← クセノポン

ヒエロン

§7.1-7.13

名誉の価値をめぐる議論と退位不可能な僭主の絶望

シモニデスは名誉の追求こそが僭主政の苦難を耐えさせる人間固有の価値であると説くが、ヒエロンは恐怖から捧げられる名誉は偽りであり真の名誉とは愛と感謝に基づくものだと反論し、過去の数々の不正ゆえに僭主政を捨てることすら叶わず、死ぬ以外に出口がない悲惨さを吐露する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§7.1

ἐπεὶ δὲ ταῦτα αὐτοῦ ἤκουσεν ὁ Σιμωνίδης, εἶπεν· ἔοικεν, ἔφη, ὦ Ἱέρων, μέγα τι εἶναι ἡ τιμή, ἧς ὀρεγόμενοι οἱ ἄνθρωποι πάντα μὲν πόνον ὑποδύονται, πάντα δὲ κίνδυνον ὑπομένουσι.

シモニデスは彼からこれを聞くと、こう言った。「ヒエロンよ、名誉とは大いなるものと思われます。人間はそれを求めてあらゆる労苦を進んで引き受け、あらゆる危険に耐え忍ぶのですから。

§7.2

καὶ ὑμεῖς, ὡς ἔοικε, τοσαῦτα πράγματα ἐχούσης ὁπόσα λέγεις τῆς τυραννίδος, ὅμως προπετῶς φέρεσθε εἰς αὐτήν, ὅπως τιμᾶσθε καὶ ὑπηρετῶσι μὲν ὑμῖν πάντες πάντα τὰ προσταττόμενα ἀπροφασίστως, περιβλέπωσι δὲ πάντες, ὑπανιστῶνται δʼ ἀπὸ τῶν θάκων ὁδῶν τε παραχωρῶσι, γεραίρωσι δὲ καὶ λόγοις καὶ ἔργοις πάντες οἱ παρόντες ἀεὶ ὑμᾶς· τοιαῦτα γὰρ δὴ ποιοῦσι τοῖς τυράννοις οἱ ἀρχόμενοι καὶ ἄλλον ὅντινʼ ἂν ἀεὶ τιμῶντες τυγχάνωσι.

そしてあなた方も、どうやら僭主政がこれほど多くの問題を抱えているとあなたが語るにもかかわらず、それでも名誉を受け、すべての人が命じられたあらゆる事柄に口実を設けず従い、すべての人が注目し、座席から立ち上がり、道を譲り、居合わせるすべての者が常に言葉と行為をもってあなた方を讃えるようにと、僭主政へと性急に突進するのです。実際、支配される者たちは、僭主たちに対しても、またその都度名誉を与えている他の誰に対しても、そのように振る舞うものです。

§7.3

καὶ γάρ μοι δοκεῖ, ὦ Ἱέρων, τούτῳ διαφέρειν ἀνὴρ τῶν ἄλλων ζῴων, τῷ τιμῆς ὀρέγεσθαι. ἐπεὶ σιτίοις γε καὶ ποτοῖς καὶ ὕπνοις καὶ ἀφροδισίοις πάντα ὁμοίως ἥδεσθαι ἔοικε τὰ ζῷα· ἡ δὲ φιλοτιμία οὔτʼ ἐν τοῖς ἀλόγοις ζῴοις ἐμφύεται οὔτʼ ἐν ἅπασιν ἀνθρώποις· οἷς δʼ ἂν ἐμφύῃ τιμῆς τε καὶ ἐπαίνου ἔρως, οὗτοί εἰσιν ἤδη οἱ πλεῖστον μὲν τῶν βοσκημάτων διαφέροντες, ἄνδρες δὲ καὶ οὐκέτι ἄνθρωποι μόνον νομιζόμενοι.1

