← クセノポン

キュロスの教育

§8.7.1-8.7.9

キュロスの予知夢と臨終の告別演説の開始

高齢となったキュロスはペルシアに帰還後、自らの死期を告げる夢を見て神々に感謝の犠牲を捧げ、床に就いたのち、息子たちと重臣たちを招集して自らの幸福な生涯を振り返りつつ、後継者の指名を含む告別演説を始める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§8.7.1

οὕτω δὲ τοῦ αἰῶνος προκεχωρηκότος, μάλα δὴ πρεσβύτης ὢν ὁ Κῦρος ἀφικνεῖται εἰς Πέρσας τὸ ἕβδομον ἐπὶ τῆς αὑτοῦ ἀρχῆς. καὶ ὁ μὲν πατὴρ καὶ ἡ μήτηρ πάλαι δὴ ὥσπερ εἰκὸς ἐτετελευτήκεσαν αὐτῷ· ὁ δὲ Κῦρος ἔθυσε τὰ νομιζόμενα ἱερὰ καὶ τοῦ χοροῦ ἡγήσατο Πέρσαις κατὰ τὰ πάτρια καὶ τὰ δῶρα πᾶσι διέδωκεν ὥσπερ εἰώθει.

このように年月が進み、キュロスはかなりの高齢となって、自らの統治において七度目となるペルシア帰還を果たした。父と母は当然のことながらとうの昔に世を去っていたが、キュロスは慣例の犠牲を捧げ、祖法に従ってペルシア人たちのために合唱舞踊を先導し、いつもの通り全員に贈り物を分配した。

§8.7.2

κοιμηθεὶς δʼ ἐν τῷ βασιλείῳ ὄναρ εἶδε τοιόνδε. ἔδοξεν αὐτῷ προσελθὼν κρείττων τις ἢ κατὰ ἄνθρωπον1 εἰπεῖν· συσκευάζου, ὦ Κῦρε· ἤδη γὰρ εἰς θεοὺς ἄπει. τοῦτο δὲ ἰδὼν τὸ ὄναρ ἐξηγέρθη καὶ σχεδὸν ἐδόκει εἰδέναι ὅτι τοῦ βίου ἡ τελευτὴ παρείη.

宮殿で眠りについた彼は、次のような夢を見た。人間を超える何者かが近づいてきて、彼にこう語りかけたように思われた。「身支度を整えよ、キュロスよ。そなたはすでにして神々のもとへ去ろうとしているのだから」。この夢を見て目覚めた彼は、自らの生の終わりが近づいていることをほぼ悟ったようであった。

§8.7.3

εὐθὺς οὖν λαβὼν ἱερεῖα ἔθυε Διί τε πατρῴῳ καὶ Ἡλίῳ καὶ τοῖς ἄλλοις θεοῖς ἐπὶ τῶν ἄκρων, ὡς Πέρσαι θύουσιν, ὧδʼ ἐπευχόμενος· Ζεῦ πατρῷε καὶ Ἥλιε καὶ πάντες θεοί, δέχεσθε τάδε καὶ τελεστήρια πολλῶν καὶ καλῶν πράξεων καὶ χαριστήρια ὅτι ἐσημαίνετέ μοι καὶ ἐν ἱεροῖς καὶ ἐν οὐρανίοις σημείοις καὶ ἐν οἰωνοῖς καὶ ἐν φήμαις ἅ τʼ ἐχρῆν ποιεῖν καὶ ἃ οὐκ ἐχρῆν. πολλὴ δʼ ὑμῖν χάρις ὅτι κἀγὼ ἐγίγνωσκον τὴν ὑμετέραν ἐπιμέλειαν καὶ οὐδεπώποτε ἐπὶ ταῖς εὐτυχίαις ὑπὲρ ἄνθρωπον ἐφρόνησα. αἰτοῦμαι δʼ ὑμᾶς δοῦναι καὶ νῦν παισὶ μὲν καὶ γυναικὶ καὶ φίλοις καὶ πατρίδι εὐδαιμονίαν, ἐμοὶ δὲ οἷόνπερ αἰῶνα δεδώκατε, τοιαύτην καὶ τελευτὴν δοῦναι.

