- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg014.humanitext-grc2:9.13-9.20
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
鹿用の足罠の構造と設置・隠蔽の要領、点検方法、および罠にかかった鹿の追跡と安全な仕留め方(夏季の追跡猟を含む)について述べる。
τὸν δὲ βρόχον τῆς σειρίδος τὸν ἐπὶ τὴν στεφάνην ἐπιτεθησόμενον πεπλεγμένον σπάρτου καὶ αὐτὴν τὴν σειρίδα·1 ἔστι γὰρ ἀσηπτότατον τοῦτο. ὁ δὲ βρόχος αὐτὸς ἔστω στιφρὸς καὶ ἡ σειρίς· τὸ δὲ ξύλον τὸ ἐξαπτόμενον ἔστω μὲν δρυὸς ἢ πρίνου, μέγεθος τρισπίθαμον, περίφλοιον, πάχος παλαιστῆς.
罠紐の輪で円環の上に置かれるもの、また紐自体はエニシダで編まれていなければならない。これが最も腐りにくいからである。輪自体も紐も頑丈でなければならない。結びつけられる木片は樫または常緑樫とし、大きさは三スパン、樹皮を付けたままにし、厚さは一パームとすること。
ἱστάναι δὲ τὰς ποδοστράβας διελόντα τῆς γῆς βάθος πεντεπάλαστον, περιφερὲς δὲ τοῦτο, καὶ ἄνωθεν ἴσον ταῖς στεφάναις τῶν ποδοστραβῶν, εἰς δὲ τὸ κάτω ἀμειβόμενον στενότητι· διελεῖν δὲ καὶ τῇ σειρίδι καὶ τῷ ξύλῳ τῆς γῆς ὅσον ἵζεσθαι ἀμφοῖν.2
足罠を仕掛けるにあたっては、地面を五パームの深さに掘り、この穴は円形とし、上部は足罠の円環と同じ大きさにし、下方に向かって狭くなるようにすること。また、紐と木片のためにも、両者が収まるだけの深さに地面を掘ること。
ποιήσαντα δὲ ταῦτα ἐπὶ μὲν τὸ βάθος τὴν ποδοστράβην ἐπιθεῖναι κατωτέρω ἰσόπεδον, περὶ δὲ τὴν στέγην τὸν βρόχον τῆς σειρίδος· καὶ αὐτὴν καὶ τὸ ξύλον καθέντα εἰς τὴν χώραν τὴν ἑκατέρου, τῇ στέγῃ ἐπιθεῖναι δοκίδας ἀτρακτυλίδος μὴ ὑπερτεινούσας εἰς τὸ ἔξω, ἐπὶ δὲ τούτων πέταλα λεπτά, ὧν ἂν ἡ ὥρα ᾖ.
これを行ったなら、深部において足罠を底が水平になるよう下に設置し、その覆いの周りに紐の輪を置くこと。そして紐自体と木片をそれぞれの場所に収めた上で、外側にはみ出さないように、アザミの小枝を覆いの上に置き、その上には、その季節に得られる薄い葉を敷くこと。
μετὰ δὲ τοῦτο τῆς γῆς ἐπιβαλεῖν3 ἐπʼ αὐτὰ πρῶτον μὲν τὴν ἐπιπολῆς ἐξαιρεθεῖσαν ἐκ τῶν ὀρυγμάτων, ἄνωθεν δὲ ταύτης γῆς στερεᾶς τῆς ἄπωθεν, ἵνα ᾖ τῇ ἐλάφῳ ὅτι μάλιστα ἄδηλος ἡ στάσις· τὴν δὲ περιοῦσαν τῆς γῆς ἀποφέρειν πόρρω ἀπὸ τῆς ποδοστράβης· ἐὰν γὰρ ὀσφραίνηται νεωστὶ κεκινημένης, δυσωπεῖται·
この後、それらの上にまず掘削によって表面から取り出された土を振りかけ、その上に遠くから持ってきた堅い土を被せること。鹿にとって罠の設置場所ができる限り目立たないようにするためである。余った土は足罠から遠くへ運び去ること。鹿は新しく掘り起こされた土の匂いを嗅ぐと、警戒するからである。
ταχὺ δὲ ποιεῖ τοῦτο. ἐπισκοπεῖν δὲ ἔχοντα τὰς κύνας τὰς μὲν ἐν τοῖς ὄρεσιν ἑστώσας, μάλιστα μὲν ἕωθεν, χρὴ δὲ καὶ τῆς ἄλλης ἡμέρας, ἐν δὲ τοῖς ἔργοις πρῴ. ἐν μὲν γὰρ τοῖς ὄρεσιν οὐ μόνον τῆς νυκτὸς ἁλίσκονται ἀλλὰ καὶ μεθʼ ἡμέραν διὰ τὴν ἐρημίαν· ἐν δὲ τοῖς ἔργοις τῆς νυκτὸς διὰ τὸ μεθʼ ἡμέραν πεφοβῆσθαι τοὺς ἀνθρώπους.
