← クセノポン

狩猟について

§5.12-5.24

野兎の生態と品種および追跡時の行動

季節や環境に応じた野兎の習性、多産性、幼獣の保護と成長段階による走力、猟犬による追跡法や逃走時の行動、二つの品種による体色・形態の違い、および天敵の不在による島嶼部での生息状況を解説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5.12

ὅταν δὲ ἡ γῆ βρύῃ, μᾶλλον τὰ ἔργα ἢ τὰ ὄρη ἔχουσιν. ὑπομένει δὲ πανταχοῦ ἰχνευόμενος, ἐὰν μήτι περίφοβος τῆς νυκτὸς γένηται· παθὼν δὲ τοῦτο ὑποκινεῖ.

大地が草木を繁茂させるとき、野兎たちは山よりも耕作地を占有する。足跡を追われても、夜間にひどく脅かされていない限り、至る所で留まっている。しかしこの状態に陥った場合は、そっと逃げ出す。

§5.13

πολύγονον δʼ ἐστὶν οὕτως, ὥστε τὰ μὲν τέτοκε, τὰ δὲ τίκτει, τὰ δὲ κύει. τῶν δὲ μικρῶν λαγίων ὄζει μᾶλλον ἢ τῶν μεγάλων· ἔτι γὰρ ὑγρομελῆ ὄντα ἐπισύρεται ὅλα ἐπὶ τῆς γῆς.

野兎はきわめて多産であり、ある〔子〕は産み落としており、ある〔子〕は産みつつあり、ある〔子〕は身籠もっている。また小兎は大きな兎よりも匂いが強い。まだ四肢が柔らかく、体全体を地面に擦りつけるからである。

§5.14

τὰ μὲν οὖν λίαν νεογνὰ οἱ φιλοκυνηγέται ἀφιᾶσι τῇ θεῷ. οἱ δὲ ἤδη ἔτειοι τάχιστα θέουσι τὸν πρῶτον δρόμον, τοὺς δʼ ἄλλους οὐκέτι· εἰσὶ γὰρ ἐλαφροί, ἀδύνατοι δέ.

それゆえ狩猟を愛する者たちは、あまりに幼いものは女神に放免する。一方、すでに一歳になったものは、最初の疾走では最も速く走るが、その後の疾走ではもはやそうではない。軽やかであるが力がないからである。

§5.15

λαμβάνειν δὲ τοῦ λαγῶ τὰ ἴχνη1 ὑπάγοντα τὰς κύνας ἐκ τῶν ἔργων ἄνωθεν· ὅσοι δὲ μὴ ἔρχονται αὐτῶν εἰς τὰ ἐργάσιμα, τοὺς λειμῶνας, τὰς νάπας, τὰ ῥεῖθρα, τοὺς λίθους, τὰ ὑλώδη· καὶ ἐὰν ὑποκινῇ, μὴ ἀναβοᾶν, ἵνα μὴ αἱ κύνες ἔκφρονες γιγνόμεναι χαλεπῶς τὰ ἴχνη γνωρίζωσιν.

野兎の足跡は、耕作地の上方から犬たちを導き入れながら取ること。耕作地に現れない野兎については、牧草地、谷間、小川、岩場、森林地帯を探索すること。また野兎がそっと動き出しても、大声をあげてはならない。犬たちが狂乱して足跡を見分けるのが困難にならないようにするためである。

§5.16

εὑρισκόμενοι δὲ ὑπʼ αὐτῶν καὶ διωκόμενοι ἔστιν ὅτε διαβαίνουσι τὰ ῥεύματα καὶ ὑποκάμπτουσι καὶ καταδύονται εἰς φάραγγας καὶ εἰς ἰλεούς· πεφόβηνται γὰρ οὐ μόνον τὰς κύνας ἀλλὰ καὶ τοὺς ἀετούς· ὑπερβάλλοντες γὰρ τὰ σιμὰ καὶ τὰ ψιλὰ ἀναρπάζονται, ἕως ἂν ὦσιν ἔτειοι·

犬たちに発見され追跡されると、彼らは時に川を渡り、曲がりくねって進み、渓谷や巣穴に潜り込む。彼らは犬たちだけでなく鷲をも恐れているからである。一歳になるまでは、尾根や開けた場所を越えようとするときにさらわれてしまうからである。

