- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg010.humanitext-grc2:2.1-2.7
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者は他のギリシア諸国とスパルタにおける少年の教育方針を対比し、スパルタでは公的な監督官のもとで裸足、単一の着衣、節制された食事、そして機略と軍事能力を養うための盗みの訓練が行われたことを詳述する。
ἐγὼ μέντοι, ἐπεὶ καὶ περὶ γενέσεως ἐξήγημαι, βούλομαι καὶ τὴν παιδείαν ἑκατέρων1 σαφηνίσαι. τῶν μὲν τοίνυν ἄλλων Ἑλλήνων οἱ φάσκοντες κάλλιστα τοὺς υἱεῖς παιδεύειν, ἐπειδὰν τάχιστα αὐτοῖς οἱ παῖδες τὰ λεγόμενα ξυνιῶσιν, εὐθὺς μὲν ἐπʼ αὐτοῖς παιδαγωγοὺς θεράποντας ἐφιστᾶσιν, εὐθὺς δὲ πέμπουσιν εἰς διδασκάλων2 μαθησομένους καὶ γράμματα καὶ μουσικὴν καὶ τὰ ἐν παλαίστρᾳ. πρὸς δὲ τούτοις τῶν παίδων πόδας μὲν ὑποδήμασιν ἁπαλύνουσι, σώματα δὲ ἱματίων μεταβολαῖς διαθρύπτουσι· σίτου γε μὴν αὐτοῖς γαστέρα μέτρον νομίζουσιν.
しかしながら、私は出生の慣習についても説き終えたので、双方の教育についても明らかにしておきたい。さて、他のギリシア人の中で息子たちを最も立派に教育していると称する者たちは、子どもたちが話される言葉を理解するや否や、直ちに従僕である養育係を彼らにつけ、直ちに文字や音楽、そして体育場の学科を学ばせるために教師たちのもとへ送る。これらに加えて、彼らは履物によって子どもたちの足を軟弱にし、着替えによって身体を過保護にし、また食物に関しては彼らの胃袋をその尺度と見なしている。
ὁ δὲ Λυκοῦργος, ἀντὶ μὲν τοῦ ἰδίᾳ ἕκαστον παιδαγωγοὺς δούλους ἐφιστάναι, ἄνδρα ἐπέστησε κρατεῖν αὐτῶν ἐξ ὧνπερ αἱ μέγισται ἀρχαὶ καθίστανται, ὃς δὴ καὶ παιδονόμος καλεῖται, τοῦτον δὲ κύριον ἐποίησε καὶ ἁθροίζειν τοὺς παῖδας καὶ ἐπισκοποῦντα, εἴ τις ῥᾳδιουργοίη, ἰσχυρῶς κολάζειν. ἔδωκε δʼ αὐτῷ καὶ τῶν ἡβώντων μαστιγοφόρους, ὅπως τιμωροῖεν ὁπότε δέοι, ὥστε πολλὴν μὲν αἰδῶ, πολλὴν δὲ πειθὼ ἐκεῖ συμπαρεῖναι.
これに対してリュクルゴスは、各人が私的に奴隷の養育係をつける代わりに、最高の官職が選出される人々の中から彼らを監督する男を任命した。これこそまさに児童取締官と呼ばれる者であり、リュクルゴスはこの者に、少年たちを集める権限とともに、見回って誰かが怠惰な行いをするなら厳しく処罰する権限を与えた。さらに、必要が生じたときにはいつでも懲罰を科せるよう、青年のうちから鞭打ち役を彼に配備したので、そこには大いなる慎みと大いなる従順とが同時に保たれることになったのである。
ἀντί γε μὴν τοῦ ἁπαλύνειν τοὺς πόδας ὑποδήμασιν ἔταξεν ἀνυποδησίᾳ κρατύνειν, νομίζων, εἰ τοῦτʼ ἀσκήσειαν, πολὺ μὲν ῥᾷον ἂν ὀρθιάδε ἐκβαίνειν, ἀσφαλέστερον δὲ πρανῆ καταβαίνειν, καὶ πηδῆσαι δὲ καὶ ἀναθορεῖν καὶ δραμεῖν θᾶττον.