鹿はすぐにそうする。犬たちを連れて点検にあたるにあたっては、山中に仕掛けられた罠については、特に夜明けに行うべきであるが、日中の他の時間にも行う必要があり、耕作地においては早朝に行うこと。山中では人里離れているために夜間だけでなく日中にも鹿が捕まるが、耕作地では日中に人間を恐れているために夜間に捕まるからである。
ἐπειδὰν δὲ εὕρῃ ἀνεστραμμένην τὴν ποδοστράβην, μεταθεῖν ἐπιλύσαντα τὰς κύνας καὶ ἐπικελεύσαντα κατὰ τὸν ὁλκὸν τοῦ ξύλου, σκοπούμενον ὅποι ἂν φέρηται. ἔσται δὲ οὐκ ἄδηλον ἐπὶ τὸ πολύ· οἵ τε γὰρ λίθοι ἔσονται κεκινημένοι τά τʼ ἐπισύρματα τοῦ ξύλου καταφανῆ ἐν τοῖς ἔργοις· ἐὰν δὲ τραχεῖς τόπους διαπερᾷ, αἱ πέτραι ἕξουσι τὸν φλοιὸν τοῦ ξύλου ἀφηρπασμένον καὶ κατὰ τοῦτο ῥᾴους αἱ μεταδρομαὶ ἔσονται.
そして足罠がひっくり返っているのを見つけたときは、犬たちを解き放ち、木片が引きずられた跡を追って犬たちをけしかけ、獲物がどこへ向かったかを見定めながら追跡すること。大抵の場合、それは容易に判別できる。石は動かされており、耕作地では木片を引きずった痕跡が明白だからである。また険しい土地を通り抜ける場合、岩肌が木片の樹皮を剥ぎ取っているため、このことによって追跡はより容易になるだろう。
ἐὰν μὲν οὖν τοῦ προσθίου ποδὸς ἁλῷ,4 ταχὺ ληφθήσεται· ἐν γὰρ τῷ δρόμῳ πᾶν τὸ σῶμα τύπτει καὶ τὸ πρόσωπον· ἐὰν δὲ τοῦ ὄπισθεν, ἐφελκόμενον τὸ ξύλον ἐμποδὼν ὅλῳ ἐστὶ τῷ σώματι, ἐνίοτε δὲ καὶ εἰς δίκρας τῆς ὕλης ἐμπίπτει φερόμενον, καὶ ἐὰν μὴ ἀπορρήξῃ τὴν σειρίδα, καταλαμβάνεται αὐτοῦ.
さて、前足で捕まったならば、速やかに捕獲されるだろう。走る間に木片が全身と顔面を打ち据えるからである。後足で捕まったならば、引きずられる木片が全身の妨げとなり、時には進むうちに藪の二股に分かれた枝に挟まることもあり、紐を引きちぎらない限り、その場で捕らえられる。
χρὴ δέ, ἐὰν οὕτως ἕλῃ ἢ περιγενόμενος πόνῳ, μὴ προσιέναι ἐγγύς· τοῖς γὰρ κέρασι παίει, ἐὰν μὲν ᾖ ἄρρην, καὶ τοῖν ποδοῖν· ἐὰν δὲ θήλεια, τοῖν ποδοῖν· ἄπωθεν οὖν ἀκοντίζειν. ἁλίσκονται δὲ καὶ ἄνευ ποδοστράβης διωκόμεναι, ὅταν ᾖ ἡ ὥρα θερινή· ἀπαγορεύουσι γὰρ σφόδρα, ὥστε ἑστῶσαι ἀκοντίζονται· ῥιπτοῦσι δὲ καὶ εἰς τὴν θάλατταν,5 ἐὰν κατέχωνται, καὶ εἰς τὰ ὕδατα ἀπορούμεναι· ὁτὲ δὲ διὰ δύσπνοιαν πίπτουσι.
このように捕らえた場合、あるいは鹿を疲労によって制圧した場合であっても、間近に近づいてはならない。牡鹿であれば角と両足で打ちかかり、牝鹿であれば両足で打ちかかるからである。したがって遠くから投げ槍を投げること。また、夏の季節であれば、追跡によって足罠なしでも捕らえられる。鹿は激しく疲弊し、立ち止まったまま投げ槍で突かれるからである。追い詰められれば、途方に暮れて海や水の中へと自らを投げ込むこともあり、時には呼吸困難によって倒れることもある。
- 9.13τὸν δὲ βρόχον τῆς σειρίδος τὸν ἐπὶ τὴν στεφάνην ἐπιτεθησόμενον πεπλεγμένον σπάρτου καὶ αὐτὴν τὴν σειρίδα
直前節の χρὴ εἶναι を承けた対格不定詞構文(εἶναι の省略)であり、τὸν βρόχον と αὐτὴν τὴν σειρίδα がその意味上の主語、完了分詞 πεπλεγμένον(男性単数対格)が述語的に機能している。σπάρτου は材料の属格。
- 9.14ὅσον ἵζεσθαι ἀμφοῖν
関係代名詞 ὅσον が不定詞 ἵζεσθαι を伴い、「両者が収まるのに十分なだけ」という結果・程度を表す。ἀμφοῖν は両数与格で、不定詞に対する関係の与格(または意味上の主体)として機能している。
- 9.16τῆς γῆς ἐπιβαλεῖν
τῆς γῆς は部分属格であり、動詞 ἐπιβαλεῖν の直接目的語として機能している(「土の一部を振りかける」)。後続する τὴν ἐπιπολῆς ἐξαιρεθεῖσαν が同格的にその内容を限定し、さらに後続の γῆς στερεᾶς と呼応している。
- 9.19τοῦ προσθίου ποδὸς ἁλῷ
τοῦ προσθίου ποδὸς は身体の罹患部を示す属格(部分の属格)。捕縛・接触を表す動詞(ἁλῷ)は、獲物の捕らえられた部位を属格で取る構文をとる。
- 9.20ῥιπτοῦσι δὲ καὶ εἰς τὴν θάλατταν
動詞 ῥίπτω は通常他動詞(投げる)であるが、ここでは再帰代名詞(ἑαυτάς)が省略された再帰的・自動詞的用法であり、「(鹿自身が)身を投じる」の意味になる。
