- 底本
- Platonis Opera, Tomus II: Tetralogia III-IV. Burnet, John, editor. Oxford: Clarendon Press, 1910.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg009.humanitext-grc2:126-127
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ケファロス一行がアテナイでアデイマントスらに出会い、ゼノンの議論を記憶しているアンティポンを訪ねる。アンティポンは、かつて若きソクラテスがパルメニデスとゼノンを訪ね、ゼノンの書物の朗読を聴いたのちに「多」の存在をめぐって議論を交わした回想を語り始める。
ἐπειδὴ Ἀθήναζε οἴκοθεν ἐκ Κλαζομενῶν ἀφικόμεθα, κατʼ ἀγορὰν ἐνετύχομεν Ἀδειμάντῳ τε καὶ Γλαύκωνι· καί μου λαβόμενος τῆς χειρὸς1 ὁ Ἀδείμαντος, Χαῖρʼ, ἔφη, ὦ Κέφαλε, καὶ εἴ του δέῃ τῶν τῇδε ὧν ἡμεῖς δυνατοί, φράζε.ἀλλὰ μὲν δή, εἶπον ἐγώ, πάρειμί γε ἐπʼ αὐτὸ τοῦτο, δεησόμενος ὑμῶν.λέγοις ἄν, ἔφη, τὴν δέησιν. καὶ ἐγὼ εἶπον· τῷ ἀδελφῷ ὑμῶν τῷ ὁμομητρίῳ τί ἦν ὄνομα; οὐ γὰρ μέμνημαι. παῖς δέ που ἦν, ὅτε τὸ πρότερον ἐπεδήμησα δεῦρο ἐκ Κλαζομενῶν· πολὺς δὲ ἤδη χρόνος ἐξ ἐκείνου. τῷ μὲν γὰρ πατρί, δοκῶ, Πυριλάμπης ὄνομα.πάνυ γε, ἔφη.αὐτῷ δέ γε;Ἀντιφῶν. ἀλλὰ τί μάλιστα πυνθάνῃ;οἵδε, εἶπον ἐγώ, πολῖταί τʼ ἐμοί εἰσι, μάλα φιλόσοφοι, ἀκηκόασί τε ὅτι οὗτος ὁ Ἀντιφῶν Πυθοδώρῳ τινὶ Ζήνωνος ἑταίρῳ πολλὰ ἐντετύχηκε, καὶ τοὺς λόγους, οὕς ποτε Σωκράτης καὶ Ζήνων καὶ Παρμενίδης διελέχθησαν,2 πολλάκις ἀκούσας τοῦ Πυθοδώρου ἀπομνημονεύει.ἀληθῆ, ἔφη, λέγεις.τούτων τοίνυν, εἶπον, δεόμεθα διακοῦσαι.ἀλλʼ οὐ χαλεπόν, ἔφη· μειράκιον γὰρ ὢν αὐτοὺς εὖ μάλα διεμελέτησεν, ἐπεὶ νῦν γε κατὰ τὸν πάππον τε καὶ ὁμώνυμον πρὸς ἱππικῇ τὰ πολλὰ διατρίβει. ἀλλʼ εἰ δεῖ, ἴωμεν παρʼ αὐτόν· ἄρτι γὰρ ἐνθένδε οἴκαδε οἴχεται, οἰκεῖ δὲ ἐγγὺς ἐν Μελίτῃ.
私たちがクラゾメナイの自宅からアテナイに到着したとき、広場でアデイマントスとグラウコンに出会った。するとアデイマントスは私の手を取り、こう言った。「ようこそ、ケファロス。もしこちらのことで君が必要とし、私たちが力になれることがあれば、何でも言ってくれ。」「まさにそのために、あなた方にお願いがあって、私はここにいるのです」と私は言った。「その願いを聞かせてほしい」と彼は言った。そこで私は言った。「あなた方の同母兄弟の名前は何でしたか。思い出せないのです。私が以前、クラゾメナイからこちらへ滞在しに来たときは、まだ子供だったと思います。それからもうずいぶん時が経ちました。彼の父親の名前は、確かピュリランペスだったと思いますが。」「その通りだ」と彼は言った。「では彼自身の名前は?」「アンティポンだ。しかし、なぜそれを特に尋ねるのかね?」「ここにいる人たちは」と私は言った。「私の同郷の者たちで、きわめて知を愛する人々です。彼らは、このアンティポンが、ゼノンの友であるピュトドロスという人物に何度も会い、かつてソクラテスとゼノンとパルメニデスが交わした議論を、ピュトドロスから何度も聞いて記憶していると耳にしているのです。」「君の言う通りだ」と彼は言った。「そこで、私たちはそれらの議論を終始詳しく聞きたいと思っているのです」と私は言った。「それは難しくない」と彼は言った。「彼は少年だった頃、それらの議論を非常によく練習していたからね。もっとも今では、同名である祖父に倣って、大半の時間を乗馬に費やしているのだが。しかし必要なら、彼のところへ行こう。彼はちょうど先ほど、ここから自宅へ帰ったところだ。近くのメリテに住んでいる。」
