- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg014.humanitext-grc2:12.1-12.10
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狩猟の実践的解説を終え、著者は狩猟がもたらす身体的・道徳的利益、とりわけ行軍、歩哨、戦闘、敗走時の統率など軍事面での計り知れない利点を論じ、先祖の法制や批判者への反論を通じて若者の狩猟推奨を正当化する。
περὶ μὲν αὐτῶν τῶν πράξεων τῶν ἐν τοῖς κυνηγεσίοις εἴρηται. ὠφελήσονται δʼ οἱ ἐπιθυμήσαντες τούτου τοῦ ἔργου πολλά· ὑγίειάν τε γὰρ τοῖς σώμασι παρασκευάζει καὶ ὁρᾶν καὶ ἀκούειν μᾶλλον, γηράσκειν δὲ ἧττον, τὰ δὲ πρὸς τὸν πόλεμον μάλιστα παιδεύει.
狩猟における個々の実践についてはすでに述べた。この営みに熱意を抱いた者たちは多くの益を得るであろう。すなわち、身体に健康をもたらし、視覚や聴覚を研ぎ澄まし、老化を遅らせ、とりわけ戦争に関わる事柄のために最善の訓練となるからである。
πρῶτον μὲν γὰρ τὰ ὅπλα ὅταν ἔχοντες πορεύωνται ὁδοὺς χαλεπάς, οὐκ ἀπεροῦσιν· ἀνέξονται γὰρ τοὺς πόνους διὰ τὸ εἰθίσθαι μετὰ τούτων αἱρεῖν τὰ θηρία. ἔπειτα εὐνάζεσθαί τε σκληρῶς δυνατοὶ ἔσονται καὶ φύλακες εἶναι ἀγαθοὶ τοῦ ἐπιταττομένου.
まず第一に、武具を帯びて険しい道を行軍するときにも、彼らはへこたれることがない。これら(の武具)を携えて野獣を捕えることに慣れているため、労苦に耐え抜くからである。次に、固い地面で寝起きすることができ、命じられた持ち場の良き番兵となることができる。
ἐν δὲ ταῖς προσόδοις ταῖς πρὸς τοὺς πολεμίους ἅμα οἷοί τε ἔσονται ἐπιέναι καὶ τὰ παραγγελλόμενα ποιεῖν διὰ τὸ οὕτω καὶ αὐτοὶ αἱρεῖν τὰς ἄγρας. τεταγμένοι δὲ ἐν τῷ πρόσθεν οὐ λείψουσι τὰς τάξεις διὰ τὸ καρτερεῖν δύνασθαι.
また敵への接近戦の際にも、前進することと下された命令を果たすことの双方を同時にこなすことができる。自ら獲物を捕える際にもまさにそのように行っているからである。また前列に配置されても、耐え忍ぶ力があるがゆえに戦列を離れることはない。
ἐν φυγῇ δὲ τῶν πολεμίων ὀρθῶς καὶ ἀσφαλῶς διώξονται τοὺς ἐναντίους ἐν παντὶ χωρίῳ διὰ συνήθειαν. δυστυχήσαντος δὲ οἰκείου στρατοπέδου ἐν χωρίοις ὑλώδεσι καὶ ἀποκρήμνοις ἢ ἄλλως χαλεποῖς οἷοί τʼ ἔσονται καὶ αὐτοὶ σῴζεσθαι μὴ αἰσχρῶς καὶ ἑτέρους σῴζειν· ἡ γὰρ συνήθεια τοῦ ἔργου παρέξει αὐτοῖς πλέον τι εἰδέναι.