実際、ヒエロンよ、人間が他の動物と異なるのは、この名誉を求めるという点にあると私には思われます。食べ物や飲み物、睡眠や愛欲には、すべての動物が同じように喜ぶように思われるからです。しかし名誉心は、言葉を持たない動物には生じず、すべての人間にも生じるわけではありません。名誉と賞賛への愛が芽生える者たち、この者たちこそがすでに家畜と最も大きく異なり、ただの人間ではなく真の男とみなされる者たちなのです。

§7.4

ὥστε ἐμοὶ μὲν εἰκότως δοκεῖτε ταῦτα πάντα ὑπομένειν ἃ φέρετε ἐν τῇ τυραννίδι, ἐπείπερ τιμᾶσθε διαφερόντως τῶν ἄλλων ἀνθρώπων. καὶ γὰρ οὐδεμία ἀνθρωπίνη ἡδονὴ τοῦ θείου ἐγγυτέρω δοκεῖ εἶναι ἢ ἡ περὶ τὰς τιμὰς εὐφροσύνη.

ですから、私にはあなた方が他の人間たちよりも格別に名誉を受ける以上、僭主政において耐え忍んでいるこれらすべてのことを耐え忍ぶのも当然であるように思われます。というのも、名誉をめぐる歓喜ほど神的なものに近い人間の快楽は、何一つ存在しないように思われるからです」

§7.5

πρὸς ταῦτα δὴ εἶπεν ὁ Ἱέρων· ἀλλʼ, ὦ Σιμωνίδη, καὶ αἱ τιμαὶ τῶν τυράννων ὅμοιαι ἐμοὶ δοκοῦσιν εἶναι οἷάπερ ἐγώ σοι τὰ ἀφροδίσια ὄντα αὐτῶν ἀπέδειξα.

これに対してヒエロンは言った。「しかし、シモニデスよ、僭主たちの名誉もまた、私があなたに彼らの愛欲のありさまだと示したものに似ていると、私には思われるのです。

§7.6

οὔτε γὰρ αἱ μὴ ἐξ ἀντιφιλούντων ὑπουργίαι χάριτες ἡμῖν ἐδόκουν εἶναι οὔτε τὰ ἀφροδίσια τὰ βίαια ἡδέα ἐφαίνετο. ὡσαύτως τοίνυν οὐδὲ αἱ ὑπουργίαι αἱ ὑπὸ τῶν φοβουμένων τιμαί εἰσι.

愛を返してくれない者たちから受ける奉仕が恩恵であるとは私たちには思われず、強制された愛欲が快いとも思えなかったのと同様に、恐れている者たちからなされる奉仕もまた、名誉などではないのです。

§7.7

πῶς γὰρ ἂν φαίημεν ἢ τοὺς βίᾳ ἐξανισταμένους θάκων διὰ τὸ τιμᾶν τοὺς ἀδικοῦντας ἐξανίστασθαι, ἢ τοὺς ὁδῶν παραχωροῦντας τοῖς κρείττοσι διὰ τὸ τιμᾶν τοὺς ἀδικοῦντας παραχωρεῖν;

実際、座席から無理やり立ち上がらされる者たちが不正を働く者を名誉づけるがゆえに立ち上がるのだとか、より強い者に道を譲る者たちが不正を働く者を名誉づけるがゆえに道を譲るのだなどと、どうして言えるでしょうか。

§7.8

καὶ δῶρά γε διδόασιν οἱ πολλοὶ τούτοις οὓς μισοῦσι, καὶ ταῦτα ὅταν μάλιστα φοβῶνται μή τι κακὸν ὑπʼ αὐτῶν πάθωσιν. ἀλλὰ ταῦτα μὲν οἶμαι δουλείας ἔργα εἰκότως ἂν νομίζοιτο· αἱ δὲ τιμαὶ ἔμοιγε δοκοῦσιν ἐκ τῶν ἐναντίων τούτοις γίγνεσθαι.

