- 底本
- Galen. Claudii Galeni Opera Omnia, Volume 7. Kühn, Karl Gottlob, editor. Leipzig: Knobloch, 1824.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0057.tlg047.humanitext-grc1:1-2
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ガレノスは病気の経過を動物の一生に例えて4つの病期に分け、各病期の定義をめぐる諸学説の対立を整理し、特に「始まり」の時期が単なる一瞬ではなく一定の治療可能な時間的幅を持つことをヒポクラテスの引用を用いて論じる。
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΟΛΟΥ ΤΟΥ ΝΟΣΗΜΑΤΟΣ ΚΑΙΡΩΝ ΒΙΒΛΙΟΝ. Ὅλου τοίνυν τοῦ νοσήματος ἐπινοοῦμεν καιροὺς ἀνάλογον ταῖς ἡλικίαις τῶν ζώων· ἕνα μὲν καὶ πρῶτον τῆς γενέσεως αὐτοῦ· δεύτερον δὲ τὸν τῆς ἀναβάσεως· τρίτον δὲ τὸν τῆς ἀκμῆς· καὶ τέταρτον τὸν τῆς παρακμῆς, ὅταν γε μέλλωσιν οἱ κάμνοντες σώζεσθαι· φθασάντων γὰρ ἀποθανεῖν αὐτῶν, ἤτοι κατὰ τὴν ἀνάβασιν, ἢ τὴν ἀκμὴν, εὔδηλον ὡς οὐ διεξῆλθεν ἅπαντας τοὺς καιροὺς ἡ τοιαύτη νόσος. ἀλλ’ ἥ γε διεξερχομένη σχεδόν τι περὶ πάντων αὐτῆς τῶν μορίων ἀμφισβητήσεις ἔχει, τινῶν μὲν ἕνα χρόνον εἶναι λεγόντων τὴν ἀκμὴν, ἐπινοίᾳ μόνῃ λαμβανόμενον· ἐνίων δὲ, ὡς ἐν τοῖς συνόχοις, ἀκμὴν μὴ εἶναι τὸ σύμπαν· ἐνίων δὲ εἰς ἀρχὴν ὀλιγοχρόνιον εἰσάγειν τὴν ἀκμήν·1 ἄλλων δ’ οὐκ ἐν τούτοις μόνον, ἀλλὰ καὶ τοῖς λοιποῖς ἅπασι νοσήμασιν, ἀφαιρούντων, τὴν ἀρχήν· ἄλλων δ’ ἐνίοτε καὶ τὴν παρακμὴν ἀφαιρούντων, ἂν ἐξ ἀποκοπῆς, ὡς ἐκεῖνοι καλοῦσιν, ἡ νόσος λυθῇ. πρῶτον μὲν οὖν χρὴ τὰς ἀμφισβητήσεις διαλύεσθαι ταύτας, εἶτα ἀκριβῶς διαρθρῶσαι τὰς ἐννοίας τῶν καιρῶν τῆς ὅλης νόσου, καὶ μετὰ ταῦτ’ εἰπεῖν αὐτῶν τὰ γνωρίσματα, κᾄπειθ’ ἑξῆς εἴη δεῖξαι τὸ χρήσιμον, ἀναμίξαντας τοῖς κατὰ τὰς περιόδους.
ガレノス著『全病期について』 それゆえ、私たちは病気全体の時期を、動物の年齢に類比して考える。第一にその始まりの時期、第二にその上昇の時期、第三に極期、そして第四に減退の時期。これは患者が救われる見込みがある場合である。なぜなら、もし彼らが上昇期あるいは極期の間にあらかじめ死んでしまうならば、そのような病気はすべての時期を経過しなかったことが明らかだからである。しかし、それらをすべて経過する病気は、その部分のほとんどすべてに関して議論を抱えている。ある人々は極期とは単に思考においてのみ把握される一瞬の時間であると言い、別の人々は、持続熱におけるように、極期はそもそも存在しないと言い、またある人々は極期を短時間しか続かない始まりの部分へと導入し、他の人々は、これらの病気においてのみならず他のすべての病気においても、始まりという時期を取り除き、さらに他の人々は、もし病気が彼らの言うところの急な遮断によって消退するならば、時には減退期をも取り除くのである。したがって、まずはこれらの議論を解決し、次に病気全体の各時期の概念を正確に区分し、その後にそれらの識別徴候を述べ、さらに次に、周期における時期と交えながら、その有用性を示すのがよいであろう。