敵が敗走する際には、地形の習熟ゆえに、いかなる場所においても正しく安全に敵を追撃する。また味方の陣営が樹木の生い茂る場所や険しい崖、あるいはその他困難な地勢で敗北を喫した場合にも、彼らは自ら不名誉を被ることなく生還し、他者を救うこともできるであろう。その営みへの習熟が、彼らに人より優れた知識をもたらすからである。
καὶ ἤδη τινὲς τῶν τοιούτων πολλοῦ ὄχλου συμμάχων τρεφθέντος τῇ αὑτῶν εὐταξίᾳ καὶ θράσει διὰ δυσχωρίαν ἁμαρτόντας τοὺς πολεμίους νενικηκότας ἀναμαχόμενοι ἐτρέψαντο·1 ἀεὶ γὰρ ἔστι τοῖς τὰ σώματα καὶ τὰς ψυχὰς εὖ ἔχουσιν ἐγγὺς εἶναι τοῦ εὐτυχῆσαι.
そして過去にも、味方の大軍が敗走した際、このような者たちのうちの幾人かが、その規律と大胆さによって、地勢の険しさゆえに過ちを犯した勝利に乗ずる敵に対し、戦いを立て直してこれを潰走させたことがあった。身体と魂が健やかである者たちには、幸運を掴む機会が常に間近にあるからである。
εἰδότες δὲ καὶ οἱ πρόγονοι ἡμῶν ὅτι ἐντεῦθεν ηὐτύχουν πρὸς τοὺς πολεμίους, ἐπιμέλειαν τῶν νέων ἐποιήσαντο· σπανίζοντες γὰρ καρπῶν τὸ ἐξ ἀρχῆς ἐνόμισαν ὅμως τοὺς κυνηγέτας μὴ κωλύειν διὰ μηδενὸς τῶν ἐπὶ τῇ γῇ φυομένων ἀγρεύειν·2
我々の先祖たちもまた、そこから敵に対して勝利を得てきたことを知っており、若者たちへの配慮を行った。実際、初めの頃には穀物の不足に苦しんでいたにもかかわらず、狩人たちが地上に育つ作物のいかなるものの間を通り抜けて狩りをすることも妨げてはならないと定めた。
πρὸς δὲ τούτῳ μὴ νυκτερεύειν ἐντὸς πολλῶν σταδίων, ἵνα μὴ ἀφαιροῖντο τὰς θήρας αὐτῶν οἱ ἔχοντες ταύτην τὴν τέχνην.3 ἑώρων γὰρ ὅτι τῶν νεωτέρων ἡ ἡδονὴ μόνη αὕτη πλεῖστα ἀγαθὰ παρασκευάζει. σώφρονάς τε γὰρ ποιεῖ καὶ δικαίους διὰ τὸ ἐν τῇ ἀληθείᾳ παιδεύεσθαι.
それに加えて、(都市から)何スタディオンもの距離の内部では夜間猟をしてはならないと定めたが、これはこの技術を持つ者たちが彼ら〔狩人たち〕の獲物を奪わないようにするためであった。彼らは、若者たちの快楽のうちでこれのみが最も多くの善きものをもたらすと見て取っていたのである。というのも、それは真実の中で教育されることによって、(若者を)節制ある正義の人へと育てるからである。
τά τε ἄλλα γὰρ καὶ τὰ τοῦ πολέμου διὰ τούτων εὐτυχοῦντες ᾐσθάνοντο· καὶ τῶν ἄλλων εἴ τι βούλονται ἐπιτηδεύειν καλῶν οὐδενὸς ἀποστερεῖ ὥσπερ ἕτεραι κακαὶ ἡδοναί, ἃς οὐ χρὴ μανθάνειν. ἐκ τῶν τοιούτων οὖν στρατιῶταί τε ἀγαθοὶ καὶ στρατηγοὶ γίγνονται.
なぜなら、彼らはその他の事柄においても、戦争に関することにおいても、これら(狩猟の訓練)を通じて成功を収めていることを実感していたからである。また、他に何か立派な事柄に励もうと望む場合にも、狩猟は決してそれを妨げることがなく、それは学ぶべきではない他の有害な快楽のようではない。したがって、このような者たちからこそ優れた兵士や将軍が生まれるのである。
ὧν γὰρ οἱ πόνοι τὰ μὲν αἰσχρὰ καὶ ὑβριστικὰ ἐκ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀφαιροῦνται, ἐπιθυμίαν δʼ ἀρετῆς ἐνηύξησαν, οὗτοι ἄριστοι· οὐ γὰρ ἂν περιίδοιεν οὔτε τὴν πόλιν τὴν ἑαυτῶν ἀδικουμένην οὔτε τὴν χώραν πάσχουσαν κακῶς.
