- 底本
- Platonis Opera, Tomus II: Tetralogia III-IV. Burnet, John, editor. Oxford: Clarendon Press, 1910.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg012.humanitext-grc2:227-228
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-26
ソクラテスとパイドロスがアテナイの郊外で偶然出会い、パイドロスがリュシアスから聞いた愛に関する演説について語り合う。ソクラテスはパイドロスが演説の本を隠し持っていることを見抜き、朗読するように促す。
ΣΩ. ὦ φίλε Φαῖδρε, ποῖ δὴ καὶ πόθεν;1 ΦΑΙ. παρὰ Λυσίου, ὦ Σώκρατες, τοῦ Κεφάλου, πορεύομαι δὲ πρὸς περίπατον ἔξω τείχους· συχνὸν γὰρ ἐκεῖ διέτριψα χρόνον καθήμενος ἐξ ἑωθινοῦ. τῷ δὲ σῷ καὶ ἐμῷ ἑταίρῳ πειθόμενος Ἀκουμενῷ κατὰ τὰς ὁδοὺς ποιοῦμαι τοὺς περιπάτους· φησὶ γὰρ ἀκοπωτέρους εἶναι τῶν ἐν τοῖς δρόμοις. ΣΩ. καλῶς γάρ, ὦ ἑταῖρε, λέγει. ἀτὰρ Λυσίας ἦν, ὡς ἔοικεν, ἐν ἄστει. ΦΑΙ. ναί, παρʼ Ἐπικράτει, ἐν τῇδε τῇ πλησίον τοῦ Ὀλυμπίου οἰκίᾳ τῇ Μορυχίᾳ. ΣΩ. τίς οὖν δὴ ἦν ἡ διατριβή; ἢ δῆλον ὅτι τῶν λόγων ὑμᾶς Λυσίας εἱστία; ΦΑΙ. πεύσῃ, εἴ σοι σχολὴ προϊόντι ἀκούειν. ΣΩ. τί δέ; οὐκ ἂν οἴει με κατὰ Πίνδαρον "καὶ ἀσχολίας ὑπέρτερον πρᾶγμα" ποιήσασθαι τὸ τεήν τε καὶ Λυσίου διατριβὴν ἀκοῦσαι; ΦΑΙ. πρόαγε δή. ΣΩ. λέγοις ἄν. ΦΑΙ. καὶ μήν, ὦ Σώκρατες, προσήκουσα γέ σοι ἡ ἀκοή· ὁ γάρ τοι λόγος ἦν, περὶ ὃν διετρίβομεν, οὐκ οἶδʼ ὅντινα τρόπον ἐρωτικός. γέγραφε γὰρ δὴ ὁ Λυσίας πειρώμενόν τινα τῶν καλῶν, οὐχ ὑπʼ ἐραστοῦ δέ, ἀλλʼ αὐτὸ δὴ τοῦτο καὶ κεκόμψευται· λέγει γὰρ ὡς χαριστέον μὴ ἐρῶντι μᾶλλον ἢ ἐρῶντι.2 ΣΩ. ὢ γενναῖος. εἴθε γράψειεν ὡς χρὴ πένητι μᾶλλον ἢ πλουσίῳ, καὶ πρεσβυτέρῳ ἢ νεωτέρῳ, καὶ ὅσα ἄλλα ἐμοί τε πρόσεστι καὶ τοῖς πολλοῖς ἡμῶν· ἦ γὰρ ἂν ἀστεῖοι καὶ δημωφελεῖς εἶεν οἱ λόγοι. ἔγωγʼ οὖν οὕτως ἐπιτεθύμηκα ἀκοῦσαι, ὥστʼ ἐὰν βαδίζων ποιῇ τὸν περίπατον Μέγαράδε καὶ κατὰ Ἡρόδικον προσβὰς τῷ τείχει πάλιν ἀπίῃς, οὐ μή σου ἀπολειφθῶ.3