§5.17

τοὺς δὲ μείζους ἐπιτρέχουσαι αἱ κύνες ἀναιροῦνται. ποδωκέστατοι μὲν οὖν εἰσιν οἱ ὄρειοι, οἱ πεδινοὶ δὲ ἧττον, βραδύτατοι δὲ οἱ ἕλειοι· οἱ δʼ ἐπὶ πάντας τοὺς τόπους πλανῆται χαλεποὶ πρὸς τοὺς δρόμους· τὰ γὰρ σύντομα ἴσασι· θέουσι γὰρ μάλιστα μὲν τὰ ἀνάντη ἢ τὰ ὁμαλά, τὰ δὲ ἀνώμαλα ἀνομοίως, τὰ δὲ κατάντη ἥκιστα. διωκόμενοι δέ εἰσι κατάδηλοι μάλιστα μὲν διὰ γῆς κεκινημένης, ἐὰν ἔχωσιν ἔνιον ἐρύθημα,2 καὶ διὰ καλάμης διὰ τὴν ἀνταύγειαν· κατάδηλοι δὲ καὶ ἐν τοῖς τριμμοῖς καὶ ἐν ταῖς ὁδοῖς, ἐὰν ὦσιν ἰσόπεδοι· τὸ γὰρ φανὸν τὸ ἐν αὐτοῖς ἐνὸν ἀντιλάμπει· ἄδηλοι δέ, ὅταν κατὰ τοὺς λίθους, τὰ ὄρη, τὰ φελλία, τὰ δασέα ἀποχωρῶσι, διὰ τὴν ὁμόχροιαν.

より大きな兎については、犬たちが追いついて仕留める。さて、山地の兎が最も足が速く、平地のものはそれに劣り、湿地のものは最も遅い。あらゆる場所を彷徨う兎は追跡して走らせるのが困難である。彼らは近道を知っているからである。彼らは何よりも上り坂や平坦な場所を走り、でこぼこした場所は不規則に、下り坂は最も走らない。追われているときには、掘り起こされた土の上では極めてよく目立つ、もし多少の赤みを持っていれば。また刈り株の上では反射のゆえに目立つ。踏み分け道や街道においても、平坦であればよく目立つ。彼らのうちにある明るい色が反射するからである。だが、石場や山、石だらけの荒地、茂みに退避するときには、同色のゆえに見えにくい。

§5.19

προλαμβάνοντες δὲ τὰς κύνας ἐφίστανται καὶ ἀνακαθίζοντες ἐπαίρουσιν αὑτοὺς καὶ ἐπακούουσιν, εἴ που πλησίον κλαγγὴ ἢ ψόφος τῶν κυνῶν· καὶ ὅθεν ἂν ἀκούσωσιν ἀποτρέπονται.

犬たちに先んじると立ち止まり、身を起こして座り、自らの体を高くして、どこか近くで犬たちの吠え声や物音がしないかと耳を澄ます。そしてそれが聞こえてくる方向から背を向けて逃げ去る。

§5.20

ὁτὲ δὲ καὶ οὐκ ἀκούσαντες, ἀλλὰ δόξαντες ἢ πεισθέντες ὑφʼ αὑτῶν, παρὰ τὰ αὐτά, διὰ τῶν αὐτῶν, ἐπαλλάττοντες ἅλματα, ἐμποιοῦντες ἴχνεσιν ἴχνη, ἀποχωροῦσι.

また時には、物音を聞いていなくても、自らの思い込みや確信によって、同じ場所に沿って、同じ場所を通って、跳躍を交錯させ、足跡の上に足跡を重ね合わせながら立ち去る。

§5.21

καί εἰσι μακροδρομώτατοι μὲν οἱ ἐκ τῶν ψιλῶν εὑρισκόμενοι διὰ τὸ καταφανές, βραχυδρομώτατοι δὲ οἱ ἐκ τῶν δασέων· ἐμποδὼν γὰρ τὸ σκοτεινόν.

そして開けた場所で見つかった兎は、見通しが利くために最も長距離を走り、茂みから見つかった兎は、暗がりが邪魔をするために最も短距離しか走らない。

§5.22

δύο δὲ τὰ γένη ἐστὶν αὐτῶν· οἱ μὲν γὰρ μεγάλοι τὸ χρῶμα ἐπίπερκνοι καὶ τὸ λευκὸν τὸ ἐν τῷ μετώπῳ μέγα ἔχουσιν, οἱ δʼ ἐλάττους ἐπίξανθοι, μικρὸν τὸ λευκὸν ἔχοντες.

