- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:6.4.10-6.4.20
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アブラデータスが出陣する際、パンテイアが別れを惜しみながら見送った後、キュロスは吉兆を確認して指揮官たちを召集し、味方の団結と優位性を説いて敵軍、とりわけエジプト兵の密集陣形を破るための激励演説を行う。
ἐπεὶ δὲ ἀναβάντος αὐτοῦ κατέκλεισε τὸν δίφρον ὁ ὑφηνίοχος, οὐκ ἔχουσα ἡ Πάνθεια πῶς ἂν ἔτι ἄλλως ἀσπάσαιτο αὐτόν, κατεφίλησε τὸν δίφρον· καὶ τῷ μὲν προῄει ἤδη τὸ ἅρμα,1 ἡ δὲ λαθοῦσα αὐτὸν συνεφείπετο, ἕως ἐπιστραφεὶς καὶ ἰδὼν αὐτὴν Ἀβραδάτας εἶπε·
彼が乗り込むと副御者が乗降口を閉めたが、パンテイアはもはやこれ以外に彼に別れを告げる手立てを持たず、車体に口づけした。そして彼の戦車はすでに前進し始めていたが、彼女は彼に気づかれないように付き従い、ついにアブラダタスが振り返って彼女に気づき、言った。
θάρρει, Πάνθεια, καὶ χαῖρε καὶ ἄπιθι ἤδη. ἐκ τούτου δὴ οἱ εὐνοῦχοι καὶ αἱ θεράπαιναι λαβοῦσαι ἀπῆγον αὐτὴν εἰς τὴν ἁρμάμαξαν καὶ κατακλίναντες κατεκάλυψαν τῇ σκηνῇ. οἱ δὲ ἄνθρωποι, καλοῦ ὄντος τοῦ θεάματος τοῦ τε Ἀβραδάτου καὶ τοῦ ἅρματος, οὐ πρόσθεν ἐδύναντο θεάσασθαι αὐτὸν πρὶν ἡ Πάνθεια ἀπῆλθεν.
「勇気をお出し、パンテイア、そして達者で。もうお戻りなさい」。そこで宦官たちや侍女たちが彼女を引き取って覆い付き馬車へと連れ戻し、中に横たわらせて天幕で覆い隠した。居合わせた人々は、アブラデータスとその戦車の姿が見事であったにもかかわらず、パンテイアが立ち去るまでは彼に目を向けることができなかった。
ὡς δʼ ἐκεκαλλιερήκει μὲν ὁ Κῦρος, ἡ δὲ στρατιὰ παρετέτακτο αὐτῷ ὥσπερ παρήγγειλε, κατέχων σκοπὰς ἄλλας πρὸ ἄλλων συνεκάλεσε τοὺς ἡγεμόνας καὶ ἔλεξεν ὧδε.
一方、キュロスは吉兆の犠牲を捧げ終え、軍勢は彼の指示通りに整列していたが、各所に相次いで見張り台を確保しつつ、指揮官たちを召集して次のように語った。
ἄνδρες φίλοι καὶ σύμμαχοι, τὰ μὲν ἱερὰ οἱ θεοὶ ἡμῖν φαίνουσιν οἷάπερ ὅτε τὴν πρόσθεν νίκην ἔδοσαν· ὑμᾶς δʼ ἐγὼ βούλομαι ἀναμνῆσαι ὧν μοι δοκεῖτε μεμνημένοι πολὺ ἂν εὐθυμότεροι εἰς τὸν ἀγῶνα ἰέναι.2
「友であり同盟者である勇士たちよ、神々は先の勝利を授けてくださった時と同じような犠牲の兆しを我々に示しておられる。だが私は、思い起こせば諸君がはるかに意気揚々と戦いに臨むことができると私には思われる事柄を、諸君に想起させたいと思う。
ἠσκήκατε μὲν γὰρ τὰ εἰς τὸν πόλεμον πολὺ μᾶλλον τῶν πολεμίων, συντέτραφθε δὲ καὶ συντέταχθε ἐν τῷ αὐτῷ πολὺ πλείω ἤδη χρόνον ἢ οἱ πολέμιοι καὶ συννενικήκατε μετʼ ἀλλήλων· τῶν δὲ πολεμίων οἱ πολλοὶ συνήττηνται μεθʼ αὑτῶν, οἱ δὲ ἀμάχητοι ἑκατέρων οἱ μὲν τῶν πολεμίων ἴσασιν ὅτι προδότας τοὺς παραστάτας ἔχουσιν, ὑμεῖς δὲ οἱ μεθʼ ἡμῶν ἴστε ὅτι μετὰ θελόντων τοῖς συμμάχοις ἀρήγειν μαχεῖσθε.