ソクラテス:やあ、親愛なるパイドロス、いったいどこへ、そしてどこから来たのかね? パイドロス:ケパロスの息子リュシアスのところからですよ、ソクラテス。城壁の外へ散歩に出かけるところです。朝早くからずっと座って、あそこで長い時間を過ごしたものですから。それで、あなたと私の共通の友人であるアクメノスのアドバイスに従って、道路沿いを散歩しているのです。彼が言うには、その方が運動場の中を歩くよりも疲れないそうですから。 ソクラテス:確かに、友よ、彼の言う通りだ。ところで、リュシアスは市内にいたようだな。 パイドロス:ええ、エピクラテスのところにいました。あのオリンピエイオンの近くにあるモリュキオスの家ですよ。 ソクラテス:それで、いったいどんな話で時を過ごしたのだね?リュシアスが君たちに言葉のご馳走をふるまったのは明らかだろうが。 パイドロス:歩きながら聞くお暇があるなら、お分かりになりますよ。 ソクラテス:何だって?ピンダロスの言うように「どんな用事よりも優先すべきこと」として、君とリュシアスがどう過ごしたかを聞くことを私が選ばないとでも思うのかね? パイドロス:それでは、先へ進んでください。 ソクラテス:話してくれたまえ。 パイドロス:ところでソクラテス、これはまさにあなたにふさわしいお話ですよ。というのも、私たちが論じていた話は、どういうわけか愛に関するものだったからです。リュシアスが書いたのは、美少年の一人が口説かれる話なのですが、彼を口説くのは愛している者ではなく、まさにその点に彼の趣向が凝らされているのです。つまり、愛していない者にこそ、愛している者よりも身を任せるべきだ、と彼は主張しているのです。 ソクラテス:おお、見事なものだ!彼が、富める者よりも貧しい者に、また若い者よりも年配の者に、そして私や、我々の多くに備わっている他のあらゆる特徴を持つ者にこそ身を任せるべきだ、と書いてくれたらいいのに。そうなれば、彼の議論は実にお洒落で、大衆の役にも立つものになるだろう。とにかく、私はそれを聞きたくてたまらないのだ。だから、君が歩きながらメガラまで散歩を続け、ヘロディコスが言ったように城壁のところまで行ってまた引き返してくるとしても、私は決して君から離れずについていくよ。
ΦΑΙ. πῶς λέγεις, ὦ βέλτιστε Σώκρατες; οἴει με, ἃ Λυσίας ἐν πολλῷ χρόνῳ κατὰ σχολὴν συνέθηκε, δεινότατος ὢν τῶν νῦν γράφειν, ταῦτα ἰδιώτην ὄντα ἀπομνημονεύσειν ἀξίως ἐκείνου; πολλοῦ γε δέω· καίτοι ἐβουλόμην γʼ ἂν μᾶλλον ἤ μοι πολὺ χρυσίον γενέσθαι. ΣΩ. ὦ Φαῖδρε, εἰ ἐγὼ Φαῖδρον ἀγνοῶ, καὶ ἐμαυτοῦ ἐπιλέλησμαι. ἀλλὰ γὰρ οὐδέτερά ἐστι τούτων· εὖ οἶδα ὅτι Λυσίου λόγον ἀκούων ἐκεῖνος οὐ μόνον ἅπαξ ἤκουσεν, ἀλλὰ πολλάκις ἐπαναλαμβάνων ἐκέλευέν οἱ λέγειν, ὁ δὲ ἐπείθετο προθύμως. τῷ δὲ οὐδὲ ταῦτα ἦν ἱκανά, ἀλλὰ τελευτῶν παραλαβὼν τὸ βιβλίον ἃ μάλιστα ἐπεθύμει ἐπεσκόπει, καὶ τοῦτο δρῶν ἐξ ἑωθινοῦ καθήμενος ἀπειπὼν εἰς περίπατον