彼らの種類には二つある。大きいものは毛色が黒ずんでおり、額の白斑が大きく、小さいものは黄褐色で、白斑が小さい。

§5.23

τὴν δὲ οὐρὰν οἱ μὲν κύκλῳ περιποίκιλον, οἱ δὲ παράσειρον,3 καὶ τὰ ὄμματα οἱ μὲν χαροποί, οἱ δʼ ὑπόγλαυκοι· καὶ τὰ μέλανα τὰ περὶ τὰ ὦτα ἄκρα οἱ μὲν ἐπὶ πολύ, οἱ δʼ ἐπὶ μικρόν.

尾については、前者は周囲にまだら模様があり、後者は側面に筋が入っている。目については、前者は琥珀色に輝き、後者は青みがかっており、耳の先端の黒い部分は、前者は広く、後者はわずかである。

§5.24

ἔχουσι δὲ αὐτῶν αἱ πολλαὶ τῶν νήσων τοὺς ἐλάττους, αἵ τʼ ἔρημοι καὶ οἰκούμεναι· τὸ δὲ πλῆθος πλείους ἐν αὐταῖς ἢ ἐν ταῖς ἠπείροις· οὐ γάρ εἰσιν οὔτʼ ἀλώπεκες ἐν ταῖς πολλαῖς αὐτῶν, αἵτινες καὶ αὐτοὺς καὶ τὰ τέκνα ἐπιοῦσαι ἀναιροῦνται, οὔτε ἀετοί· τὰ μεγάλα γὰρ ὄρη ἔχουσι μᾶλλον ἢ τὰ μικρά·4 ἐλάττω δὲ ἐπὶ τὸ πολὺ τὰ ἐν ταῖς νήσοις.

島々の多くは、無人島であれ有人島であれ、小さい方の野兎を擁している。そしてその数は大陸よりも島々においてより多い。なぜならそれらの島々の多くには、野兎とその子らを襲って殺す狐もおらず、鷲もいないからである。鷲は小さな山よりも大きな山を生息地とするが、島々の山は概して小さいからである。

構文注4 件
  1. 5.15λαμβάνειν δὲ τοῦ λαγῶ τὰ ἴχνη

    不定詞 λαμβάνειν は命令・指示の機能を持つ(命令的不定詞)。また、続く「ὅσοι δὲ μὴ ἔρχονται αὐτῶν εἰς τὰ ἐργάσιμα, τοὺς λειμῶνας...」では、対格句(τοὺς λειμῶνας 等)を目的語とする探索の動詞(ζητεῖν など)が省略されているか、あるいは λαμβάνειν の管轄が緩やかに拡張されている構文である。

  2. 5.18ἔνιον ἐρύθημα

    ἔνιον は本来「ある」「幾つかの」を意味する ἔνιοι の単数中性形であり、ここでは不可算名詞 ἐρύθημα(赤み、赤褐色の毛色)を修飾して「幾らかの赤み」「多少の赤み」を表す稀な単数限定用法的用例である。

  3. 5.23τὴν δὲ οὐρὰν οἱ μὲν κύκλῳ περιποίκιλον, οἱ δὲ παράσειρον

    対格 τὴν οὐρὰν は「尾に関して」という観点の対格、あるいは省略された動詞 ἔχουσι の直接目的語。述語として形容詞 περιποίκιλον と παράσειρον が置かれ、動詞(ἔχουσι 等)の省略を伴う並列構文を形成している。続く「τὰ ὄμματα」や「τὰ μέλανα」も同様の骨格を持つ。

  4. 5.24τὰ μεγάλα γὰρ ὄρη ἔχουσι μᾶλλον ἢ τὰ μικρά

    動詞 ἔχουσι の主語は前文の「鷲」(οἱ ἀετοί)であり、中性複数対格の τὰ μεγάλα ὄρη がその目的語(「鷲は小さな山よりも大きな山を占有・生息地とする」)。形態上 ὄρη を主語(「大きな山々が鷲を宿している」)と取ることも可能だが、前文で鷲が主語として機能している論理的一貫性から、鷲が主語と解される。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0032.tlg014.humanitext-grc2:5.12-5.24