ταῦτα εἰπόντες ἐβαδίζομεν, καὶ κατελάβομεν τὸν Ἀντιφῶντα οἴκοι, χαλινόν τινα χαλκεῖ ἐκδιδόντα σκευάσαι·3 ἐπειδὴ δὲ ἐκείνου ἀπηλλάγη οἵ τε ἀδελφοὶ ἔλεγον αὐτῷ ὧν ἕνεκα παρεῖμεν, ἀνεγνώρισέν τέ με ἐκ τῆς προτέρας ἐπιδημίας καί με ἠσπάζετο, καὶ δεομένων ἡμῶν διελθεῖν τοὺς λόγους, τὸ μὲν πρῶτον ὤκνει—πολὺ γὰρ ἔφη ἔργον εἶναι— ἔπειτα μέντοι διηγεῖτο. ἔφη δὲ δὴ ὁ Ἀντιφῶν λέγειν τὸν Πυθόδωρον ὅτι4 ἀφίκοιντό ποτε εἰς Παναθήναια τὰ μεγάλα Ζήνων τε καὶ Παρμενίδης. τὸν μὲν οὖν Παρμενίδην εὖ μάλα ἤδη πρεσβύτην εἶναι, σφόδρα πολιόν, καλὸν δὲ κἀγαθὸν τὴν ὄψιν, περὶ ἔτη μάλιστα πέντε καὶ ἑξήκοντα· Ζήνωνα δὲ ἐγγὺς τῶν τετταράκοντα τότε εἶναι, εὐμήκη δὲ καὶ χαρίεντα ἰδεῖν, καὶ λέγεσθαι αὐτὸν παιδικὰ τοῦ Παρμενίδου γεγονέναι. καταλύειν δὲ αὐτοὺς ἔφη παρὰ τῷ Πυθοδώρῳ ἐκτὸς τείχους ἐν Κεραμεικῷ· οἷ δὴ καὶ ἀφικέσθαι τόν τε Σωκράτη καὶ ἄλλους τινὰς μετʼ αὐτοῦ πολλούς, ἐπιθυμοῦντας ἀκοῦσαι τῶν τοῦ Ζήνωνος γραμμάτων—τότε γὰρ αὐτὰ πρῶτον ὑπʼ ἐκείνων κομισθῆναι—Σωκράτη δὲ εἶναι τότε σφόδρα νέον. ἀναγιγνώσκειν οὖν αὐτοῖς τὸν Ζήνωνα αὐτόν, τὸν δὲ Παρμενίδην τυχεῖν ἔξω ὄντα· καὶ εἶναι πάνυ βραχὺ ἔτι λοιπὸν τῶν λόγων ἀναγιγνωσκομένων, ἡνίκα αὐτός τε ἐπεισελθεῖν ἔφη ὁ Πυθόδωρος ἔξωθεν καὶ τὸν Παρμενίδην μετʼ αὐτοῦ καὶ Ἀριστοτέλη τὸν τῶν τριάκοντα γενόμενον, καὶ σμίκρʼ ἄττα ἔτι ἐπακοῦσαι τῶν γραμμάτων· οὐ μὴν αὐτός γε, ἀλλὰ καὶ πρότερον ἀκηκοέναι τοῦ Ζήνωνος.τὸν οὖν Σωκράτη ἀκούσαντα πάλιν τε κελεῦσαι τὴν πρώτην ὑπόθεσιν τοῦ πρώτου λόγου ἀναγνῶναι, καὶ ἀναγνωσθείσης, πῶς, φάναι, ὦ Ζήνων, τοῦτο λέγεις; εἰ πολλά ἐστι τὰ ὄντα, ὡς ἄρα δεῖ αὐτὰ ὅμοιά τε εἶναι καὶ ἀνόμοια, τοῦτο δὲ δὴ ἀδύνατον· οὔτε γὰρ τὰ ἀνόμοια ὅμοια οὔτε τὰ ὅμοια ἀνόμοια οἷόν τε εἶναι; οὐχ οὕτω λέγεις;οὕτω, φάναι τὸν Ζήνωνα.οὐκοῦν εἰ ἀδύνατον τά τε ἀνόμοια ὅμοια εἶναι καὶ τὰ ὅμοια ἀνόμοια, ἀδύνατον δὴ καὶ πολλὰ εἶναι; εἰ γὰρ πολλὰ εἴη, πάσχοι ἂν τὰ ἀδύνατα. ἆρα τοῦτό ἐστιν ὃ βούλονταί σου οἱ λόγοι, οὐκ ἄλλο τι ἢ διαμάχεσθαι παρὰ πάντα τὰ λεγόμενα ὡς οὐ πολλά ἐστι; καὶ τούτου αὐτοῦ οἴει σοι τεκμήριον εἶναι ἕκαστον τῶν λόγων, ὥστε καὶ ἡγῇ τοσαῦτα τεκμήρια παρέχεσθαι, ὅσουσπερ λόγους γέγραφας, ὡς οὐκ ἔστι πολλά; οὕτω λέγεις, ἢ ἐγὼ οὐκ ὀρθῶς καταμανθάνω;