そこで彼は直ちに生贄の獣を取り、ペルシア人の儀礼に従って山々の頂で父祖の神ゼウス、太陽神ヘリオス、および他の神々に犠牲を捧げ、次のように祈願した。「父祖の神ゼウスよ、太陽神ヘリオスよ、そしてすべての神々よ、数々の立派な行いの完遂の記念として、また感謝の献げ物としてこれらをお受け取りください。あなたがたが私に、犠牲や天の兆候、鳥占い、宣託を通じて、なすべきこととなすべからざることを示してくださったからです。また、私があなたがたの御配慮を認識し、幸運に恵まれた際にも決して人間を超えた思い上がりに走らなかったことに対し、大いなる感謝を捧げます。私は今、息子たち、妻、友人たち、祖国に幸福を与えてくださること、そして私自身には、あなたがたが与えてくださった生涯に見合うような良き最期を与えてくださることを祈り求めます」。

§8.7.4

ὁ μὲν δὴ τοιαῦτα ποιήσας καὶ οἴκαδε ἐλθὼν ἔδοξεν ἡδέως ἀναπαύσεσθαι καὶ κατεκλίνη. ἐπεὶ δὲ ὥρα ἦν, οἱ τεταγμένοι προσιόντες λούσασθαι αὐτὸν ἐκέλευον. ὁ δʼ ἔλεγεν ὅτι ἡδέως ἀναπαύοιτο. οἱ δʼ αὖ τεταγμένοι, ἐπεὶ ὥρα ἦν, δεῖπνον παρετίθεσαν· τῷ δὲ ἡ ψυχὴ σῖτον μὲν οὐ προσίετο, διψῆν δʼ ἐδόκει, καὶ ἔπιεν ἡδέως.

キュロスはこれらの儀礼を行って帰宅すると、快く休息を取りたいと思い、横になった。定めの時刻になると、係の者たちが進み出て入浴を勧めたが、彼は快く休んでいると述べた。また、時刻になると係の者たちは夕食を運んできたが、彼の心は食物を受け付けず、渇きを覚えているようであったので、快く水を飲んだ。

§8.7.5

ὡς δὲ καὶ τῇ ὑστεραίᾳ συνέβαινεν αὐτῷ ταὐτὰ καὶ τῇ τρίτῃ, ἐκάλεσε τοὺς παῖδας· οἱ δʼ ἔτυχον συνηκολουθηκότες αὐτῷ καὶ ὄντες ἐν Πέρσαις· ἐκάλεσε δὲ καὶ τοὺς φίλους καὶ τὰς Περσῶν ἀρχάς· παρόντων δὲ πάντων ἤρχετο τοιοῦδε λόγου.

翌日も、そして三日目にも同様のことが彼に生じたため、彼は息子たちを呼び寄せた。彼らはたまたまキュロスに随行してペルシアに滞在していたのである。彼はまた友人たちやペルシアの高官たちも呼び寄せた。全員が揃うと、彼は次のような言葉で話し始めた。

§8.7.6

παῖδες ἐμοὶ καὶ πάντες οἱ παρόντες φίλοι, ἐμοὶ μὲν τοῦ βίου τὸ τέλος ἤδη πάρεστιν· ἐκ πολλῶν τοῦτο σαφῶς γιγνώσκω· ὑμᾶς δὲ χρή, ὅταν τελευτήσω, ὡς περὶ εὐδαίμονος ἐμοῦ καὶ λέγειν καὶ ποιεῖν πάντα. ἐγὼ γὰρ παῖς τε ὢν τὰ ἐν παισὶ νομιζόμενα καλὰ δοκῶ κεκαρπῶσθαι, ἐπεί τε ἥβησα, τὰ ἐν νεανίσκοις, τέλειός τε ἀνὴρ γενόμενος τὰ ἐν ἀνδράσι· σὺν τῷ χρόνῳ τε προϊόντι ἀεὶ συναυξανομένην ἐπιγιγνώσκειν ἐδόκουν καὶ τὴν ἐμὴν δύναμιν, ὥστε καὶ τοὐμὸν γῆρας οὐδεπώποτε ᾐσθόμην τῆς ἐμῆς νεότητος ἀσθενέστερον γιγνόμενον, καὶ οὔτʼ ἐπιχειρήσας οὔτʼ ἐπιθυμήσας οἶδα ὅτου ἠτύχησα.2

「我が息子たちよ、そして同席しているすべての友人たちよ、私の生涯の終わりはすでに間近に迫っている。私は多くの兆候からこのことをはっきりと悟っている。それゆえ諸君は、私が世を去ったとき、幸福な人物について語り行うのと同様に、私についてすべてを語り行わねばならない。私は少年のときには少年にふさわしいとされる良きものを享受したように思われ、青年に達したときには青年にふさわしいものを、成熟した成人となってからは成人にふさわしいものを享受したからである。時が経過するにつれて、私自身の力も常にそれに伴って増大していくのを認めたように思われ、その結果、私の老年が青年期よりも衰えたと自覚したことは一度もなく、試みたことや願ったことのうちで成し遂げられなかったものは何一つ心当たりがない。

§8.7.7

καὶ τοὺς μὲν φίλους ἐπεῖδον διʼ ἐμοῦ εὐδαίμονας γενομένους, τοὺς δὲ πολεμίους ὑπʼ ἐμοῦ δουλωθέντας· καὶ τὴν πατρίδα πρόσθεν ἰδιωτεύουσαν ἐν τῇ Ἀσίᾳ νῦν προτετιμημένην καταλείπω·3 ὧν τʼ ἐκτησάμην οὐδὲν ὅ τι οὐ διεσωσάμην. καὶ τὸν μὲν παρελθόντα χρόνον ἔπραττον οὕτως ὥσπερ ηὐχόμην· φόβος δέ μοι συμπαρομαρτῶν μή τι ἐν τῷ ἐπιόντι χρόνῳ ἢ ἴδοιμι ἢ ἀκούσαιμι ἢ πάθοιμι χαλεπόν, οὐκ εἴα τελέως με μέγα φρονεῖν οὐδʼ εὐφραίνεσθαι ἐκπεπταμένως.

