← タクティコスのアイネイアス

攻囲された者はいかに耐えるべきか

§4.1-4.12

昼夜の識別合図の制定と奇襲の実例

味方と敵を識別するための昼夜の合図(暗号)の必要性が、門の閂を焼き切られて夜襲を受けたカルキスの実例と、メガラ軍の奇襲を逆手に取って敵船と女性に扮した兵でメガラを急襲したペイシストラトスの策略を通じて説かれる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.1

Εὐθύτατα δεῖ αὐτοῖς πεποιῆσθαι σύσσημα, ἀφʼ ὧν μὴ ἀγνοήσουσι τοὺς προσιόντας αὐτοῖς· ἤδη γὰρ τοιόνδε συνέβη. Χαλκὶς ἡ ἐν Εὐρίπῳ κατελήφθη ὑπὸ φυγάδος ὁρμωμένου ἐξ Ἐρετρίας, τῶν ἐν τῇ πόλει τινὸς τεχνασαμένου τοιόνδε.1

何よりもまず、彼らには合図(暗号)が定められていなければならない。それは近づいてくる者たちを見誤らないようにするためである。というのも、かつて次のような事態が生じたからである。エウリポスにあるカルキスは、エレトリアから出撃した一人の亡命者によって奪取されたが、それは市内の者が次のような計略をめぐらせたことによる。

§4.2

κατὰ τὸ ἐρημότατον τῆς πόλεως καὶ πύλας οὐκ ἀνοιγομένας ἔχων ἔφερεν πυργάστρην, ἣν φυλάσσων τὰς ἡμέρας καὶ τὰς νύκτας ἔλαθεν νυκτὸς τὸν μοχλὸν διαπρήσας καὶ δεξάμενος ταύτῃ στρατιώτας.

彼は都市の最も人里離れた場所に位置し、普段開けられることのない門のところで火吹き具(あるいは鍛冶用の鋏)を所持しており、日夜これの番をしながら、夜間に密かに閂を焼き切って、ここから兵士たちを引き入れたのである。

§4.3

ἀθροισθέντων δὲ ἐν τῇ ἀγορᾷ ὡς δισχιλίων ἀνδρῶν ἐσημάνθη τὸ πολεμικὸν σπουδῇ. πολλοὶ δὲ τῶν Χαλκιδέων δι’ ἄγνοιαν ἀπόλλυνται· οἱ γὰρ ἐκφοβηθέντες ἐτίθεντο φέροντες τὰ ὅπλα πρὸς τοὺς πολεμίους ὡς πρὸς φιλίους, αὐτὸς ἕκαστος δοκῶν ὕστερος παραγίγνεσθαι.

広場におよそ二千人の兵が集結したとき、急ぎ戦闘ラッパが鳴らされた。だがカルキス市民の多くは、実情を知らないために命を落とした。恐慌をきたした彼らは、自分たち一人一人が駆けつけるのが遅れたと思い込み、敵のところへ味方のもとへ行くかのように武器を携えて集まって行ったからである。

§4.4

οὕτως οὖν καθʼ ἕνα καὶ δύο οἱ πλεῖστοι ἀπώλλυντο, μέχρι χρόνῳ ὕστερον ἔγνωσαν τὸ συμβαῖνον, τῆς πόλεως ἤδη κατεχομένης.

こうして多くの者が一人、二人と討ち取られ、都市がすでに占領されてしまった後になって、ようやく彼らは起きている事態を悟った。

§4.5

πολεμοῦντα οὖν χρὴ καὶ ἐγγὺς ὄντων τῶν πολεμίων, πρῶτον μὲν τὰ ἀποστελλόμενα ἐκ τῆς πόλεως κατὰ γῆν ἢ κατὰ θάλατταν ἐπί τινα πρᾶξιν πρὸς τοὺς ὑπομένοντας μετὰ συσσήμων ἀποστέλλεσθαι2 καὶ ἡμερινῶν καὶ νυκτερινῶν, ἵνα μὴ ἀγνοῶσι πολεμίων αὐτοῖς ἐπιφαινομένων, εἰ φίλιοι ἢ πολέμιοί εἰσιν·

それゆえ、戦時において敵が間近にいる際には、まず第一に、ある任務のために陸路または海路で都市から派遣される部隊は、残る者たちに対し、昼夜双方の合図を携えて送り出されねばならない。敵が目の前に現れたときに、彼らが味方か敵かを見誤らないためである。

§4.6

ἐπὶ δὲ πρᾶξιν πορευθέντων καὶ πέμπειν τινὰς γνωσομένους, ἵνα καὶ τὰ τοιαῦτα ὡς ἐκ πλείστου τῶν ἀπόντων οἱ ὑπομένοντες εἰδῶσιν· μέγα γὰρ ἂν φέροι πρὸς τὸ μέλλον ἐκ πλείονος παρασκευάζεσθαι.

また、任務に出撃した者たちのもとへも、状況を把握するための使者を派遣し、不在の者たちの状況を残る者たちができる限り遠方から察知できるようにすべきである。というのも、遠く離れた段階から将来に備えることは大きな効果をもたらすからである。

§4.7

τοῖς δὲ μὴ οὕτω πράττουσιν ἃ συμβέβηκεν ἐμφανισθήσεται τινῶν ἤδη γενομένων, ἃ ἐπὶ παραδείγματος καὶ μαρτυρίου καθαροῦ παραλέγηται.

