← プラトン

エウテュデモス

§271-272

万能の智者エウテュデモス兄弟の紹介

クリトンがソクラテスに、昨日リュケイオンで彼と対話していた二人の異邦人について尋ねる。ソクラテスは、彼らがエウテュデモスとディオニュソドロスというあらゆる戦闘術と議論術に通じた万能の智者であることを説明し、自分も彼らに弟子入りするつもりであると述べる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§271

ΚΡ. τίς ἦν, ὦ Σώκρατες, ᾧ χθὲς ἐν Λυκείῳ διελέγου; ἦ πολὺς ὑμᾶς ὄχλος περιειστήκει, ὥστʼ ἔγωγε βουλόμενος ἀκούειν προσελθὼν οὐδὲν οἷός τʼ ἦ1 ἀκοῦσαι σαφές· ὑπερκύψας μέντοι κατεῖδον, καί μοι ἔδοξεν εἶναι ξένος τις ᾧ διελέγου. τίς ἦν; ΣΩ. πότερον καὶ ἐρωτᾷς, ὦ Κρίτων; οὐ γὰρ εἷς ἀλλὰ δύʼ ἤστην. ΚΡ. ὃν μὲν ἐγὼ λέγω, ἐκ δεξιᾶς τρίτος ἀπὸ σοῦ καθῆστο· ἐν μέσῳ δʼ ὑμῶν τὸ Ἀξιόχου μειράκιον ἦν. καὶ μάλα πολύ, ὦ Σώκρατες, ἐπιδεδωκέναι2 μοι ἔδοξεν, καὶ τοῦ ἡμετέρου οὐ πολύ τι τὴν ἡλικίαν διαφέρειν Κριτοβούλου. ἀλλʼ ἐκεῖνος μὲν σκληφρός, οὗτος δὲ προφερὴς καὶ καλὸς καὶ ἀγαθὸς τὴν ὄψιν. ΣΩ. Εὐθύδημος οὗτός ἐστιν, ὦ Κρίτων, ὃν ἐρωτᾷς, ὁ δὲ παρʼ ἐμὲ καθήμενος ἐξ ἀριστερᾶς ἀδελφὸς τούτου, Διονυσόδωρος· μετέχει δὲ καὶ οὗτος τῶν λόγων. ΚΡ. οὐδέτερον γιγνώσκω, ὦ Σώκρατες. καινοί τινες αὖ οὗτοι, ὡς ἔοικε, σοφισταί· ποδαποί; καὶ τίς ἡ σοφία; ΣΩ. οὗτοι τὸ μὲν γένος, ὡς ἐγᾦμαι, ἐντεῦθέν ποθέν εἰσιν ἐκ Χίου, ἀπῴκησαν δὲ ἐς Θουρίους, φεύγοντες δὲ ἐκεῖθεν πόλλʼ ἤδη ἔτη περὶ τούσδε τοὺς τόπους διατρίβουσιν. ὃ δὲ σὺ ἐρωτᾷς τὴν σοφίαν αὐτοῖν,3 θαυμασία, ὦ Κρίτων· πάσσοφοι ἀτεχνῶς τώ γε, οὐδʼ ᾔδη πρὸ τοῦ ὅτι εἶεν οἱ παγκρατιασταί. τούτω γάρ ἐστον κομιδῇ παμμάχω. οὐ κατὰ τὼ Ἀκαρνᾶνε ἐγενέσθην τὼ παγκρατιαστὰ ἀδελφώ· ἐκείνω μὲν γὰρ τῷ σώματι μόνον οἵω τε μάχεσθαι, τούτω δὲ πρῶτον μὲν τῷ σώματι δεινοτάτω ἐστὸν ΣΩ. —ἐν ὅπλοις γὰρ αὐτώ τε σοφὼ πάνυ μάχεσθαι καὶ ἄλλον, ὃς ἂν διδῷ μισθόν, οἵω τε ποιῆσαι—ἔπειτα τὴν ἐν τοῖς δικαστηρίοις μάχην κρατίστω καὶ ἀγωνίσασθαι καὶ ἄλλον διδάξαι λέγειν τε καὶ συγγράφεσθαι λόγους οἵους εἰς τὰ δικαστήρια. πρὸ τοῦ μὲν οὖν ταῦτα δεινὼ ἤστην μόνον, νῦν