← ガレノス

良好な体調について

§1#1

良好な体調の定義と絶対的状態と相対的状態

ガレノスは「状態」と「健康状態の良さ」の概念を定義し、無条件(絶対的)なものと相対的なものの違いを論じる。また、ヒポクラテスの警句を引きつつ、アスリートの極端な健康状態は相対的なものであり危険であると説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1#1

​ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΕΥΕΞΙΑΣ ΒΙΒΛΙΟΝ. Τὸ τῆς ἕξεως ὄνομα κατὰ παντὸς ἐπιφέρειν εἰθίσμεθα τοῦ μονίμου τε καὶ δυσλύτου,1 καὶ οὐδὲν μᾶλλον ἐπαινοῦντες, ἢ ψέγοντες. ἀλλ’ ὅταν εὐεξίαν ἢ καχεξίαν εἴπωμεν, ἤδη τηνικαῦτα διορίζομεν, ὁποίαν τινὰ τὴν ἕξιν εἶναί φαμεν. ἀγαθὴ μὲν οὖν ἁπλῶς ἕξις ἐν ἀρίστῃ κατασκευῇ γίνεται σώματος, οὐχ ἁπλῶς δὲ καὶ καθ’ ἑκάστην φύσιν σώματος. ἡ μέντοι καχεξία περὶ πᾶσαν συνίσταται κατασκευὴν σώματος, εἴθ’ ἁπλῶς, εἴτ’ ἐν τῷ πρός τι λέγοιτο. χρὴ τοίνυν ἀναμνησθῆναι τῶν περὶ ἀρίστης κατασκευῆς εἰρημένων ἰδίᾳ τὸν βουλόμενον ἀκριβῶς ἐπιγνῶναι, τί ποτέ ἐστιν ἁπλῶς εἰπεῖν εὐεξία. πλάτος γὰρ ἱκανὸν ἐχούσης τῆς ὑγείας, ὡς πολλάκις ἐν ἑτέροις ἐπιδέδεικται, τὴν μὲν ἐπίτασιν αὐτῆς εὐεξίαν ὀνομάζουσιν οἱ παλαιοὶ φιλόσοφοί τε καὶ ἰατροὶ, τὴν δὲ ἔκλυσιν ἰδίῳ μὲν οὐκέτι προσαγορεύουσιν ὀνόματι, τὸ δὲ τοῦ παντὸς γένους ὡσαύτως ὑγείαν καλοῦντες. ὥστ’ ἀρίστη τις ὑγεία ἡ εὐεξία, καὶ διὰ τοῦτο ἐν τοῖς ἄριστα κατεσκευασμένοις γίνεται σώμασιν. εἰ γάρ τι μὴ τοιοῦτον, οὐκ ἂν δέξαιτο τὴν ἀρίστην ὑγείαν, ὥστ’ οὐδὲ τὴν εὐεξίαν. εἰ δὲ ἐν τῷ πρός τι,2 κατὰ τὴν ἑκάστου φύσιν γίνεται, καὶ διὰ τοῦτο μετὰ προσθήκης λέγεται Δίωνος, εἰ οὕτως ἔτυχεν, ἢ Μίλωνος εὐεξία, οὐχ ἁπλῶς εὐεξία. ἡ μέν γε τοῦ Μίλωνος, καὶ ἡ τοῦ Ἡρακλέους, καὶ ἡ τοῦ Ἀχιλλέως ἁπλῶς τ’ εἰσὶν εὐεξίαι καὶ χωρὶς προσθήκης ὀνομάζονται, καθάπερ καὶ καλὸς μὲν ὁ Ἀχιλλεὺς ἁπλῶς, ὁ δὲ πίθηκος οὐχ ἁπλῶς, ἀλλ’ ὡς πίθηκος καλός. ἐκ τῶν μετὰ προσθήκης ἐστὶ λεγομένων καὶ ἡ τῶν ἀθλητῶν εὐεξία, καὶ δεόντως ὑπὲρ αὐτῆς ὁ Ἱπποκράτης ἔλεγεν· Ἐν τοῖσι γυμναστικοῖσιν αἱ ἐπ’ ἄκρον εὐεξίαι σφαλεραί.3 οὐ γὰρ δὴ τήν γε ἁπλῶς ὀνομαζομένην εὐεξίαν, ἐπειδὰν εἰς ἄκρον ἥκῃ, σφαλερὰν εἶναί φησιν. αὐτὸ γὰρ δὴ τοῦτό ἐστιν αὐτῇ τὸ εἰς ἄκρον ἥκειν,4 τὸ πασῶν τοῦ σώματος τῶν διαθέσεων ὑπάρχειν ἡ ἀσφαλεστάτη. ἀλλ’ ἡ τῶν ἀθλητῶν, ἢ τῶν γυμναστικῶν, ἢ ὅπως ἂν ἐθέλοι τις ὀνομάζειν εὐεξίαν, διότι μὴ ἁπλῶς ἐστιν εὐεξία ἡ ἀρίστη διάθεσις σώματος, εὐλόγως εἰς ἄκρον ἰοῦσα σφαλερωτάτη γίνεται. διάθεσις γὰρ, φησὶν, ἀθλητικὴ οὐ φύσει, ἕξις ὑγιεινὴ κρείσσων. τῆς μὲν οὖν ὑγιεινῆς ἕξεως ἡ τελειότης εὐεξία ἐστί· τῆς δὲ τῶν ἀθλητῶν διαθέσεως οὐχ ἁπλῶς, ἀλλὰ μετὰ προσθήκης, ὡς εὔμορφος πίθηκος,5 καὶ πῆχυς μέγας, καὶ ἄδικος χοῖνιξ, καὶ ἀδόκιμος δραχμή. εἴτε γὰρ ὁ πῆχυς μέγας, οὐκέθ’ ἁπλῶς πῆχυς, ἀλλ’ ὅλον τοῦτο μέγας πῆχυς, εἴτε ἡ χοῖνιξ ἄδικος, οὐκέθ’ ἁπλῶς χοῖνιξ, ἀλλ’ ὅλον τοῦτο χοῖνιξ ἄδικος. ὡσαύτως δὲ κᾀπὶ τῶν ἄλλων ἁπάντων τὸ χωρὶς τῆς προσθήκης ἁπλῶς ὀνομαζόμενον οὐ τῆς αὐτῆς ἐστι φύσεως τῷ μετὰ προσθήκης λεγομένῳ.