これを行わない者たちに何が起きるかは、かつて起きた出来事のうち、明白な実例かつ証拠として引き合いに出される次のような事例によって明らかとなろう。

§4.8

Πεισιστράτῳ γὰρ Ἀθηναίων στρατηγοῦντι ἐξηγγέλθη ὅτι οἱ ἐκ Μεγάρων οἱ ἐπιχειροῖεν ἀφικόμενοι πλοίοις ἐπιθέσθαι νυκτὸς ταῖς τῶν Ἀθηναίων γυναιξὶν θεσμοφόρια ἀγούσαις ἐν Ἐλευσῖνι· ὁ δὲ Πεισίστρατος ἀκούσας προενήδρευσεν.

ペイシストラトスがアテナイの将軍を務めていたとき、メガラの者たちが船で到来し、エレウシスでテスモポリア祭を祝っているアテナイの女性たちを夜間に襲撃しようと企てているとの急報が入った。これを聞いたペイシストラトスは、あらかじめ待ち伏せを敷いた。

§4.9

ἐπεὶ δὲ οἱ ἐκ τῶν Μεγάρων ὡς λεληθότες ἀπέβησαν καὶ ἀπὸ τῆς θαλάττης ἐγένοντο, ἐξαναστὰς ὁ Πεισίστρατος τῶν ἐνεδρευθέντων τε ἀνδρῶν ἐκράτησεν καὶ διέφθειρεν τοὺς πλείστους, καὶ τῶν πλοίων οἷς ἀφίκοντο ἐγκρατὴς ἐγένετο.

メガラの者たちが気づかれていないと思い込んで上陸し、海から離れたとき、ペイシストラトスは立ち上がって、待ち伏せにかかった者たちを圧倒してその大部分を討ち果たし、彼らが乗ってきた船をも奪取した。

§4.10

ἔπειτα παραχρῆμα τοῖς ἑαυτοῦ στρατιώταις πληρώσας τὰ πλοῖα ἔλαβε τῶν γυναικῶν τὰς ἐπιτηδειοτάτας συμπλεῦσαι, καὶ κατήγετο εἰς τὰ Μέγαρα ὀψὲ ἀπωτέρω τῆς πόλεως.

次いで直ちに、彼はその船に自らの兵を満載し、女性たちのうち最も適した者たちを同乗させて、夕暮れ遅くにメガラの都市からやや離れた地点へと船を寄せた。

§4.11

κατιδόντες οὖν τὰ πλοῖα προσπλέοντα ἀπήντων πολλοὶ τῶν Μεγαρέων, αἵ τε συναρχίαι καὶ οἱ ἄλλοι, θεώμενοι ὡς εἰκὸς αἰχμαλώτους ἀγομένας ὡς πλείστας καὶ μετʼ ἐγχειριδίων ἀποβάντες τοὺς μὲν καταβαλεῖν, ὅσους δὲ ἂν δύναιντο τῶν ἐπιφανεστάτων συναρπάζειν εἰς τὰ πλοῖα.3

船が近づいてくるのを目にしたメガラの多くの人々は、政務機関の役人たちもその他の市民も、大勢の捕虜が連行されてくると当然のように思い込んで出迎えた。そこでアテナイ兵たちは短剣を帯びて上陸し、ある者を討ち倒し、有力者のうち可能な限りの者を船へと拉致したのである。

§4.12

καὶ οὕτως ἐπράχθη. δῆλον οὖν ὅτι μετὰ συσσήμων καὶ μὴ ἀγνοουμένων πρὸς ἀλλήλους, τὰς ἀθροίσεις καὶ τὰς πέμψεις δεῖ ποιεῖσθαι.

こうして作戦は実行された。それゆえ、合図を取り決め、互いに見誤ることのないようにした上で、集結や派遣を行わねばならないことは明白である。

構文注3 件
  1. 4.1τῶν ἐν τῇ πόλει τινὸς τεχνασαμένου τοιόνδε

    不定代名詞 τινός を主語とする独立属格構文。先行する「エレトリアから出撃した亡命者によって」に対して、城内の内通者の加担・手口を説明する原因・状況を示している。

  2. 4.5πολεμοῦντα οὖν χρὴ καὶ ἐγγὺς ὄντων τῶν πολεμίων, πρῶτον μὲν τὰ ἀποστελλόμενα ... ἀποστέλλεσθαι

    非人称動詞 χρή は通例対格不定詞構文を従えるが、ここでは総称的な行為者(指揮官・防衛側)を表す男性対格分詞 πολεμοῦντα が先行し、続いて独立属格 ἐγγὺς ὄντων τῶν πολεμίων が挿入された後、主語となる中性複数主格/対格分詞 τὰ ἀποστελλόμενα と受動不定詞 ἀποστέλλεσθαι が呼応する構造をとっている。

  3. 4.11καὶ μετʼ ἐγχειριδίων ἀποβάντες τοὺς μὲν καταβαλεῖν, ὅσους δὲ ἂν δύναιντο τῶν ἐπιφανεστάτων συναρπάζειν εἰς τὰ πλοῖα

    前の節の主語(メガラの市民・役人たち:ἀπήντων πολλοί... θεώμενοι)から、主語がペイシストラトスの配下のアテナイ兵へと転換している破格構文(アナコルトン)。分詞 ἀποβάντες はアテナイ兵を指し、不定詞 καταβαλεῖν および συναρπάζειν は文脈上の企図・指示(または ὥστε / ἔδοξεν の省略的含意)を表すか、物語的歴史的不定詞として機能している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0058.tlg001.humanitext-grc2:4.1-4.12