ᾔει, ὡς μὲν ἐγὼ οἶμαι, νὴ τὸν κύνα, ἐξεπιστάμενος τὸν λόγον, εἰ μὴ πάνυ τι ἦν μακρός. ἐπορεύετο δʼ ἐκτὸς τείχους ἵνα μελετῴη. ἀπαντήσας δὲ τῷ νοσοῦντι περὶ λόγων ἀκοήν,4 ἰδὼν μέν, ἰδών, ἥσθη ὅτι ἕξοι τὸν συγκορυβαντιῶντα, καὶ προάγειν ἐκέλευε. δεομένου δὲ λέγειν τοῦ τῶν λόγων ἐραστοῦ, ἐθρύπτετο ὡς δὴ οὐκ ἐπιθυμῶν λέγειν· τελευτῶν δὲ ἔμελλε καὶ εἰ μή τις ἑκὼν ἀκούοι βίᾳ ἐρεῖν. σὺ οὖν, ὦ Φαῖδρε, αὐτοῦ δεήθητι ὅπερ τάχα πάντως ποιήσει νῦν ἤδη ποιεῖν. ΦΑΙ. ἐμοὶ ὡς ἀληθῶς πολὺ κράτιστόν ἐστιν οὕτως ὅπως δύναμαι λέγειν, ὥς μοι δοκεῖς5 σὺ οὐδαμῶς με ἀφήσειν πρὶν ἂν εἴπω ἁμῶς γέ πως. ΣΩ. πάνυ γάρ σοι ἀληθῆ δοκῶ. ΦΑΙ. οὑτωσὶ τοίνυν ποιήσω. τῷ ὄντι γάρ, ὦ Σώκρατες, παντὸς μᾶλλον τά γε ῥήματα οὐκ ἐξέμαθον· τὴν μέντοι διάνοιαν σχεδὸν ἁπάντων, οἷς ἔφη διαφέρειν τὰ τοῦ ἐρῶντος ἢ τὰ τοῦ μή, ἐν κεφαλαίοις ἕκαστον ἐφεξῆς δίειμι, ἀρξάμενος ἀπὸ τοῦ πρώτου. ΣΩ. δείξας γε πρῶτον, ὦ φιλότης, τί ἄρα ἐν τῇ ἀριστερᾷ ἔχεις ὑπὸ τῷ ἱματίῳ· τοπάζω γάρ σε ἔχειν τὸν λόγον αὐτόν. εἰ δὲ τοῦτό ἐστιν, οὑτωσὶ διανοοῦ περὶ ἐμοῦ, ὡς ἐγώ σε πάνυ μὲν φιλῶ, παρόντος δὲ καὶ Λυσίου, ἐμαυτόν σοι ἐμμελετᾶν παρέχειν οὐ πάνυ δέδοκται. ἀλλʼ ἴθι, δείκνυε. ΦΑΙ. παῦε. ἐκκέκρουκάς με ἐλπίδος, ὦ Σώκρατες, ἣν εἶχον ἐν σοὶ ὡς ἐγγυμνασόμενος. ἀλλὰ ποῦ δὴ βούλει καθιζόμενοι ἀναγνῶμεν;
パイドロス:何を言うのですか、親愛なるソクラテス。現代最高の書き手であるリュシアスが、長い時間をかけて余暇の間に書き上げたものを、素人の私があの人の名に恥じないように暗記して再現できるとでも思うのですか?とても不可能です。とはいえ、それができたら、大金を手にするよりもずっと嬉しいのですが。 ソクラテス:パイドロスよ、もし私がパイドロスを知らないなら、自分のことも忘れてしまっているよ。しかし、実際はそのどちらでもない。私はよく知っているのだ、彼がリュシアスの演説を聞いたとき、ただ一度聴いただけではなく、何度も繰り返して自分に語ってくれるようせがみ、相手もそれによく応じてくれたということをね。それでも彼には満足できず、しまいにはその本を借り受けて、特に惹かれた箇所をじっくり見返していたのだ。そして朝早くから座ってこれを繰り返し、疲れ果ててから散歩へと出かけた。