← クセノポン

ヒエロン

§1.25-1.38

性的快楽と愛の欠如における僭主の不利

シモニデスは僭主の利点として性的快楽を挙げるが、ヒエロンは婚姻、誇り高い女性の奉仕、少年愛のいずれにおいても僭主が劣っていると反論する。特にダイロコスへの恋を引き合いに出し、無理強いの快楽は略奪にすぎず、強制なき真の相互の愛と好意を信じられないことこそが僭主の最大の苦痛であると説く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.25

οὕτω μέντοι, ἔφη ὁ Ἱέρων, καὶ τῶν σίτων ὁ μὲν ἔχων παντοδαπὰ ἀεὶ οὐδὲν μετὰ πόθου αὐτῶν λαμβάνει· ὁ δὲ σπανίσας τινός, οὗτός ἐστιν ὁ μετὰ χαρᾶς πιμπλάμενος, ὅταν αὐτῷ προφανῇ τι.

「まさにそのように」とヒエロンは言った。「食物に関しても、常にありとあらゆるものを手元に置く者は、それらに対して何の渇望も抱かずに口にします。しかし、何かが欠乏している者こそが、何かが目の前に現れたときに喜びとともに満腹するのです」

§1.26

κινδυνεύουσιν, ἔφη ὁ Σιμωνίδης, αἱ τῶν ἀφροδισίων μόνον ὑμῖν ἀπολαύσεις τοῦ τυραννεῖν τὰς ἐπιθυμίας παρέχειν· ἐν γὰρ τούτῳ ἔξεστιν ὑμῖν ὅ τι ἂν κάλλιστον ἴδητε τούτῳ συνεῖναι.

シモニデスは言った。「性的な快楽のみが、あなたがたに僭主権への欲望をもたらしているように思われます。というのも、この点においてこそ、最も美しいと目にするものなら誰とでも共にいることが、あなたがたには許されているからです」

§1.27

νῦν δή, ἔφη ὁ Ἱέρων, εἴρηκας ἐν ᾧ γε, σάφʼ ἴσθι, μειονεκτοῦμεν τῶν ἰδιωτῶν. πρῶτον μὲν γὰρ γάμος ὁ μὲν ἐκ μειζόνων δήπου καὶ πλούτῳ καὶ δυνάμει κάλλιστος δοκεῖ εἶναι καὶ παρέχειν τινὰ τῷ γήμαντι φιλοτιμίαν μεθʼ ἡδονῆς· δεύτερος δʼ ὁ ἐκ τῶν ὁμοίων· ὁ δʼ ἐκ τῶν φαυλοτέρων πάνυ ἄτιμός τε καὶ ἄχρηστος νομίζεται.

ヒエロンは言った。「まさに今、あなたが口にされたことにおいてこそ、よく知っておいてほしいのですが、我々は私人たちよりも不利な立場に立っているのです。というのもまず第一に、財力や権力においてより優れた家柄との婚姻こそが言うまでもなく最も立派であると見なされ、結婚した者に快楽とともに誇りをもたらしますが、対等な家柄との婚姻は第二位であり、より劣る家柄との婚姻はまったく不名誉で無益なものと考えられています。

§1.28

τῷ τοίνυν τυράννῳ, ἂν μὴ ξένην γήμῃ, ἀνάγκη ἐκ μειόνων γαμεῖν, ὥστε τὸ ἀγαπητὸν οὐ πάνυ αὐτῷ παραγίγνεται. πολὺ δὲ καὶ αἱ θεραπεῖαι αἱ ἀπὸ τῶν μέγιστον φρονουσῶν γυναικῶν εὐφραίνουσι μάλιστα, αἱ δʼ ὑπὸ δούλων παροῦσαι μὲν οὐδέν τι ἀγαπῶνται, ἐὰν δέ τι ἐλλείπωσι, δεινὰς ὀργὰς καὶ λύπας ἐμποιοῦσιν.

したがって、僭主にとっては、異邦の女と結婚するのでない限り、より劣る家柄の者と結婚せざるをえず、それゆえ心から満足できる婚姻は決して得られないのです。また、極めて誇り高い女性たちからの敬意に満ちた奉仕こそが何よりも大きく人を喜ばせるのに対し、奴隷たちによるそれは、存在していてもまったくありがたがられず、もし何らかの手落ちがあれば、激しい怒りと不快感を引き起こします。

§1.29

ἐν δὲ τοῖς παιδικοῖς ἀφροδισίοις ἔτι αὖ πολὺ μᾶλλον ἢ ἐν τοῖς τεκνοποιοῖς μειονεκτεῖ τῶν εὐφροσυνῶν ὁ τύραννος. ὅτι μὲν γὰρ τὰ μετʼ ἔρωτος ἀφροδίσια πολὺ διαφερόντως εὐφραίνει πάντες δήπου ἐπιστάμεθα·