Ἡ τοίνυν ἀρχὴ τῆς νόσου, καθ’ ὅσον εἰσβάλλει ποτὲ καταπιπτούσης τῆς ὑγιεινῆς καταστάσεως, ἐν ἁπάσαις αὐταῖς ἐστιν ἄνευ χρόνου παρατάσεως ἐπινοουμένη· σὺν τούτῳ μέντοι γε οὐ συγχωρεῖται παντὸς νοσήματος ὑπάρχειν οἷον γένεσιν, ὥσπερ ἐν τοῖς ζώοις ἐπινοοῦμεν. οὐ γὰρ ἐκ μορίων δή τινων ὥσπερ τὸ ζῶον ἐκ κεφαλῆς, καὶ θώρακος, καὶ κώλων, οὕτω καὶ τὰ νοσήματα σύγκειται. ἐκπίπτοντα γὰρ τοῦ κατὰ φύσιν, ἐν ἀκαρεῖ μέν τινι χρόνῳ τὴν γένεσιν ἔχει, τοὐντεῦθεν δὲ ἀναβαίνει μέχρι τῆς ἀκμῆς. ἔστω γὰρ εἰ τύχοι κατὰ δυσκρασίαν τὸ νόσημα, καθ’ ἣν ἡμῖν ἐπιδέδεικται καὶ ὁ πυρετὸς συνιστάμενος. ἀναγκαῖον οὖν ἐπειδὰν πρῶτον ἡ παρὰ φύσιν αὕτη γένηται θερμασία, πυρέττειν τε τὸν ἄνθρωπον, ἐπιτείνεσθαί τε μέχρι τῆς ἀκμῆς τὴν θερμασίαν. οὗ γὰρ οὐκ ἔστι μέρη, πῶς ἂν εἴη γένεσις ἐν χρόνῳ τοῦδε; ταῦτ’ εἴρηταί μοι καὶ κατ’ ἀρχὰς εὐθέως, ἀπήντησά τε πρὸς αὐτὰ, τῶν μετὰ περιψύξεως εἰσβαλλόντων πυρετῶν ἀναμνήσας. ἀλλ’ ἐν μὲν ταῖς περιόδοις αὐτάρκης ἡ ἀπάντησις· εἷς γὰρ τῶν ἐν μέρει καιρῶν καὶ τῇ τάξει πρῶτος ὁ τῆς περιψύξεως τῆς συμπάσης νόσου· γελοιότατον δ’ ἂν εἴη τὸν τοῦ πρώτου παροξυσμοῦ πρῶτον καιρὸν ἀρχὴν ἡγεῖσθαι τοῦ νοσήματος ὅλου. τὸ γάρ τοι χρήσιμον ὁ καιρὸς οὗτος, ὃν ὀνομάζουσιν ἀρχὴν νοσήματος, εἰς τὰ βοηθήματα κέκτηται, καὶ πρὸς τοῦτον ἀποβλέπων εἶπεν· ἀρχομένων τῶν νούσων, ἤν τι δοκέῃ κινέειν, κίνει, ἀκμαζουσῶν δὲ, ἡσυχίαν ἔχειν βέλτιόν ἐστιν. ὡσαύτως δὲ κᾀκεῖνο λέλεκται αὐτῷ· περὶ τὰς ἀρχὰς καὶ τὰ τέλεα πάντα ἀσθενέστερα. καὶ μέντοι καὶ τὸ περὶ φαρμακείας εἰρημένον, ὡς πέπονα χρὴ φαρμακεύειν καὶ κινέειν, μὴ ὠμὰ, μηδὲ ἐν ἀρχῇσιν, ἢν μὴ ὀργᾷ. καὶ πρὸς τούτοις γε ἔτι τὸ, ἐν τοῖσιν ὀξέσι πάθεσιν ὀλιγάκις καὶ ἐν ἀρχῇσι τῇσι φαρμακείῃσι χρέεσθαι· πολλά τε πρὸς τούτοις ἕτερα, τὰ μὲν Ἱπποκράτει, τὰ δὲ τοῖς ἄλλοις ἰατροῖς ἅπασι τοῖς παλαιοῖς εἰρημένα, τὴν ἀρχὴν ἡμᾶς οὐκ ἐπιτρέπει νοεῖν τοῦ πρώτου παροξυσμοῦ τὴν εἰσβολὴν, ἀλλ’ ἐπὶ μακροτέρου, ὡς καὶ φλεβοτομῆσαι δύνασθαι,2 καὶ κλυστηρίῳ χρήσασθαι, ποτὲ δὲ εἰ κατεπείγει, καὶ καθῆραι, πρὸς τῷ καὶ γελοῖον εἶναι3 τῶν ἐντὸς τῆς ἑβδόμης ἡμέρας λυομένων νοσημάτων καὶ τῶν εἰς ἐνιαυτὸν παραμενόντων, ὥσπερ καὶ ὁ τεταρταῖος ἔστιν ὅτε, τὴν ἴσην ἀρχὴν τίθεσθαι. πολλὰ μὲν οὖν εἴρηταί μοι περὶ τῆσδε τῆς ἀρχῆς καὶ κατὰ τὸ περὶ κρίσεων πρῶτον, ἐπιδεικνύντι τὸν πρῶτον τοῦτον καιρὸν ὡς ἄν τις γνωρίσειεν. ἦν δ’ αὐτοῦ κεφάλαιον ἡ ἀπεψία τῆς νόσου. βέλτιον δὲ κᾀνταῦθα πρὸς ἐκείνοις εἰπεῖν, ὅσα τῇ παρούσῃ διεξόδῳ χρήσιμα.