現に多くの人々は、自分たちが憎んでいる者たちに対して、しかもその者たちから何か危害を被るのではないかと最も恐れているときにこそ、贈り物を差し出します。しかしこれらは、私が思うに、当然ながら奴隷の所業とみなされるでしょう。他方、名誉とは、私にはこれらとは正反対の事柄から生じるものと思われます。

§7.9

ὅταν γὰρ ἄνθρωποι ἄνδρα ἡγησάμενοι εὐεργετεῖν ἱκανὸν εἶναι, καὶ ἀπολαύειν αὐτοῦ ἀγαθὰ νομίσαντες, ἔπειτα τοῦτον ἀνὰ στόμα τε ἔχωσιν ἐπαινοῦντες, θεῶνταί τʼ αὐτὸν ὡς οἰκεῖον ἕκαστος ἀγαθόν, ἑκόντες τε παραχωρῶσι τούτῳ ὁδῶν καὶ θάκων ὑπανιστῶνται φιλοῦντές τε καὶ μὴ φοβούμενοι, καὶ στεφανῶσι κοινῆς ἀρετῆς καὶ εὐεργεσίας ἕνεκα, καὶ δωρεῖσθαι ἐθέλωσιν, οἱ αὐτοὶ οὗτοι ἔμοιγε δοκοῦσι τιμᾶν τε τοῦτον ἀληθῶς οἳ ἂν τοιαῦτα ὑπουργήσωσι καὶ ὁ τούτων ἀξιούμενος τιμᾶσθαι τῷ ὄντι.

というのも、人々が誰かを善を施すに足る人物と考え、彼からよきものを享受できると信じたのちに、この者を口々に称賛し、各自が彼を自分の幸福として眺め、彼に自発的に道を譲り、恐れからではなく愛ゆえに座席から立ち上がり、共有の徳と善行のゆえに冠を授け、贈り物を捧げようと欲するとき、まさにこのような奉仕をするこの者たちこそが、彼を真に名誉づけているのであり、またこれらの扱いを受けるに値する人物こそが、真に名誉を受けていると私には思われるのです。

§7.10

καὶ ἔγωγε τὸν μὲν οὕτω τιμώμενον μακαρίζω· αἰσθάνομαι γὰρ αὐτὸν οὐκ ἐπιβουλευόμενον ἀλλὰ φροντιζόμενον μή τι πάθῃ καὶ ἀφόβως καὶ ἀνεπιφθόνως καὶ ἀκινδύνως καὶ εὐδαιμόνως τὸν βίον διάγοντα· ὁ δὲ τύραννος ὡς ὑπὸ πάντων ἀνθρώπων κατακεκριμένος διʼ ἀδικίαν ἀποθνῄσκειν, οὕτως, ὦ Σιμωνίδη, εὖ ἴσθι, καὶ νύκτα καὶ ἡμέραν διάγει. ἐπεὶ δὲ ταῦτα πάντα διήκουσεν ὁ Σιμωνίδης, Καὶ πῶς, ἔφη, ὦ Ἱέρων, εἰ οὕτως πονηρόν ἐστι τὸ τυραννεῖν καὶ τοῦτο σὺ ἔγνωκας, οὐκ ἀπαλλάττῃ οὕτω μεγάλου κακοῦ, ἀλλʼ οὔτε σὺ οὔτε ἄλλος μὲν δὴ οὐδεὶς πώποτε ἑκὼν εἶναι2 τυραννίδος ἀφεῖτο, ὅσπερ ἅπαξ κτήσαιτο; ὅτι, ἔφη, ὦ Σιμωνίδη, καὶ ταύτῃ ἀθλιώτατόν ἐστιν ἡ τυραννίς· οὐδὲ γὰρ ἀπαλλαγῆναι δυνατὸν αὐτῆς ἐστι. πῶς γὰρ ἄν τίς ποτε ἐξαρκέσειε τύραννος ἢ χρήματα ἐκτίνων ὅσους ἀφείλετο3 ἢ δεσμοὺς ἀντιπάσχων ὅσους δὴ ἐδέσμευσεν, ἢ ὅσους κατέκανε πῶς ἂν ἱκανὰς ψυχὰς ἀντιπαράσχοιτο ἀποθανουμένας;