δὲ τέλος ἐπιτεθήκατον παγκρατιαστικῇ τέχνῃ. ἣ γὰρ ἦν λοιπὴ αὐτοῖν μάχη ἀργός, ταύτην νῦν ἐξείργασθον, ὥστε μηδʼ ἂν ἕνα αὐτοῖς οἷόν τʼ εἶναι4 μηδʼ ἀντᾶραι· οὕτω δεινὼ γεγόνατον ἐν τοῖς λόγοις μάχεσθαί τε καὶ ἐξελέγχειν τὸ ἀεὶ λεγόμενον, ὁμοίως ἐάντε ψεῦδος ἐάντε ἀληθὲς ᾖ. ἐγὼ μὲν οὖν, ὦ Κρίτων, ἐν νῷ ἔχω τοῖν ἀνδροῖν παραδοῦναι ἐμαυτόν· καὶ γάρ φατον ἐν ὀλίγῳ χρόνῳ ποιῆσαι ἂν καὶ ἄλλον ὁντινοῦν τὰ αὐτὰ ταῦτα δεινόν. ΚΡ. τί δέ, ὦ Σώκρατες; οὐ φοβῇ τὴν ἡλικίαν, μὴ ἤδη πρεσβύτερος ᾖς; ΣΩ. ἥκιστά γε, ὦ Κρίτων· ἱκανὸν τεκμήριον ἔχω καὶ παραμύθιον τοῦ μὴ φοβεῖσθαι. αὐτὼ γὰρ τούτω, ὡς ἔπος εἰπεῖν, γέροντε ὄντε ἠρξάσθην ταύτης τῆς σοφίας ἧς ἔγωγε ἐπιθυμῶ, τῆς ἐριστικῆς· πέρυσιν ἢ προπέρυσιν οὐδέπω ἤστην σοφώ. ἀλλʼ ἐγὼ ἓν μόνον φοβοῦμαι, μὴ αὖ ὄνειδος τοῖν ξένοιν περιάψω, ὥσπερ Κόννῳ τῷ Μητροβίου, τῷ κιθαριστῇ, ὃς ἐμὲ διδάσκει ἔτι καὶ νῦν κιθαρίζειν· ὁρῶντες οὖν οἱ παῖδες οἱ συμφοιτηταί μοι ἐμοῦ τε καταγελῶσι καὶ τὸν Κόννον καλοῦσι γεροντοδιδάσκαλον. μὴ οὖν καὶ τοῖν ξένοιν τις ταὐτὸν τοῦτο ὀνειδίσῃ· οἱ δʼ αὐτὸ τοῦτο ἴσως φοβούμενοι τάχα με οὐκ ἂν ἐθέλοιεν προσδέξασθαι. ἐγὼ δʼ, ὦ Κρίτων, ἐκεῖσε μὲν ἄλλους πέπεικα συμμαθητάς μοι φοιτᾶν πρεσβύτας, ἐνταῦθα δέ γε ἑτέρους πειράσομαι πείθειν. καὶ σὺ τί οὐ συμφοιτᾷς; ὡς δὲ δέλεαρ αὐτοῖς ἄξομεν τοὺς σοὺς ὑεῖς· ἐφιέμενοι γὰρ ἐκείνων οἶδʼ ὅτι καὶ ἡμᾶς παιδεύσουσιν. ΚΡ. ἀλλʼ οὐδὲν κωλύει, ὦ Σώκρατες, ἐάν γε σοὶ δοκῇ. πρῶτον δέ μοι διήγησαι τὴν σοφίαν τοῖν ἀνδροῖν τίς ἐστιν, ἵνα εἰδῶ ὅτι καὶ μαθησόμεθα. ΣΩ. οὐκ ἂν φθάνοις ἀκούων·5 ὡς οὐκ ἂν ἔχοιμί γε εἰπεῖν ὅτι οὐ προσεῖχον τὸν νοῦν αὐτοῖν, ἀλλὰ πάνυ καὶ προσεῖχον καὶ μέμνημαι, καί σοι πειράσομαι ἐξ ἀρχῆς ἅπαντα διηγήσασθαι. κατὰ θεὸν γάρ τινα ἔτυχον καθήμενος ἐνταῦθα, οὗπερ σύ με εἶδες, ἐν τῷ ἀποδυτηρίῳ μόνος, καὶ ἤδη ἐν νῷ εἶχον ἀναστῆναι· ἀνισταμένου δέ μου ἐγένετο τὸ εἰωθὸς σημεῖον τὸ δαιμόνιον.

