. τί οὖν ποτε περὶ μὲν Ὁμήρου δεινὸς εἶ, περὶ δὲ Ἡσιόδου οὔ, οὐδὲ τῶν ἄλλων ποιητῶν; ἢ Ὅμηρος περὶ ἄλλων τινῶν λέγει ἢ ὧνπερ σύμπαντες οἱ ἄλλοι ποιηταί; οὐ περὶ πολέμου τε τὰ πολλὰ διελήλυθεν καὶ περὶ ὁμιλιῶν πρὸς ἀλλήλους ἀνθρώπων ἀγαθῶν τε καὶ κακῶν καὶ ἰδιωτῶν καὶ δημιουργῶν, καὶ περὶ θεῶν πρὸς ἀλλήλους καὶ πρὸς ἀνθρώπους ὁμιλούντων, ὡς ὁμιλοῦσι, καὶ περὶ τῶν οὐρανίων παθημάτων καὶ περὶ τῶν ἐν Ἅιδου, καὶ γενέσεις καὶ θεῶν καὶ ἡρώων; οὐ ταῦτά ἐστι περὶ ὧν Ὅμηρος τὴν ποίησιν πεποίηκεν; ΙΩΝ. ἀληθῆ λέγεις, ὦ Σώκρατες. ΣΩ. τί δὲ οἱ ἄλλοι ποιηταί; οὐ περὶ τῶν αὐτῶν τούτων; ΙΩΝ. ναί, ἀλλʼ, ὦ Σώκρατες, οὐχ ὁμοίως πεποιήκασι καὶ Ὅμηρος. ΣΩ. τί μήν; κάκιον; ΙΩΝ. πολύ γε. ΣΩ. Ὅμηρος δὲ ἄμεινον; ΙΩΝ. ἄμεινον μέντοι νὴ Δία. ΣΩ. οὐκοῦν, ὦ φίλη κεφαλὴ Ἴων, ὅταν περὶ ἀριθμοῦ πολλῶν λεγόντων εἷς τις ἄριστα λέγῃ, γνώσεται δήπου τις τὸν εὖ λέγοντα; ΙΩΝ. φημί. ΣΩ. πότερον οὖν ὁ αὐτὸς ὅσπερ καὶ τοὺς κακῶς λέγοντας, ἢ ἄλλος; ΙΩΝ. ὁ αὐτὸς δήπου. ΣΩ. οὐκοῦν ὁ τὴν ἀριθμητικὴν τέχνην ἔχων οὗτός ἐστιν; ΙΩΝ. ναί. ΣΩ. τί δʼ; ὅταν πολλῶν λεγόντων περὶ ὑγιεινῶν σιτίων ὁποῖά ἐστιν, εἷς τις ἄριστα λέγῃ, πότερον ἕτερος μέν τις τὸν ἄριστα λέγοντα γνώσεται ὅτι ἄριστα λέγει, ἕτερος δὲ τὸν κάκιον ὅτι κάκιον, ἢ ὁ αὐτός; ΙΩΝ. δῆλον δήπου, ὁ αὐτός. ΣΩ. τίς οὗτος; τί ὄνομα αὐτῷ; ΙΩΝ. ἰατρός.

