- 底本
- Galen. Claudii Galeni Opera Omnia, Volume 5. Kühn, Karl Gottlob, editor. Leipzig: Knobloch, 1823.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0057.tlg031.humanitext-grc1:1
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ガレノスは呼吸と脈拍の有用性の同一性について検討を始める。動脈の結紮が神経の結紮のような即時の機能喪失を伴わない事実を提示し、両者の機能が共通であるという従来の通説に疑問を呈する。
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΣΦΥΓΜΩΝ ΒΙΒΛΙΟΝ. Τίς ἡ χρεία τῶν σφυγμῶν; ἆρά γε ἥπερ καὶ τῆς ἀναπνοῆς, ὡς σχεδὸν ἅπασιν ἰατροῖς τε καὶ φιλοσόφοις ἔδοξεν, ἤ τις ἑτέρα παρὰ ταύτην; οὐ γὰρ δὴ ἀβασανίστως πειστέον αὐτοῖς, ἐναντιοῦσθαι δοκούντων ἄλλων τέ τινων οὐκ ὀλίγων φαινομένων,1 καὶ τοῦ νῦν εἰρῆσθαι μέλλοντος οὐχ ἥκιστα. στερηθέντες μὲν γὰρ τῆς ἀναπνοῆς εὐθέως ἀποθνήσκομεν, ἄσφυκτα δ’ ἀπεργάσῃ πολλὰ τῶν μορίων ἄνευ μεγάλης βλάβης. εἰ γοῦν ἐθελήσῃς ἢ τὰς διὰ τῶν βουβώνων ἐπὶ τὰ σκέλη καθηκούσας ἀρτηρίας, ἢ τὰς διὰ τῶν μασχαλῶν εἰς τὰς χεῖρας βρόχῳ διαλαβεῖν, ἀσφύκτους μὲν εὐθέως ἐργάσῃ τὰς ἐν τοῖς κώλοις ἁπάσας, οὐ μὴν παραλύσεις ταῦτα τῆς καθ’ ὁρμὴν κινήσεως, ὥσπερ οὐδὲ τῆς αἰσθήσεως. εἰ δ’ ἐν τῷ χρόνῳ ναρκώδη τε καὶ ψυχρὰ καὶ ὠχρὰ καὶ ἄτροφα γίνεται, τάχ’ ἂν τοῦτο κατὰ συμπάθειαν μᾶλλον ἢ τὴν τῶν σφυγμῶν ἀπώλειαν συμβαίνοι. εἰ δὲ τὰ νεῦρα βρόχοις διαλάβοις, ἀκίνητά τε παντελῶς καὶ ἀναίσθητα παραχρῆμα ποιήσεις τὰ μόρια. ἐχρῆν οὖν καὶ τὰς ἀρτηρίας ὁμοίως τοῖς νεύροις κακωθείσας, εἰς ἅπερ ἔμπροσθεν ὠφέλουν ἕκαστον τῶν μορίων, εἰς ταῦτα καὶ βλάπτειν2 εὐθέως. τὸ δὲ δὴ πάντων ἀτοπώτατον, εἰ τὰς κατὰ τὸν τράχηλον ἀρτηρίας βρόχοις διαλάβοις, οὐδὲν σαφὲς βλάψεις τὸ ζῶον, καίτοι συνάπτουσιν αὗται καρδίαν ἐγκεφάλῳ, τὸ κυριώτατον τῶν ζωτικῶν ὄργανον τῷ κυριωτάτῳ τῶν ψυχικῶν. εἴπερ οὖν τῶν οὕτως ἐπικαίρων ἀρτηριῶν ἡ βλάβη μηδὲν σαφὲς ἀδικεῖ τὸ ζῶον, σχολῇ γ’ ἂν τῶν ἄλλων τις ἀδικήσειεν. εἰ δ’ οὐδὲν βλάπτουσιν παθοῦσαι, παντί που δῆλον, ὡς οὐδ’ ὠφελοῦσιν, οὐδ’ ἂν ἐῤῥωμέναι τύχωσιν. πῶς