クリトン:ソクラテス、昨日リュケイオンでお前が話していたのは誰だったのだ。実にお前たちの周りには大勢の群衆が取り巻いていて、私は聞きたいと思って近づいたものの、何一つはっきりとは聞き取れなかった。しかし、上からのぞき込んで見ると、お前が話していた相手はどこかの異邦人のように思えた。誰だったのだ。 ソクラテス:クリトン、お前は二人のうちのどちらについて尋ねているのだ。というのも、一人ではなく二人いたのだからな。 クリトン:私が言っているのは、お前の右側から三人目に座っていた者だ。お前たちの中間にはアクシオコスの息子である若者がいた。そしてソクラテス、彼は実に大きく成長したように私には思われたし、我々のクリトブロスと年齢もそれほど違わないように見えた。だが、あちらはほっそりとしているが、こちらは成長が早く、容姿も美しく立派だ。 ソクラテス:クリトン、お前が尋ねているのはエウテュデモスだ。そして私の左側に座っていたのは彼の兄のディオニュソドロスだ。彼もまた議論に加わっているのだ。 クリトン:私はどちらも知らない、ソクラテス。どうやら、彼らはまた新手のソフィストたちのようだな。どこから来たのだ。そしてその知恵とは何なのだ。 ソクラテス:彼らの生まれは、私が思うに、ここらではなくキオス島のあたりだが、トゥリオイに移住し、そこから逃れて、今ではもう何年もの間、このあたりの地域で暮らしているのだ。そしてお前が尋ねる彼らの知恵だが、クリトン、驚くべきものだ。あの二人はまったくの万能の知恵者なのだ。私はそれまで、パンクラティオンの選手というものがどういうものかも知らなかった。というのも、この二人は徹底的な万能闘士なのだから。あのパンクラティオンの選手であったアカルナニアの二人の兄弟のようではない。あちらの二人は体だけでしか戦えなかったが、この二人はまず第一に、体においても極めて手ごわく、―なぜなら彼らは自ら重装歩兵の戦い方について非常に通じており、謝礼を支払う者なら誰であれ、そのようにさせることができるからだが― 第二に、法廷における戦いにおいても極めて優れており、自ら争うことも、他人に法廷にふさわしい弁論を語り、起草することを教えることもできるのだ。以前は、彼らはこれらのことだけに秀でていたのだが、今ではパンクラティオンの技術に最後の仕上げを施したのだ。というのも、彼らに残されていた、まだ手をつけていなかった唯一の戦いを、今や完成させたからであり、そのため、誰一人として彼らに立ち向かうことさえできなくなっている。それほど彼らは、議論において戦い、その都度言われることを、それが偽りであれ真実であれ、同じように論破することに秀でるようになったのだ。だから、クリトン、私は自分をあの二人に委ねようと考えている。というのも、彼らは短時間で、他の誰であってもこれらと同じことに秀でた者にしてみせると言っているからだ。 クリトン:しかしソクラテス、どういうことだ。お前は自分の年齢を、もう年を取りすぎているのではないかと恐れないのか。 ソクラテス:決してそんなことはないよ、クリトン。私には恐れないで済むだけの十分な証拠と慰めがあるのだ。というのも、当のあの二人こそ、言うなれば老人になってから、私が憧れているこの知恵、すなわち問答の知恵を学び始めたのだからな。去年か一昨年には、彼らはまだ知恵者ではなかったのだ。ただ、私が恐れているのは、メトロビオスの息子である竪琴奏者のコンノスに対してのように、あの二人の異邦人にまた不名誉を着せてしまうことだけだ。コンノスは今でも私に竪琴を教えてくれているのだが、同級生の子供たちがそれを見て、私を嘲笑い、コンノスを「老人教師」と呼ぶのだ。だから、あの二人の異邦人に対しても、誰かがこれと同じことを非難しはしないか、そして彼ら自身もまさにこのことを恐れて、たちまち私を受け入れることを拒みはしないかということが心配なのだ。だがクリトン、私はあちらへは他の老人たちを説得して同級生として通わせているし、こちらでもまた別の人々を説得してみようと思っている。お前も一緒に通わないか。彼らをおびき寄せる餌として、お前の息子たちを連れていこう。彼らが若者たちを欲しがることで、我々をも教育してくれるだろうと私は確信しているのだ。 クリトン:いや、ソクラテス、お前が良いと思うなら、何一つ妨げるものはない。だがまず、あの二人の知恵がどのようなものであるかを私に説明してくれ。我々が実際に何を学ぶことになるのかを知るためにな。 ソクラテス:すぐに聞くことができるよ。というのも、私が彼らに注意を払っていなかったなどとは言えないからで、実に私はよく注意を払っていたし、覚えているからな。お前に最初からすべてを説明してみよう。というのも、私はある神的な導きによって、お前が見たあの場所、脱衣室に一人で座っていたのだ。そして、ちょうど立ち上がろうと考えていた。ところが、私が立ち上がろうとした時、いつもの現れ、あの神的な合図が起こったのだ。