私の見立てでは、犬に誓って言うが、もしその話が途方もなく長いものでない限り、彼はそれをすっかり暗記していたのだろう。そして、それを暗唱の練習をするために城壁の外へと出かけていったのだ。そして、言論を聞くという病にかかっている男にばったり出会った。彼はその男を見るやいなや(そう、一目見て)、狂乱を共にする仲間ができたと大喜びし、先へ進むよう促したのだ。ところが、その言論の愛好家が語ってくれと頼むと、まるで語りたくないかのように気取って見せた。しかし最後には、誰かが自発的に聞いてくれなくても、無理にでも語るつもりだったのだ。だからパイドロスよ、君がどうせ遅かれ早かれやるつもりのことを、今すぐやってくれるよう私から頼むよ。 パイドロス:どうやら私にとっては、できる限りで話してしまうのが本当に一番よさそうですね。あなたが私を、何らかの形で話すまでは決して放してくれそうにないからです。 ソクラテス:その通りのことを考えているよ。 パイドロス:それでは、そのようにしましょう。実を言うと、ソクラテス、言葉をそっくりそのまま暗記したわけではないのです。しかし、愛している者の状態とそうでない者の状態がどこで異なると彼が主張したか、そのすべての要旨については、最初の点から始めて、順を追って要約して説明しましょう。 ソクラテス:まずは見せてくれたまえ、我が友よ、外套の下の左手に持っているものは何なのかね。私の推測では、君はその本物を持っているのだろう。もしそうなら、私のことについてこう思ってくれたまえ。私は君をとても愛しているが、リュシアス自身がそこに存在している以上、君の練習台として私自身を差し出すつもりはまったくないのだ、と。さあ、それを見せておくれ。 パイドロス:まいったな。ソクラテス、あなたを相手に練習しようという私の期待を台無しにしてしまいましたね。それでは、私たちはどこに座って読めばよいでしょうか?
- 227aποῖ δὴ καὶ πόθεν;
動詞が省略された対話篇冒頭の慣用的な挨拶。行先と出発地を同時に尋ねる表現(ποῖ [εἶ] καὶ πόθεν [ἥκεις];)であり、旅先や街頭での対話の開始を告げる役割を持つ。
- 227cὡς χαριστέον μὴ ἐρῶντι μᾶλλον ἢ ἐρῶντι
動形容詞 χαριστέον(χαρίζομαι 「好意を示す、身を任せる」に由来)を用いた非人称構文で、義務や推奨(「〜すべきである」)を表す。与格 μὴ ἐρῶντι(愛していない者)および ἐρῶντι(愛している者)は動形容詞が従える与格。
- 227dοὐ μή σου ἀπολειφθῶ
οὐ μή に接続法 aorist ἀπολειφθῶ(ἀπολείπω 「置き去りにする、遅れる」の受動態)が続くことで、未来に対する強い否定の決意(「決して君から遅れることはない」)を表す。
- 228bτῷ νοσοῦντι περὶ λόγων ἀκοήν
分詞 τῷ νοσοῦντι は動詞 νοσέω(「病んでいる」)の現在分詞。これに「〜について」を表す前置詞句 περὶ λόγων ἀκοήν (言論を聞くことに関して)が係り、比喩的な「言論愛好の病」にかかっている者(ソクラテス)を指す。ἀκοήν は「病」の具体的な内容を限定する関係対格(限定対格)として νοσοῦντι を修飾している。
- 228cὥς μοι δοκεῖς
従属節 ὥς ... ἀφήσειν の主語は σύ。ὥς はここでは原因を表す接続詞「〜なので」として機能し、主節の最上級 κράτιστόν ἐστιν(最善である)に対する理由を示している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(1 件・最終 2026-09-21)
- 2026-09-21 AI校閲 — 注 1 件