労苦が魂と身体から恥ずべきことや傲慢さを取り除き、徳への情熱を増大させた人々、彼らこそ最も優れた者たちである。なぜなら、彼らは自らの都市が不正を被ることも、自らの国土が被害を受けることも決して座視しないからである。
λέγουσι δέ τινες ὡς οὐ χρὴ ἐρᾶν κυνηγεσίων, ἵνα μὴ τῶν οἰκείων ἀμελῶσιν, οὐκ εἰδότες ὅτι οἱ τὰς πόλεις καὶ τοὺς φίλους εὖ ποιοῦντες πάντες τῶν οἰκείων ἐπιμελέστεροί εἰσιν.
しかし一部の人々は、家業を疎かにしないようにと、狩猟に熱中すべきではないと主張するが、彼らは都市や友に善をなす者がすべて、自分の家の事柄にいっそうよく配慮する者たちであるということを知らないのである。
- 12.5πολλοῦ ὄχλου συμμάχων τρεφθέντος τῇ αὑτῶν εὐταξίᾳ καὶ θράσει διὰ δυσχωρίαν ἁμαρτόντας τοὺς πολεμίους νενικηκότας ἀναμαχόμενοι ἐτρέψαντο
文の骨格は τινὲς (主語) ... ἐτρέψαντο (主動詞) である。πολλοῦ ὄχλου συμμάχων τρεφθέντος は属格独立構文(「味方同盟軍の大軍が敗走した際」)。διὰ δυσχωρίαν ἁμαρτόντας と νενικηκότας はともに対格の名詞句 τοὺς πολεμίους を修飾する分詞で、全体として ἐτρέψαντο の目的語となる(「勝利したものの、険しい地形ゆえに失策を犯した敵を」)。τῇ αὑτῶν εὐταξίᾳ καὶ θράσει は手段の与格であり、分詞 ἀναμαχόμενοι(「戦いを立て直して/反撃して」)あるいは主動詞 ἐτρέψαντο に係っている。
- 12.6σπανίζοντες γὰρ καρπῶν τὸ ἐξ ἀρχῆς ἐνόμισαν ὅμως τοὺς κυνηγέτας μὴ κωλύειν διὰ μηδενὸς τῶν ἐπὶ τῇ γῇ φυομένων ἀγρεύειν
ἐνόμισαν は「慣習として定めた/法制化した」の意味。これに続く不定詞句 τοὺς κυνηγέτας μὴ κωλύειν ... ἀγρεύειν は、κωλύω が対格(τοὺς κυνηγέτας)と不定詞(ἀγρεύειν)をとる構文(「狩人たちが狩りをすることを妨げない」)。διὰ μηδενὸς τῶν ἐπὶ τῇ γῇ φυομένων は「地上に生えているいかなる作物の間をも通過して」という空間的通過を表す前置詞句であり、ἀγρεύειν に係る。
- 12.7πρὸς δὲ τούτῳ μὴ νυκτερεύειν ἐντὸς πολλῶν σταδίων, ἵνα μὴ ἀφαιροῖντο τὰς θήρας αὐτῶν οἱ ἔχοντες ταύτην τὴν τέχνην
μὴ νυκτερεύειν は前文の動詞 ἐνόμισαν に従属する不定詞であり、法律上の禁止条項(「夜間狩猟を行ってはならないと定めた」)を表す。ἵνα 節内の主語は οἱ ἔχοντες ταύτην τὴν τέχνην(この夜間猟の技術を持つ者たち)であり、中動態動詞 ἀφαιροῖντο は能動的意味(「奪い取る」)で対格 τὰς θήρας を目的語にとり、非再帰の αὐτῶν は前文の τοὺς κυνηγέτας を指す(「彼ら〔狩人たち〕の獲物を奪わないように」)。