構文注5 件
  1. 271aοἷός τʼ ἦ

    ἦ は動詞 εἰμί の未完了過去・1人称単数形(アッティカ方言)であり、「私は〜することができた(οἷός τʼ ἦ)」を意味する。主語は文頭の ἔγωγε であり、3人称単数の ἦν と混同しやすいが、クリトン自身の行動(βουλόμενος, προσελθών)にかかる。

  2. 271bἐπιδεδωκέναι

    ἐπιδίδωμι(成長する、進歩する)の完了活性インフィニティヴ。非人称動詞 ἔδοξεν(〜のように思われた)の対格不定詞構文(主語は先行する τὸ Ἀξιόχου μειράκιον)として機能している。

  3. 271cὃ δὲ σὺ ἐρωτᾷς τὴν σοφίαν αὐτοῖν

    関係代名詞 ὃ は限定的・移行的な対格(「〜に関しては」)として機能し、τὴν σοφίαν αὐτοῖν は ἐρωτᾷς の直接目的語、あるいは ὃ に対する同格(先取り的表現)として機能する。全体として「お前が彼らの知恵について尋ねている点について言えば」という導入の役割を果たす。

  4. 272aὥστε μηδʼ ἂν ἕνα αὐτοῖς οἷόν τʼ εἶναι

    ὥστε(結果節)に導かれる不定詞構文に潜在の助辞 ἄν が伴う形(ἂν ... εἶναι)。μηδʼ ἂν ἕνα は μηδὲ ἕνα(誰一人〜ない)の間に ἄν が割り込んだ分離(tmesis/hyperbaton)であり、「誰一人として〜できないであろうほどに」という潜在・帰結の意味を表す。

  5. 272dοὐκ ἂν φθάνοις ἀκούων

    動詞 φθάνω(先んじる)に分詞(ἀκούων)と潜在希求法(ἂν φθάνοις)が伴う慣用表現。直訳すると「あなたは聞くことにおいて先んじすぎることはない(遅すぎるということはない)」となり、「今すぐ聞きなさい」「すぐに聞かせてあげよう」という促しや同意を表す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0059.tlg021.humanitext-grc2:271-272