さらにまた、履物で足を軟弱にする代わりに、素足で足を鍛えるよう命じた。もしこのことを訓練するなら、険しい登り坂を登るのもはるかに容易になり、急な下り坂を下るのもより安全になり、跳躍することも跳び上がることも走ることもより速くできるようになると考えたからである。
καὶ ἀντί γε τοῦ ἱματίοις διαθρύπτεσθαι ἐνόμιζεν ἑνὶ ἱματίῳ διʼ ἔτους προσεθίζεσθαι, νομίζων οὕτως καὶ πρὸς ψύχη καὶ πρὸς θάλπη ἄμεινον ἂν παρεσκευάσθαι.
また、衣服を何枚も着替えて軟弱になる代わりに、一年を通して一枚の上衣に慣れるよう定めた。このようにすれば、寒さに対しても暑さに対してもより良く備えることができると考えたからである。
σῖτόν γε μὴν ἔταξε τοσοῦτον ἔχοντα συμβολεύειν τὸν εἴρενα3 ὡς ὑπὸ πλησμονῆς μὲν μήποτε βαρύνεσθαι, τοῦ δὲ ἐνδεεστέρως διάγειν μὴ ἀπείρως ἔχειν, νομίζων τοὺς οὕτω παιδευομένους μᾶλλον μὲν ἂν δύνασθαι, εἰ δεήσειεν, ἀσιτήσαντας ἐπιπονῆσαι, μᾶλλον δʼ ἄν, εἰ παραγγελθείη, ἀπὸ τοῦ αὐτοῦ σίτου πλείω χρόνον ἐπιταθῆναι, ἧττον δʼ ἂν ὄψου δεῖσθαι, εὐχερέστερον δὲ πρὸς πᾶν ἔχειν βρῶμα, καὶ ὑγιεινοτέρως δʼ ἂν διάγειν· καὶ εἰς μῆκος ἂν τὴν αὐξάνεσθαι ῥαδινὰ τὰ σώματα ποιοῦσαν τροφὴν μᾶλλον συλλαμβάνειν ἡγήσατο ἢ τὴν διαπλατύνουσαν τῷ σίτῳ.4
食糧についても、指導役の青年が次のような適度な量を持って配分するよう定めた。すなわち、飽食によって身体が重くなることが決してなく、かつ不足がちに過ごすことの未経験者にもならないような量である。このように教育された者たちならば、もし必要が生じた際には断食してもさらに労苦に耐えることがよりでき、また命令を受ければ同じ食糧でより長い期間持ちこたえることができ、副食を欲しがることがより少なく、あらゆる食べ物に対してより抵抗がなく、より健康的に過ごすことができると考えたからである。そして、身体をしなやかにする食物のほうが、過多な食糧で横に太らせるものよりも、身長を伸ばす成長にいっそう寄与すると考えたのである。
ὡς δὲ μὴ ὑπὸ λιμοῦ ἄγαν αὖ πιέζοιντο, ἀπραγμόνως μὲν αὐτοῖς οὐκ ἔδωκε λαμβάνειν ὧν ἂν προσδέωνται, κλέπτειν δʼ ἐφῆκεν ἔστιν ἃ τῷ λιμῷ ἐπικουροῦντας.