さらに少年の愛においては、子をもうける婚姻におけるよりもなお遥かに多く、僭主は歓喜において劣っています。というのも、熱烈な恋を伴う愛こそが際立って人を喜ばせるということは、言うまでもなく我々全員が知っているからです。

§1.30

ὁ δὲ ἔρως πολὺ αὖ ἐθέλει ἥκιστα τῷ τυράννῳ ἐγγίγνεσθαι. οὐ γὰρ τῶν ἑτοίμων ἥδεται ὁ ἔρως ἐφιέμενος, ἀλλὰ τῶν ἐλπιζομένων. ὥσπερ οὖν τις ἄπειρος ὢν δίψους τοῦ πιεῖν οὐκ ἂν ἀπολαύοι, οὕτω καὶ ὁ ἄπειρος ὢν ἔρωτος ἄπειρός ἐστι τῶν ἡδίστων ἀφροδισίων.

しかし恋というものは、僭主には極めて生じにくいのです。恋は手に入っているものを求めることを喜ばず、望み期待されるものを求めてこそ喜ぶからです。したがって、渇きを経験していない者が飲むことを享受できないのと同様に、恋を経験していない者は最も甘美な愛の交わりを経験していないのです」

§1.31

ὁ μὲν οὖν Ἱέρων οὕτως εἶπεν. ὁ δὲ Σιμωνίδης ἐπιγελάσας, Πῶς λέγεις, ἔφη, ὦ Ἱέρων; τυράννῳ οὐ φῂς παιδικῶν ἔρωτας ἐμφύεσθαι; πῶς μὴν σύ, ἔφη, ἐρᾷς Δαϊλόχου τοῦ καλλίστου ἐπικαλουμένου;

ヒエロンはこのように語った。するとシモニデスは笑みを浮かべて言った。「ヒエロンよ、あなたは何とおっしゃるのですか。僭主には美少年への恋が芽生えないとでもおっしゃるのですか。ではどうしてあなた自身は、最も美しいと称されるダイロコスを熱愛しておられるのですか」

§1.32

ὅτι μὰ τὸν Δίʼ, ἔφη, ὦ Σιμωνίδη, οὐ τοῦ ἑτοίμου παρʼ αὐτοῦ δοκοῦντος εἶναι τυχεῖν τούτου μάλιστα ἐπιθυμῶ, ἀλλὰ τοῦ ἥκιστα τυράννῳ προσήκοντος κατεργάσασθαι.

「ゼウスにかけて、シモニデスよ」とヒエロンは言った。「それは、彼から容易に得られるように思われるものを手に入れることを私が切望しているからではなく、僭主が成し遂げるのに最もふさわしからぬ事柄を欲しているからなのです。

§1.33

ἐγὼ γὰρ δὴ ἐρῶ μὲν Δαϊλόχου ὧνπερ ἴσως ἀναγκάζει ἡ φύσις ἀνθρώπου δεῖσθαι παρὰ τῶν καλῶν,1 τούτων δὲ ὧν ἐρῶ τυχεῖν, μετὰ μὲν φιλίας καὶ παρὰ βουλομένου πάνυ ἰσχυρῶς ἐπιθυμῶ τυγχάνειν, βίᾳ δὲ λαμβάνειν παρʼ αὐτοῦ ἧττον ἄν μοι δοκῶ ἐπιθυμεῖν ἢ ἐμαυτὸν κακόν τι ποιεῖν·

というのも私自身、美しい者たちに求めるようおそらく人間の本性が強いるまさにその事柄をダイロコスに恋い焦がれて求めていますが、この求めている事柄を成就することについては、愛情を伴って、かつ相手が進んで望んでいる形で手に入れることを極めて強く望んでいるのであって、彼から無理やり奪い取るくらいなら、自分自身に害悪を加える方を望むほどです。

§1.34

παρὰ μὲν γὰρ πολεμίων ἀκόντων λαμβάνειν πάντων ἥδιστον ἔγωγε νομίζω εἶναι, παρὰ δὲ παιδικῶν βουλομένων ἥδισται οἶμαι αἱ χάριτές εἰσιν.