οὖν ἐκ σφυγμῶν τὸ μέγιστον προγινώσκομεν; οὐχ ὡς ἐξ αἰτίων πολὺ δυναμένων, φήσει τις, ἀλλ’ ὡς σημείων ἐπικαίρων, ὡς εἰ καὶ γρυπουμένοις τοῖς ὄνυξι καὶ μελαινομένοις τεκμαίροιτό τις περὶ θανάτου. ὅταν γὰρ τοῖς χρησίμοις εἰς τὴν ζωὴν ἕπηταί τινα κατ’ ἀνάγκην, ὁ μὲν κίνδυνος ἐπὶ τῇ τοῦ χρησίμου βλάβῃ, τὸ δ’ ἐξ ἀνάγκης ἑπόμενον σημεῖον γίνεται τοῦ κινδύνου. κύριον μὲν οὖν σπλάγχνον ἡ καρδία, ἐκπεφύκασι δ’ ἀπ’ αὐτῆς αἱ ἀρτηρίαι, καὶ κινοῦνται τὸν αὐτὸν ἐκείνῃ τρόπον· ὥστε καὶ βλάπτονται τὸν αὐτὸν, καὶ ταύτῃ μέγα δηλοῦν πεφύκασιν. ἐδείχθη δὲ οὐ ταὐτὸν ὂν τὸ δηλοῦν μεγάλα τῷ δύνασθαι μεγάλα. πόθεν οὖν ἐπῆλθεν ἅπασιν ἰατροῖς τε καὶ φιλοσόφοις εἰς τὴν αὐτὴν χρείαν ἀνάγειν τήν τε ἀναπνοὴν καὶ τοὺς σφυγμοὺς, τῆς μὲν οὕτως εἰς μέγα διαφέρειν ἡμῖν φαινομένης, τῶν δ’, ὡς ἔοικεν, ἢ παντάπασιν εἰς οὐδὲν, ἢ παντελῶς μικρόν; ἐμοὶ μὲν οὖν δοκοῦσιν, ὥσπερ οὖν καὶ γράφουσιν οἱ πλείους αὐτῶν, ἐκ τοῦ τρέπεσθαι παραπλησίους τροπὰς ἐπὶ τοῖς αὐτοῖς αἰτίοις ἀμφότερα κοινὴν εἶναι καὶ τὴν χρείαν αὐτῶν ὑπονοῆσαι·3 τῶν τε γὰρ γυμναζομένων καὶ λουομένων, καὶ τῶν ὁπωσοῦν ἄλλως θερμαινομένων, οὐ τὴν ἀναπνοὴν μόνον ὠκυτέραν τε καὶ πυκνοτέραν καὶ μείζονα γινομένην ἔστιν ἰδεῖν, ἀλλὰ καὶ τοὺς σφυγμοὺς ὡσαύτως τρεπομένους, τῶν τ’ ἀργούντων, καὶ τῶν ὁπωσοῦν ἄλλως ψυχομένων, οὐ τὴν ἀναπνοὴν μόνην ἀραιοτέραν τε καὶ βραδυτέραν καὶ μικροτέραν, ἀλλὰ καὶ τοὺς σφυγμούς. καὶ ἐν τοῖς καυσώδεσι πυρετοῖς πλεῖστον μὲν καὶ τάχιστον καὶ πυκνότατον ἀναπνέουσι, μεγίστους δ’ ἔχουσι καὶ ταχίστους καὶ πυκνοτάτους τοὺς σφυγμούς. εἰ δ’ ἐπὶ ταῖς ἀσυμμέτροις τροφαῖς οἱ μὲν σφυγμοὶ μείζονες, αἱ δ’ ἀναπνοαὶ γίνονται μικρότεραι, οὐδὲ τοῦτο ἀπόρημα τῷ λόγῳ· μικρότερον μὲν γὰρ ἀναπνέουσιν ἢ σφύζουσι στενοχωρίᾳ τῶν φρενῶν, ἀλλ’ ὅσῳ μικρότερον, τοσούτῳ πυκνότερον, ἰώμενοι τὴν μικρότητα τῆς ἀναπνοῆς τῷ συνεχεῖ τῆς ἐνεργείας. ὅσον γὰρ ἐνδεέστερον ἀπέλαυσεν ἡ φύσις ἀέρος, οὐ δυνηθέντος