こう言って私たちは歩き出し、自宅にいたアンティポンを見つけた。彼は鍛冶屋に手綱を(製作させるために)預けているところだった。彼がその仕事から解放されると、兄弟たちが私たちの訪問の目的を彼に話し、彼は以前の滞在から私を思い出して歓迎してくれた。そして私たちがその議論を語ってくれるよう頼むと、最初はためらっていたが――たいへんな骨折り仕事だと彼は言ったので――しかし、その後になって語り始めた。アンティポンが言うには、ピュトドロスがこう語っていたとのことである。かつて大パナテナイア祭に、ゼノンとパルメニデスがやって来たと。パルメニデスは当時すでにかなりの高齢で、きわめて白髪であったが、容姿は美しく立派であり、およそ六十五歳であった。一方ゼノンは、当時四十歳近くで、背が高く、見ていて好ましい容姿をしており、パルメニデスの愛人であったと噂されていた。彼らは城壁の外のケラメイコスにあるピュトドロスの家に滞在していた、とアンティポンは言った。そこに、ソクラテスや彼を伴う他の多くの人々が、ゼノンの著作を聴くことを切望してやって来た。というのも、その時それらが彼らによって初めて持ち込まれたからである。ソクラテスは当時、きわめて若かった。そこでゼノン自身が彼らに読み聞かせており、パルメニデスはたまたま外出していた。議論の朗読が残すところあとわずかとなったその時、ピュトドロス自身が外から入ってきて、パルメニデスも彼と共に、また後に三十人政権の一員となったアリストテレスも一緒に入ってきて、彼らは著作の最後のほんの一部を聞き取ったのである、とピュトドロスは語った(ただしピュトドロス自身は以前にゼノンからそれを聞いたことがあったのだが)。そこでソクラテスはそれを聴くと、最初の議論の最初の前提をもう一度読むように求め、それが読まれると、こう言った。「ゼノンよ、これはどういう意味ですか。もし存在するものが多であるならば、それらは同様に類似したものであり、また類似しないものでなければならないが、これは不可能なことである。なぜなら、類似しないものが類似し、類似するものが類似しないことは不可能だからである、と。あなたはそう言っているのではないですか。」「その通りだ」とゼノンは言った。「それならば、類似しないものが類似し、類似するものが類似しないことが不可能であるなら、多が存在することもまた不可能ではないですか。なぜなら、もし多が存在するならば、それらは不可能な状態に陥るからです。あなたの議論が意図しているのは、語られているすべてのことに反して、多は存在しないと徹底的に主張すること、まさにこれに他ならないのではないですか。そして、まさにこのことの証拠が、あなたの議論の一つ一つであるとあなたは考えており、したがって、自分が書いた議論と同じ数だけの証拠を提供して、多は存在しないと示しているのだと考えているのですか。あなたはそう言っているのですか、それとも私の理解が正しくないのでしょうか。」
- 126aμου λαβόμενος τῆς χειρὸς
「私の手を取って」の意。動詞λαμβάνομαι(取る、掴む)は触れる対象を属格で支配する。ここでは人(μου)と、その部位(χειρός)が共に属格で並置されており、μουをχειρόςに対する所有属格と解釈することも可能であるが、全体として二重の属格支配のようになっている。
- 126cτοὺς λόγους, οὕς ποτε Σωκράτης καὶ Ζήνων καὶ Παρμενίδης διελέχθησαν
関係代名詞 οὕς は、本来自動詞であるδιαλέγομαιが「議論する」という意味で同族対格(あるいは議論の内容を示す直接目的語)を取っている。主節のἀπομνημονεύει(記憶している)の目的語であるτοὺς λόγουςが先行詞である。
- 127aχαλινόν τινα χαλκεῖ ἐκδιδόντα σκευάσαι
不定詞σκευάσαιは目的を表す副詞的用法、または「〜させるために」という使役的結果を表す。動詞ἐκδίδωμι(仕事を発注する、委託する)に伴い、「手綱を鍛冶屋に渡して(製作させる)」という意味を形成している。
- 127aἔφη δὲ δὴ ὁ Ἀντιφῶν λέγειν τὸν Πυθόδωρον ὅτι
間接話法の重畳。主動詞ἔφη(アンティポンが言った)の補文として、対格不定詞構文 λέγειν τὸν Πυθόδωρον(ピュトドロスが…と言っている)があり、さらにその発言内容がὅτι節によって導かれている。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 1 件