なぜなら、敵から意に反して奪い取ることは万事において最も快いと私は考えますが、少年たちからは、彼らが進んで与えてくれる好意こそが最も甘美なものだと私は思うからです。

§1.35

εὐθὺς γὰρ παρὰ τοῦ ἀντιφιλοῦντος ἡδεῖαι μὲν αἱ ἀντιβλέψεις, ἡδεῖαι δὲ αἱ ἐρωτήσεις, ἡδεῖαι δὲ αἱ ἀποκρίσεις, ἥδισται δὲ καὶ ἐπαφροδιτόταται αἱ μάχαι τε καὶ ἔριδες·

というのも、互いに愛し合う相手からは、互いに見交わす眼差しも快く、問いかけも快く、返答も快く、争いや口論すらも最も甘美で魅惑に満ちているからです。

§1.36

τὸ δὲ ἀκόντων παιδικῶν ἀπολαύειν λεηλασίᾳ, ἔφη, ἔμοιγε δοκεῖ ἐοικέναι μᾶλλον ἢ ἀφροδισίοις. καίτοι τῷ μὲν λῃστῇ παρέχει τινὰς ὅμως ἡδονὰς τό τε κέρδος καὶ τὸ ἀνιᾶν τὸν ἐχθρόν· τὸ δὲ οὗ ἂν ἐρᾷ τις τούτῳ ἥδεσθαι ἀνιωμένῳ καὶ φιλοῦντα μισεῖσθαι καὶ ἅπτεσθαι ἀχθομένου,2 πῶς οὐχὶ τοῦτο ἤδη δυσχερὲς τὸ πάθημα καὶ οἰκτρόν;

しかし、望まない少年たちを享受することは、愛の交わりというよりも、略奪に似ていると私には思われます。もっとも、盗賊にとってさえ、利得を得ることや敵を苦しめることは幾ばくかの快楽をもたらしはします。しかし、自らが愛する相手が苦しんでいるのを見て喜び、愛しながら憎まれ、嫌がる相手に触れるということは、今やどれほど耐えがたく痛ましい受苦であることでしょうか。

§1.37

καὶ γὰρ δὴ τῷ μὲν ἰδιώτῃ εὐθὺς τεκμήριόν ἐστιν, ὅταν ὁ ἐρώμενός τι ὑπουργῇ, ὅτι ὡς φιλῶν χαρίζεται, διὰ τὸ εἰδέναι ὅτι οὐδεμιᾶς ἀνάγκης οὔσης ὑπηρετεῖ, τῷ δὲ τυράννῳ οὔποτʼ ἔστι πιστεῦσαι ὡς φιλεῖται.

私人にとっては、愛される者が何か尽くしてくれるとき、何の強制力もないのに仕えていると知っているがゆえに、相手が愛しているからこそ好意を施してくれているという即座の証拠となりますが、僭主にとっては、自分が愛されていると信じることなど決してできないのです。

§1.38

ἐπιστάμεθα γὰρ δὴ τοὺς διὰ φόβον ὑπηρετοῦντας ὡς ᾗ μάλιστʼ ἂν δύνωνται ἐξεικάζουσιν αὑτοὺς ταῖς τῶν φιλούντων ὑπουργίαις. καὶ τοίνυν αἱ ἐπιβουλαὶ ἐξ οὐδένων πλέονες τοῖς τυράννοις εἰσὶν ἢ ἀπὸ τῶν μάλιστα φιλεῖν αὐτοὺς προσποιησαμένων.

というのも、恐怖ゆえに仕えている者たちが、愛している者たちの奉仕に可能な限り自分たちの振る舞いを似せようとするのを、我々はよく知っているからです。実際、僭主に対する陰謀は、誰よりも僭主を深く愛しているふりをした者たちから企てられることが最も多いのです」

構文注2 件
  1. 1.33ἐρῶ μὲν Δαϊλόχου ὧνπερ ἴσως ἀναγκάζει ἡ φύσις ἀνθρώπου δεῖσθαι παρὰ τῶν καλῶν

    関係代名詞 ὧνπερ は動詞 δεῖσθαι(属格支配:「求める」)の目的語であり、同時に主動詞 ἐρῶ(属格支配)の目的語(事物の属格)としての役割を兼ねている。先行詞 τούτων が後続の文で τούτων δὲ ὧν ἐρῶ τυχεῖν として復帰・強調されている。

  2. 1.36τὸ δὲ οὗ ἂν ἐρᾷ τις τούτῳ ἥδεσθαι ἀνιωμένῳ καὶ φιλοῦντα μισεῖσθαι καὶ ἅπτεσθαι ἀχθομένου

    冠詞付き不定詞句 τὸ ... ἥδεσθαι ... καὶ ... μισεῖσθαι καὶ ἅπτεσθαι 全体が文頭の主語節を形成している。3つの並列される動詞句で格の支配が変化している点に注意:(1) ἥδεσθαι は与格(τούτῳ ... ἀνιωμένῳ)を補足語とし、(2) μισεῖσθαι は受動相で意味上の主語が対格(φιλοῦντα)として示され、(3) ἅπτεσθαι は中動相(「触れる」)で属格(ἀχθομένου)を支配している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0032.tlg008.humanitext-grc2:1.25-1.38