- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg010.humanitext-grc2:7.1-7.6
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
スパルタにおける富の蓄積や商業活動の禁止と、その背景にある質素な共有生活、かさばる貨幣制度や貴金属所持の処罰といった不正蓄財の防止策が述べられる。
ἐναντία γε μὴν καὶ τάδε τοῖς ἄλλοις Ἕλλησι κατέστησεν ὁ Λυκοῦργος ἐν τῇ Σπάρτῃ νόμιμα. ἐν μὲν γὰρ δήπου ταῖς ἄλλαις πόλεσι πάντες χρηματίζονται ὅσον δύνανται· ὁ μὲν γὰρ γεωργεῖ, ὁ δὲ ναυκληρεῖ, ὁ δʼ ἐμπορεύεται, οἱ δὲ καὶ ἀπὸ τεχνῶν τρέφονται·
さらにリュクルゴスは、スパルタにおいて他のギリシア人たちとは正反対の次のような慣習をも制定した。他の諸都市においては、誰もができる限り金儲けに励んでいる。ある者は農業を営み、ある者は船主となり、ある者は交易を行い、またある者たちは手工芸によって生計を立てている。
ἐν δὲ τῇ Σπάρτῃ ὁ Λυκοῦργος τοῖς ἐλευθέροις τῶν μὲν ἀμφὶ χρηματισμὸν ἀπεῖπε μηδενὸς ἅπτεσθαι, ὅσα δὲ ἐλευθερίαν ταῖς πόλεσι παρασκευάζει, ταῦτα ἔταξε μόνα ἔργα αὑτῶν νομίζειν.
しかしスパルタでは、リュクルゴスは自由民たちに対し、金儲けに関わる事柄には一切携わってはならないと禁じ、都市に自由をもたらす事柄だけを自らの務めと見なすよう定めた。
καὶ γὰρ δὴ τί πλοῦτος ἐκεῖ γε σπουδαστέος, ἔνθα ἴσα μὲν φέρειν εἰς τὰ ἐπιτήδεια, ὁμοίως δὲ διαιτᾶσθαι τάξας ἐποίησε μὴ ἡδυπαθείας ἕνεκα χρημάτων ὀρέγεσθαι; ἀλλὰ μὴν οὐδʼ ἱματίων γε ἕνεκα χρηματιστέον· οὐ γὰρ ἐσθῆτος πολυτελείᾳ ἀλλὰ σώματος εὐεξίᾳ κοσμοῦνται.
そもそも、食糧のために等しい分を拠出し、皆が一様に生活するように定めて、贅沢のために富を欲することがないようにしたその地で、なぜ富が熱心に求められねばならないだろうか。さらに、衣服のために金儲けをする必要もない。彼らが身を飾るのは、衣服の豪奢さによってではなく、身体の健全さによるからである。
οὐδὲ μὴν τοῦ γε εἰς τοὺς συσκήνους ἕνεκα ἔχειν δαπανᾶν1 χρήματα ἁθροιστέον, ἐπεὶ τὸ τῷ σώματι πονοῦντα ὠφελεῖν τοὺς συνόντας εὐδοξότερον ἐποίησεν ἢ τὸ δαπανῶντα, ἐπιδείξας τὸ μὲν ψυχῆς, τὸ δὲ πλούτου ἔργον.
また、会食仲間に対して費やすことができるようにするために富を蓄える必要もない。金を費やすことよりも肉体をもって労苦を重ね仲間を益することのほうをより名誉あることとし、前者を富の業、後者を魂の業として示したからである。
τό γε μὴν ἐξ ἀδίκων χρηματίζεσθαι καὶ ἐν τοῖς τοιούτοις διεκώλυσε. πρῶτον μὲν γὰρ νόμισμα τοιοῦτον κατεστήσατο, ὃ δεκάμνων μόνον ἂν εἰς οἰκίαν εἰσελθὸν οὔποτε δεσπότας οὐδὲ οἰκέτας λάθοι·2 καὶ γὰρ χώρας μεγάλης καὶ ἁμάξης ἀγωγῆς δέοιτʼ ἄν.
さらに、不正な手段による金儲けも、次のような手立てによって徹底して防いだ。第一に、わずか十ムナー分が家の中に入っただけでも、決して主人や召使いたちの目を逃れられないような通貨を制定した。なぜなら、その程度の額でも広い場所と荷車による運搬を必要とするからである。
χρυσίον γε μὴν καὶ ἀργύριον ἐρευνᾶται, καὶ ἄν τί που φανῇ, ὁ ἔχων ζημιοῦται. τί οὖν ἂν ἐκεῖ χρηματισμὸς σπουδάζοιτο, ἔνθα ἡ κτῆσις πλείους λύπας ἢ ἡ χρῆσις εὐφροσύνας παρέχει;
さらに、金や銀は捜索され、もしどこかに見つかれば所持者は処罰される。それゆえ、その所有が使用による喜びよりも多くの苦痛をもたらすような場所で、どうして金儲けが熱心に求められようか。
- 7.4τοῦ γε εἰς τοὺς συσκήνους ἕνεκα ἔχειν δαπανᾶν
前置詞 ἕνεκα が冠詞付き不定詞 τοῦ ... ἔχειν δαπανᾶν(目的を表す属格)を支配し、前置詞句 εἰς τοὺς συσκήνους が挟み込まれている。ἔχειν + 不定詞(δαπανᾶν)は「費やす手段・能力を持つ」という可能の意味を表す。
- 7.5ὃ δεκάμνων μόνον ἂν εἰς οἰκίαν εἰσελθὸν οὔποτε δεσπότας οὐδὲ οἰκέτας λάθοι
関係代名詞 ὃ を主語とし、分詞 εἰσελθόν は仮定(「もし入ったならば」)を表し、主節の λάθοι ἄν(潜在希求法)にかかる。δεκάμνων はアッティカ第2変化形容詞 δεκάμνως, -ων(「十ムナーの価値の」)の中性・単数・主格で、ὃ に一致する。λανθάνω は対格(δεσπότας οὐδὲ οἰκέτας)を直接の目的語に取り「〜に見つからない、〜の目を逃れる」を意味する。