さて、健康な状態が崩れて病気が始まるとき、病気の始まりは、それらすべての病気において、時間の持続なしに考えられる。しかしながら、このこととともに、すべての病気に、私たちが動物において考えるような発生が存在することは認められない。なぜなら、動物が頭、胸、手足といったいくつかの部分から構成されているように、病気が構成されているわけではないからである。自然な状態から逸脱することによって、病気は極めて短い瞬間にその発生を持ち、そこから極期に向けて上昇する。例えば、不調和による病気があると仮定しよう。これによって発熱も引き起こされることを我々はすでに示している。それゆえ、この自然に反する熱が最初に生じると同時に、人が熱を出し、その熱が極期まで高まっていくことが不可避である。部分を持たないものにおいて、どうして時間の経過の中でそれの発生があり得ようか。これらのことは、私も最初の方ですぐに述べており、悪寒を伴って発作が始まる発熱を想起させることによって、それらに答えた。しかし、周期においてはその回答で十分である。なぜなら、悪寒の時期は、病気全体の部分的な時期の一つであり、順序としては最初のものであるからだ。しかし、最初の発作の最初の時期を、病気全体の始まりとみなすのは極めて滑稽であろう。というのも、彼らが病気の始まりと呼ぶこの時期は、治療手段に対して実用性を持っており、ヒポクラテスもこれに着目してこう言ったのである。「病気が始まるときに、何かを動かすべきだと思われるなら、動かせ。しかし、極期にあるときは、静穏に保つ方が良い。」同じように、彼によって次のことも言われている。「始まりと終わりにおいては、すべてはより弱い。」さらにまた、投薬について言われていること、すなわち「熟したものを投薬し、動かすべきであり、未熟なものや、始まりの時期においては動かすべきではない。ただし、激発している場合は除く」ということもある。そして、これらに加えてさらに、「急性疾患においては、まれにしか、また始まりの時期においてしか投薬を用いてはならない」ということもある。これらに加えて他の多くのことが、あるものはヒポクラテスによって、あるものは他のすべての古代の医師たちによって語られているが、それらは私たちに、始まりを最初の発作の襲来として理解するのではなく、より長い期間として理解することを許さない。それは瀉血を行うことも、浣腸を用いることも、時には、もし緊急であれば下剤をかけることもできるようにするためである。それに加え、7日以内に解像する病気と、四日熱のように時には1年にわたって持続する病気に対して、等しい始まりを想定することは滑稽だからである。それゆえ、この始まりについては、私によって『危機について』の第1巻においても多くのことが語られており、この最初の時期を人がどのように認識すべきかを示している。そして、その要点は病気の未消化であった。しかし、そこでの記述に加えて、現在の論考に役立つ事柄をここでも述べるのがより良いであろう。
- 1τινῶν μὲν ἕνα χρόνον εἶναι λεγόντων τὴν ἀκμήν
属格独立構文(genitive absolute)「ある人々は…と言い」であり、この後、ἐνίων δὲ, ἄλλων δ’ などの属格名詞・代名詞を伴う分詞句(分詞は一部省略されている)が並列され、病期の解釈に関する各学派の異論を連鎖的に提示している。
- 2ὡς καὶ φλεβοτομῆσαι δύνασθαι
接続詞 ὡς が不定詞(δύνασθαι, χρήσασθαι, καθῆραι)を伴って結果(「〜できるほどに、〜できるように」)を表す副詞節を形成している。主節の「始まりをより長い期間として理解する」ことの実際的な帰結・目的を示している。
- 2πρὸς τῷ καὶ γελοῖον εἶναι
前置詞 πρὸς と与格の冠詞 τῷ に不定詞 εἶναι が続く「〜であることに加えて」という追加を表す慣用的な表現。γελοῖον εἶναι の意味上の主語は、後続する対格不定詞句(τὴν ἴσην ἀρχὴν τίθεσθαι「同等の始まりを想定すること」)である。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
- 2026-09-21 AI校閲 — 訳文 1 件