ἐπὶ πλεῖστον διαστῆναι τοῦ θώρακος, τοῦτο ἐπανορθοῦται τῇ πυκνότητι. καὶ διὰ τοῦτο ἴσον δύναται τὸ μικρότερόν τε ἅμα καὶ πυκνότερον πνεῦμα τῷ μείζονί τε ἅμα καὶ ἀραιοτέρῳ. λέγομεν δὲ νῦν ἀραιότερον σφυγμὸν τὸν ἐπὶ τροφαῖς, οὐ τὸν πρὸ τῆς τροφῆς, ἐκείνου μὲν γὰρ πυκνότερός ἐστιν, ἀλλὰ τῇ τῆς ἀναπνοῆς ἰδέᾳ παραβάλλοντες. εἰ τοίνυν τρέπεται μὲν ὡσαύτως ἐπὶ τοῖς αὐτοῖς αἰτίοις ἡ ἀναπνοὴ τοῖς σφυγμοῖς, βλάπτεται δ’ οὐχ ὡσαύτως ἀπολλυμένη, καὶ γὰρ τοῦτ’ ἔμπροσθεν ἐδείχθη, περαίνοιτ’ ἂν οὐδὲν ἧττον ὁμοίως ἀλλήλοις τὰ ἀντικείμενα, τό τε τῆς αὐτῆς ἕνεκα χρείας ἄμφω γεγονέναι καὶ τὸ μὴ τῆς αὐτῆς. ἀλλ’ οὐκ ἐνδέχεται· χρὴ γὰρ θάτερον αὐτῶν ἀληθὲς ὑπάρχειν, οὐκ ἄμφω.
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΣΦΥΓΜΩΝ ΒΙΒΛΙΟΝ. 脈拍の有用性とは何か。それは、ほぼすべての医者や哲学者たちに思われたように、呼吸のそれと同じものなのだろうか、それともこれとは別の何かなのだろうか。というのも、他の少なからぬ現象がそれに反対しているように見え、また、いま語られようとしていることも決して小さくない反対を示しているように見える以上、彼らの言うことを吟味もせずに信じるわけにはいかないからである。実際、我々は呼吸を奪われれば直ちに死んでしまうが、身体の部分の多くは脈拍がない状態にしても大きな害を被ることはない。たとえば、もし君が、鼠径部を通って脚へと下っている動脈か、あるいは腋窩を通って腕へと至る動脈を、糸で縛ろうとするなら、四肢にある動脈のすべてを直ちに無脈状態にすることになるが、だからといって、それらの部位の随運動を麻痺させることはないし、感覚を麻痺させることもない。もし時間が経つにつれて、それらが痺れ、冷たくなり、蒼白になり、栄養が失われるとしても、それはおそらく、脈拍の消失によるというよりは、むしろ共感によって起こるのだろう。しかし、もし神経を糸で縛るならば、君はそれらの部位を直ちに完全に動かなくし、感覚を失わせるだろう。したがって、動脈もまた、神経と同じように害された場合には、それまで各部位に役立っていたまさにその点において、直ちに害を及ぼすべきであった。そして、何よりも奇妙なことに、もし頸部の動脈を糸で縛ったとしても、動物に対して明らかな害を与えることはない。これらの動脈は、生命活動の最も主導的な器官である心臓と、精神活動の最も主導的な器官である脳を結んでいるにもかかわらずである。したがって、これほど重要な動脈の害が動物を何ら明らかに損なわないのであるから、他のどの動脈が損なうことなど到底あり得ない。もしそれらが害されても何の害も及ぼさないのであれば、それらが健全な状態にあったとしても、何の益にもなっていないことは、おそらく誰の目にも明らかであろう。では、なぜ我々は脈拍から非常に大きな予後診断を下すことができるのだろうか。「大きな力を持つ原因から判断するのではなく、重要な兆候として判断するのだ」と、ある人は言うかもしれない。「たとえば、爪が曲がって黒ずんでいることから死を推測するようなものである」と。なぜなら、生命にとって有用なものに、ある現象が必然的に随伴する場合、危険自体は有用なものの損傷に起因するが、必然的に随伴するその現象が危険の兆候となるからである。それゆえ、主導的な内臓は心臓であり、動脈は心臓から生じ、それと同じように運動する。したがって、動脈も心臓と同じように害され、このことによって大きな事柄を示す性質を持っているのである。