ガレノス『健康状態の良さについて』私たちは「状態」という名前を、永続的で解消しがたいあらゆるものに対して適用することに慣れており、称賛することも非難することも特にしない。しかし、私たちが「健康状態の良さ」あるいは「健康状態の悪さ」と言うときには、その時点ですでに、その状態がいかなる性質のものであると言っているのかを限定している。したがって、絶対的な意味での善い状態は身体の最善の構成において生じるが、絶対的ではなく、それぞれの身体の自然に応じたものでもある。しかし、健康状態の悪さは、絶対的な意味で言われようと、あるいは相対的な意味で言われようと、身体のあらゆる構成について成り立つ。それゆえ、絶対的な意味で健康状態の良さとは何であるかを正確に理解したいと望む者は、最善の構成について個別に語られたことを想起せねばならない。なぜなら、健康には十分な幅があるので、他の著作で何度も示されたように、古代の哲学者や医師たちは、その高まりを「健康状態の良さ」と呼び、その緩みにはもはや固有の名前を与えず、全体の類の名と同じく「健康」と呼んでいるからである。したがって、健康状態の良さとはある種の最善の健康であり、それゆえに最善に構成された身体において生じる。もし何らかの身体がそのようなものでなければ、最善の健康を受け入れることはできず、したがって健康状態の良さも受け入れられない。しかし、もし相対的な意味であれば、それは個々の自然に応じて生じ、それゆえ、たとえばディオンの、あるいはミロンの健康状態の良さというように、付加を伴って言われるのであり、絶対的な健康状態の良さではない。なぜなら、ミロンの、またヘラクレスの、そしてアキレウスのそれは、絶対的な意味での健康状態の良さであり、付加なしで名づけられるからである。それはちょうど、アキレウスは絶対的な意味で美しいが、猿は絶対的にではなく、猿として美しいと言われるようなものである。アスリートたちの健康状態の良さも付加を伴って言われるものに属しており、これについてヒポクラテスは当然にも「体育的な訓練を行っている人々において、極限に達した健康状態の良さは危険である」と言った。なぜなら、彼は絶対的な意味で呼ばれる健康状態の良さが、極限に達したときに危険であると言っているのではないからである。なぜなら、それにとって極限に達することそれ自体が、身体のあらゆる状態の中で最も安全なものであるということだからである。しかし、アスリートの、あるいは体育競技者の(あるいは人がそれをどう呼ぼうとも)健康状態の良さは、それが身体の最善の状態としての絶対的な健康状態の良さではないため、極限に達すると極めて危険になるのは理にかなっている。なぜなら、「アスリートの状態は自然なものではなく、健康な状態の方が優れている」と彼(ヒポクラテス)は言うからである。それゆえ、健康な状態の完成が健康状態の良さであり、アスリートの状態は、絶対的な意味ではなく、付加を伴って(そう呼ばれるの)である。それは容姿の美しい猿や、長いペーキュス、不当なコイニクス、偽物のドラクマのようなものである。なぜなら、大きいペーキュスと言えば、それはもはや絶対的なペーキュスではなく、これ全体で大きいペーキュスなのであり、不当なコイニクスと言えば、もはや絶対的なコイニクスではなく、これ全体で不当なコイニクスだからである。同様に、他のすべての場合においても、付加なしで絶対的に名づけられるものは、付加を伴って言われるものと同一の性質ではない。

構文注5 件
  1. 1τοῦ μονίμου τε καὶ δυσλύτου

    中性名詞化された形容詞の属格であり、先行するπαντὸςを修飾し、「永続的で解消しがたいあらゆるものに関して」という意味となる。

  2. 1εἰ δὲ ἐν τῷ πρός τι

    動詞γίνεταιなどの省略。「しかし、もし[健康状態の良さが]相対的なものであるならば」という仮定を表す。

  3. 1Ἐν τοῖσι γυμναστικοῖσιν αἱ ἐπ’ ἄκρον εὐεξίαι σφαλεραί

    ヒポクラテス『アフォリズム』1.3の引用。イオン方言のτοῖσι(=τοῖς)が用いられ、また系動詞εἰσίνが省略されている。

  4. 1αὐτὸ γὰρ δὴ τοῦτό ἐστιν αὐτῇ τὸ εἰς ἄκρον ἥκειν

    指示代名詞τοῦτοと定冠詞付き不定詞τὸ εἰς ἄκρον ἥκεινは同格の関係にある。与格のαὐτῇは所持・帰属の与格で「それ(絶対的な健康状態の良さ)にとって」の意味。

  5. 1ὡς εὔμορφος πίθηκος

    形容詞が付くことで名詞の本来の定義が制限、あるいは否定される例を並列している。「不当なコイニクス」など、単にその名で呼ぶ場合とは本質が異なることを示す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)urn:cts:greekLit:tlg0057.tlg025.humanitext-grc1:1#1