そして私としては、このように名誉を受ける者を祝福します。彼が陰謀を企てられることなく、むしろ何か災難に遭わないかと気遣われ、恐れもなく嫉妬されることもなく、危険もなく幸福に生涯を過ごすのがわかるからです。これに対して僭主は、シモニデスよ、よく知っておいてください、まるで不正のゆえに全人類から死刑判決を下された者のように夜も昼も過ごしているのです」シモニデスはこれらすべてを聞き届けると、こう言った。「それではヒエロンよ、もし僭主であることがそれほど悲惨なことであり、あなたもそれを悟っているのだとすれば、どうしてそのように大きな悪から抜け出さないのですか。それどころか、あなたも、あるいは他のいかなる者も、ひとたび手に入れた僭主政を自分から進んで手放したことなど、いまだかつて一度もないではありませんか」「それはね、シモニデスよ」と彼は言った。「この点においても、僭主政は最も悲惨なものだからです。というのも、それから抜け出すことすら不可能だからです。僭主はいったいどのようにして、奪い取った数だけの相手に金銭を弁償しきれるでしょうか。あるいは自分が投獄した数だけの人々の代わりに獄に繋がれる苦しみを受けきれるでしょうか。あるいは殺害した数だけの人々の代わりに、死ぬべき十分な命を差し出すことができるでしょうか。

§7.13

ἀλλʼ εἴπερ τῳ ἄλλῳ, ὦ Σιμωνίδη, λυσιτελεῖ ἀπάγξασθαι, ἴσθι, ἔφη, ὅτι τυράννῳ ἔγωγε εὑρίσκω μάλιστα τοῦτο λυσιτελοῦν ποιῆσαι. μόνῳ γὰρ αὐτῷ οὔτε ἔχειν οὔτε καταθέσθαι τὰ κακὰ λυσιτελεῖ.4

ですからシモニデスよ、もし誰か他の者にとって首を吊ることが得策であるとすれば、僭主にとってこそこれを実行することが最も得策であると私が気づいていることを、知っておいてください。というのも、彼一人にとってだけ、悪を抱え続けることもそれを投げ捨てることも得策ではないのですから」

構文注4 件
  1. 7.3ἄνδρες δὲ καὶ οὐκέτι ἄνθρωποι μόνον νομιζόμενοι

    名詞 ἀνήρ と ἄνθρωπος の対比。単なる生物学的・一般的な人間(ἄνθρωπος)に対し、徳や名誉心を備えた一人前の立派な男子・勇者(ἀνήρ)を意味する語義上の分化を構文的に καὶ οὐκέτι ἄνθρωποι μόνον(もはや単なる人間ではなく)と強調している。

  2. 7.11ἑκὼν εἶναι

    否定文や制限節で用いられる絶対不定詞の慣用句で、「自発的に」「好んで」「進んで」の意。εἶναι が意味を限定する役割を担う。

  3. 7.12ἢ χρήματα ἐκτίνων ὅσους ἀφείλετο

    関係代名詞 ὅσους は男性対格複数であり、奪われた金銭(χρήματα)ではなく金銭を奪われた人々(人間)を先行詞とする構文(二重対格をとる動詞 ἀφαιρέομαι に由来する)。つまり「[彼らから奪ったところのそれらの人々]に対して金銭を弁償する」という構造であり、後続の ὅσους ἐδέσμευσεν および ὅσους κατέκανε と並列関係をなしている。

  4. 7.13οὔτε ἔχειν οὔτε καταθέσθαι τὰ κακὰ λυσιτελεῖ

    τὰ κακὰ は文脈上「僭主政に伴う災厄・悪弊」あるいは「これまでに犯した罪業・重荷」を指す。直前の「投獄や殺害を償いきれない」という文脈から、僭主は支配を維持し続けること(ἔχειν)も、それを投げ出して退位すること(καταθέσθαι)も、いずれも災難をもたらすため得策ではない(οὔτε... λυσιτελεῖ)という二重の進退窮まった状況を表している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0032.tlg008.humanitext-grc2:7.1-7.13