ソクラテス:ぜひとも私はまた時間を取って君の朗誦を聴くことにしよう。しかし、今はこれだけ私に答えておくれ。君はホメロスについてだけ得意なのか、それともヘシオドスやアルキロコスについても得意なのか?イオン:とんでもありません、ホメロスについてだけです。私にはそれで十分だと思われますから。ソクラテス:では、ホメロスとヘシオドスが同じことを言っている主題はあるかね?イオン:ええ、たくさんあると思います。ソクラテス:それでは、それらの共通の事柄について、ホメロスが言っていることと、ヘシオドスが言っていることの、どちらを君はより見事に説明できるかね?イオン:ソクラテス、彼らが同じことを言っている事柄については、同様にうまく説明できるでしょう。ソクラテス:では、二人が同じことを言っていない事柄についてはどうだろう?例えば、予言術についてホメロスもヘシオドスも何かを語っているね。イオン:ええ。ソクラテス:では、この二人の詩人が予言術について同様に語っていること、また異なって語っていることのすべてについて、君の方がより見事に説明できるか、それとも優れた予言者の誰かの方がうまく説明できるか?イオン:予言者たちの方です。ソクラテス:しかし、もし君が予言者であったなら、同じように語られていることについて説明できたとすれば、異なって語られていることについても説明する知識を持っていたのではないかね?イオン:明らかにそうです。ソクラテス:では、どうして君はホメロスについては得意なのに、ヘシオドスや他の詩人たちについては得意ではないのだろうか?ホメロスは、他のすべての詩人たちが語っているのとは別の事柄について語っているのだろうか?彼は、そのほとんどにおいて、戦争や、優れた人々や悪い人々、一般市民や職人たちの相互の交わりについて、また神々が相互に、あるいは人間に対して交わるときのその交わりの様子について、さらに天上の現象や冥府における出来事について、そして神々や英雄たちの系譜について詳しく語っているのではないか?ホメロスがその詩を作ったのは、これらの事柄についてではないのか?イオン:おっしゃる通りです、ソクラテス。ソクラテス:では、他の詩人たちはどうだろう?これらと同じ事柄について作っているのではないかね?イオン:はい、しかしソクラテス、彼らはホメロスのように作ってはいません。ソクラテス:ではどうなのだ?より劣っているのか?イオン:はるかに劣っています。ソクラテス:そして、ホメロスの方がより優れていると?イオン:ええ、ゼウスにかけて、確かに、より優れています。ソクラテス:それなら、親愛なるイオンよ、数について多くの人々が語っている時に、誰か一人が最も見事に語るなら、その見事に語っている者を誰かが見分けることができるのではないかね?イオン:そうです。ソクラテス:では、見事に語る者を見分けるのは、悪く語る者たちを見分けるのと同じ人物だろうか、それとも別の人だろうか?イオン:同じ人物です、当然ながら。ソクラテス:それは算術の技術を持っている者ではないかね?イオン:そうです。ソクラテス:では、健康に良い食べ物がどのようなものであるかについて多くの人々が語っている時に、誰か一人が最も見事に語るなら、最も見事に語る者を「見事に語っている」と認識する人と、より悪く語る者を「悪く語っている」と認識する人とは別の人だろうか、それとも同じ人だろうか?イオン:明らかに同じ人です、当然ながら。ソクラテス:その人は誰だろう?彼の名前は何だろう?イオン:医者です。

構文注5 件
  1. 530aτὸν Ἴωνα χαίρειν

    挨拶の慣用表現で、主節の動詞(κελεύει「〜が挨拶を送る」など)が省略されている。対格 τὸν Ἴωνα は不定法 χαίρειν の意味上の主語。

  2. 530aἡμῖν

    倫理与格(dativus ethicus)であり、対話における親密さや関心の共有を表すために用いられている。

  3. 530bὅπως καὶ τὰ Παναθήναια νικήσομεν

    ὅπως と未来直説法(νικήσομεν)の組み合わせにより、「〜するように(努めよ)」という強い促しや命令を表す。主節の動詞(σκόπει「注意せよ」など)が省略された形。

  4. 530bτὸ γὰρ ἅμα μὲν τὸ σῶμα κεκοσμῆσθαι

    長大な主語を構成する冠詞付き不定法(τὸ... κεκοσμῆσθαι および τὸ... εἶναι)の構造。τὸ が後ろの ἅμα μὲν ... ἅμα δὲ ... で並置される二つの不定法句全体を名詞化し、主格として ζηλωτόν ἐστιν の主語になっている。

  5. 531bεἰ δὲ σὺ ἦσθα μάντις, οὐκ... ἠπίστω ἂν ἐξηγεῖσθαι;

    直説法過去(ἦσθα および ἠπίστω ἂν)を用いた反実仮想の条件文であり、ここでは現在の事実に反する仮定、あるいは現在における持続的な状態に対する反実を表している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)urn:cts:greekLit:tlg0059.tlg027.humanitext-grc2:530-531