私はまた、友人たちが私を通じて幸福になるのを見届け、敵たちが私によって隷属させられるのを見届けた。かつてアジアにおいて無名の臣民のごとき立場にあった祖国を、今や最上位の栄誉ある地位に置いた状態で残すのである。私が獲得したもののうち、守り通さなかったものは何一つない。そして過去の全期間において、私は祈り求めた通りに万事を運んできた。しかし、将来において何か困難なことを見聞きしたり被ったりするのではないかという懸念がつねに付きまとっていたため、完全に思い上がったり、際限なく歓喜に耽ったりすることは許されなかった。

§8.7.8

νῦν δʼ ἢν τελευτήσω, καταλείπω μὲν ὑμᾶς, ὦ παῖδες, ζῶντας οὕσπερ ἔδοσάν μοι οἱ θεοὶ γενέσθαι· καταλείπω δὲ πατρίδα καὶ φίλους εὐδαιμονοῦντας· ὥστε πῶς οὐκ ἂν ἐγὼ δικαίως μακαριζόμενος τὸν ἀεὶ χρόνον μνήμης τυγχάνοιμι; δεῖ δὲ καὶ τὴν βασιλείαν με ἤδη σαφηνίσαντα καταλιπεῖν, ὡς ἂν μὴ ἀμφίλογος γενομένη πράγματα ὑμῖν παράσχῃ. ἐγὼ δʼ οὖν φιλῶ μὲν ἀμφοτέρους ὑμᾶς ὁμοίως, ὦ παῖδες· τὸ δὲ προβουλεύειν καὶ τὸ ἡγεῖσθαι ἐφʼ ὅ τι ἂν καιρὸς δοκῇ εἶναι, τοῦτο προστάττω τῷ προτέρῳ γενομένῳ καὶ πλειόνων κατὰ τὸ εἰκὸς ἐμπείρῳ.

そして今、私が世を去るとしても、神々が私に授けてくださった息子たちである諸君が生きており、また祖国と友人たちが幸福に栄えている状態で残していくのである。 そうであるなら、私が当然のこととして祝福され、永遠の記憶を得られないことがあろうか。しかし私は、王権についても誰が継ぐのかを明確にした上で残さねばならない。それが曖昧になって諸君に紛争をもたらすことのないようにするためである。ともあれ、我が息子たちよ、私は諸君の双方を等しく愛している。しかし、事前に配慮すること、および時機と判断されるあらゆる事柄において先導することについては、先に生まれ、当然ながらより多くの経験を積んでいる兄の側に命じるものである」。

構文注3 件
  1. 8.7.2κρείττων τις ἢ κατὰ ἄνθρωπον

    比較級 κρείττων に接続詞 ἤ と前置詞句 κατὰ ἄνθρωπον(「人間に応じた、人間の尺度による」)が後続する不均衡・超越を表す定型構文。「人間を超えた存在」「神的な存在」を指す。

  2. 8.7.6οὔτʼ ἐπιχειρήσας οὔτʼ ἐπιθυμήσας οἶδα ὅτου ἠτύχησα

    動詞 ἠτύχησα(ἀτυχέω「しくじる、失敗する、取り逃す」)が目的語として属格 ὅτου(関係代名詞 ὅστις の中性単数属格)を支配する構文。前置された分詞句 οὔτʼ ἐπιχειρήσας οὔτʼ ἐπιθυμήσας は条件または時(「企てたことにおいても、欲したことにおいても」)を表す副詞的分詞として機能している。

  3. 8.7.7πρόσθεν ἰδιωτεύουσαν ἐν τῇ Ἀσίᾳ νῦν προτετιμημένην καταλείπω

    動詞 καταλείπω の直接目的語 τὴν πατρίδα に対して、対照的な二つの分詞(ἰδιωτεύουσαν と προτετιμημένην)が叙述的に係っている。ἰδιωτεύουσα は政治的文脈で「公的な覇権を持たない、臣民・私人同等の立場にある」状態を指し、νῦν προτετιμημένην(「今や最高位の敬意・名誉を占める」)との劇的な対比をなす。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:8.7.1-8.7.9