しかし、大きな事柄を示すことと、大きな力を持つことは、同じではないことが示されている。では、呼吸は我々にとって非常に大きく貢献しているように見え、他方、脈拍は、どうやらまったく何にも、あるいは極めてわずかしか貢献していないように見えるのに、なぜ、すべての医師や哲学者たちに、呼吸と脈拍を同じ有用性に帰するという考えが浮かんだのだろうか。思うに彼らは、彼らの大半が書いている通り、両者が同じ原因に対して同様の変化を示すことから、それらの有用性もまた共通であると推測したようである。なぜなら、運動する者や入浴する者、あるいは他の何らかの方法で温められる者において、呼吸がより速く、より頻繁になり、より大きくなるのが見られるだけでなく、脈拍も同様に変化するのを見ることができるからである。また、安静にしている者や、他の何らかの方法で冷やされる者においては、呼吸がよりまばらになり、より遅くなり、より小さくなるだけでなく、脈拍も同様になる。そして、激しい熱病においては、患者は非常に大きく、非常に速く、非常に頻繁に呼吸をし、また、脈拍も非常に大きく、非常に速く、非常に頻繁になる。しかし、不相応な食事を摂った後に、脈拍は大きくなり、呼吸は小さくなるとしても、このことは議論の難点にはならない。なぜなら、彼らが脈拍よりも小さく呼吸をするのは横隔膜の圧迫のためであるが、呼吸が小さくなればなるほど、それだけ頻繁になり、活動の継続性によって呼吸の小ささを補っているからである。自然が、胸郭が十分に拡張できないために不足した分の空気を獲得する際、この不足は頻度によって補われる。そしてこのため、小さくて同時に頻繁な呼吸は、大きくて同時にまばらな呼吸と同じ効果を持つのである。なお、ここで食事の後の脈拍はまばらであると言うのは、食事の前の脈拍と比べてのことではない。なぜなら食事後の脈拍は食事前よりも頻繁だからである。そうではなく、呼吸のあり方と比較してそう言っているのである。それゆえ、もし呼吸が脈拍と同じ原因に対して同様に変化する一方で、それが失われたときに被る害は同様ではない(これもまた先ほど示された通りである)とすれば、互いに対立する二つの事柄、すなわち、両者が同じ有用性のために生じたということと、同じ有用性のために生じたのではないということの双方が、同じように成り立ってしまうことになる。しかし、そのようなことはあり得ない。なぜなら、それらのうちの一方のみが真実でなければならず、両方が真実であることはあり得ないからである。
- 1ἐναντιοῦσθαι δοκούντων ἄλλων τέ τινων οὐκ ὀλίγων φαινομένων
属格独立構文。名詞句である ἄλλων τέ τινων οὐκ ὀλίγων φαινομένων(他の少なくない現象が)が、分詞 δοκούντων(〜と思われる)の意味上の主語であり、これに補文となる不定詞 ἐναντιοῦσθαι(反対する)が続いている。
- 1εἰς ἅπερ ἔμπροσθεν ὠφέλουν ἕκαστον τῶν μορίων, εἰς ταῦτα καὶ βλάπτειν
非人称動詞 ἐχρῆν(〜すべきであった)に導かれる対格不定詞構文。対格の τὰς ἀρτηρίας... κακωθείσας(害された動脈が)が不定詞 βλάπτειν(害を及ぼす)の意味上の主語となる。関係詞節 εἰς ἅπερ...(〜に役立っていたまさにその点において)は、主節の指示代名詞句 εἰς ταῦτα(それらの点において)を修飾するために先行して置かれている。
- 1ἐμοὶ μὲν οὖν δοκοῦσιν... ὑπονοῆσαι
主動詞 δοκοῦσιν(〜と思われる)が個人的構文として用いられており、主語(「医師や哲学者たち」)は省略されている。この動詞は不定詞 ὑπονοῆσαι(推測する)を伴い、「彼らは〜と推測したと思われる」という意味になる。さらにこの ὑπονοῆσαι は、対格 τὴν χρείαν と不定詞 εἶναι からなる対格不定詞構文(それらの有用性もまた共通であるということ)を目的語として支配している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
- 2026-09-21 AI校閲 — 訳文 1 件