他方で、少年たちが飢えによって過度に苦しむことのないように、彼らが欲するものを何一つ苦労なしに手に入れさせることはせず、飢えをしのぐために特定のものを盗むことは許した。
καὶ ὡς μὲν οὐκ ἀπορῶν ὅ τι δοίη ἐφῆκεν αὐτοῖς γε μηχανᾶσθαι τὴν τροφήν, οὐδένα οἶμαι τοῦτο ἀγνοεῖν·5 δῆλον δʼ ὅτι τὸν μέλλοντα κλωπεύειν καὶ νυκτὸς ἀγρυπνεῖν δεῖ καὶ μεθʼ ἡμέραν ἀπατᾶν καὶ ἐνεδρεύειν, καὶ κατασκόπους δὲ ἑτοιμάζειν τὸν μέλλοντά τι λήψεσθαι. ταῦτα οὖν δὴ πάντα δῆλον ὅτι μηχανικωτέρους τῶν ἐπιτηδείων βουλόμενος τοὺς παῖδας ποιεῖν καὶ πολεμικωτέρους οὕτως ἐπαίδευσεν.
そして、与えるべきものに困窮して彼らに食糧の調達を工夫させたわけではないことは、誰も知らぬはずはないと私は考える。また、盗みを働こうとする者は、夜には眠らずに警戒し、昼には欺いて待ち伏せし、何かを手に入れようとする者は斥候をも準備しなければならないことは明白である。したがって、これらすべてのことによって、彼が少年たちを生活必需品の調達においてより機略に富み、より戦士にふさわしい者に育てようと望んで、このように教育したことは明らかである。
- 2.1ἑκατέρων
παιδείαν の直前の属格 ἑκατέρων は、前節までの文脈から「他のギリシア諸国とスパルタ人(双方)」を指す所有格的属格ないし主格的属格。語頭の ἐπεὶ καὶ περὶ γενέσεως ἐξήγημαι(出生についても説き終えたので)を受けて、二つの対比された対象(スパルタと他国)の教育を意味する。
- 2.1εἰς διδασκάλων
前置詞 εἰς の後に属格複数 διδασκάλων が続くのは、名詞 οἶκον(あるいは οἰκίαν)が省略されたギリシア語の慣用表現。「教師たちの家(塾)へ」を意味する。
- 2.5συμβολεύειν τὸν εἴρενα
εἴρην(エイレン)は20歳前後のスパルタの青年指導者を指し、不定詞 συμβολεύειν の意味上の主語。συμβολεύω は共同食事の取りまとめや供出に関わる語で、ここでは規定された分量の食糧を指導役の青年が持参・配分する職務的意味を表す。
- 2.5καὶ εἰς μῆκος ἂν τὴν αὐξάνεσθαι ῥαδινὰ τὰ σώματα ποιοῦσαν τροφὴν μᾶλλον συλλαμβάνειν ἡγήσατο ἢ τὴν διαπλατύνουσαν τῷ σίτῳ
語順の倒置を含む長文。骨格は ἡγήσατο(主動詞)+ 不定詞節 [τροφὴν ... μᾶλλον συλλαμβάνειν ἂν εἰς μῆκος ἢ ...]。ῥαδινὰ τὰ σώματα ποιοῦσαν は分詞句で τροφήν を修飾し、ῥαδινά は結果を表す述語(身体をしなやかにする食物)。不定詞 αὐξάνεσθαι は εἰς μῆκος αὐξάνεσθαι(縦方向に伸びる成長)として συλλαμβάνειν(寄与する)に結びつく。ἂν は不定詞 συλλαμβάνειν に係り潜在(「より寄与するであろう」)を表す。
- 2.7καὶ ὡς μὲν οὐκ ἀπορῶν ὅ τι δοίη ἐφῆκεν αὐτοῖς γε μηχανᾶσθαι τὴν τροφήν, οὐδένα οἶμαι τοῦτο ἀγνοεῖν
文頭の ὡς 節全体が後続の代名詞 τοῦτο によって受けて要約される先取り(prolepsis)の構造。ὅ τι δοίη は間接疑問文(過去時制の文脈における希求法)。文全体の主動詞・主節は οἶμαι οὐδένα τοῦτο ἀγνοεῖν(誰もこのことを知らぬはずはないと私は思う)である。