諸君は戦いに向けて敵よりもはるかに訓練を積んできたし、敵よりもすでにずっと長い間同じ場所で共に育ち、陣容を共にしてきたし、互いに力を合わせて勝利を収めてきたからである。これに対して敵の大半は互いに敗北を共にしてきた者たちであり、双方の未参戦の兵についても、敵方の者たちは自らの戦友を裏切り者だと知っているのに対し、我々の側の諸君は、同盟者を喜んで助けようとする者たちと共に戦うのだと知っている。
εἰκὸς δὲ τοὺς μὲν πιστεύοντας ἀλλήλοις ὁμόνως μάχεσθαι μένοντας, τοὺς δὲ ἀπιστοῦντας ἀναγκαῖον βουλεύεσθαι πῶς ἂν ἕκαστοι τάχιστα ἐκποδὼν γένοιντο.
互いに信頼し合っている者たちが踏みとどまって心を一つにして戦うのは自然なことであるが、不信を抱いている者たちは、各自がいかにして一刻も早く逃げ出せるかを思案せざるを得ないのは当然である。
ἴωμεν δή, ὦ ἄνδρες, ἐπὶ τοὺς πολεμίους, ἅρματα μὲν ἔχοντες ὡπλισμένα πρὸς ἄοπλα τὰ τῶν πολεμίων, ὡς δʼ αὔτως καὶ ἱππέας καὶ ἵππους ὡπλισμένους πρὸς ἀόπλους, ὡς ἐκ χειρὸς μάχεσθαι.
さあ諸君、敵に向かって進もう。敵の無防備な戦車に対して武装した戦車を有し、同様に無防備な者たちに対して武装した騎兵と馬を有し、接近戦を挑むのだ。
πεζοῖς δὲ τοῖς μὲν ἄλλοις οἷς καὶ πρόσθεν μαχεῖσθε, Αἰγύπτιοι δὲ ὁμοίως μὲν ὡπλισμένοι εἰσίν, ὁμοίως δὲ τεταγμένοι· τάς τε γὰρ ἀσπίδας μείζους ἔχουσιν ἢ ὡς ποιεῖν τι καὶ ὁρᾶν,3 τεταγμένοι τε εἰς ἑκατὸν δῆλον ὅτι κωλύσουσιν ἀλλήλους μάχεσθαι πλὴν πάνυ ὀλίγων.
他の歩兵たちについては、諸君は以前にも戦った者たちと戦うことになるが、エジプト兵については、武装のあり方も整列のあり方も〔互いに〕同様である。というのも、彼らは何か行動を起こしたり見通したりするには大きすぎる盾を持っており、百列の深さに整列しているため、ごくわずかの者を除いて互いに戦うのを妨げ合うことになるのは明らかである。
εἰ δὲ ὠθοῦντες ἐξώσειν πιστεύουσιν, ἵπποις αὐτοὺς πρῶτον δεήσει ἀντέχειν καὶ σιδήρῳ ὑφʼ ἵππων ἰσχυριζομένῳ· ἢν δέ τις αὐτῶν καὶ ὑπομείνῃ, πῶς ἅμα δυνήσεται ἱππομαχεῖν τε καὶ φαλαγγομαχεῖν καὶ πυργομαχεῖν; καὶ γὰρ οἱ ἀπὸ τῶν πύργων ἡμῖν μὲν ἐπαρήξουσι, τοὺς δὲ πολεμίους παίοντες ἀμηχανεῖν ἀντὶ τοῦ μάχεσθαι ποιήσουσιν.
もし彼らが押し込んで我々を押し出せると信じているとしても、彼らはまず馬に、そして馬の勢いを得た鉄の刃に持ちこたえねばならないだろう。そして仮に彼らの誰かが耐え忍んだとしても、どうして同時に騎兵と戦い、方陣と戦い、櫓と戦うことができようか。なぜなら櫓の上の兵たちは我らを救援し、敵を撃ち据えて、戦う代わりに途方に暮れさせるからである。
εἰ δέ τινος ἔτι ἐνδεῖσθαι δοκεῖτε, πρὸς ἐμὲ λέγετε· σὺν γὰρ θεοῖς οὐδενὸς ἀπορήσομεν. καὶ εἰ μέν τις εἰπεῖν τι βούλεται, λεξάτω· εἰ δὲ μή, ἐλθόντες πρὸς τὰ ἱερὰ καὶ προσευξάμενοι οἷς ἐθύσαμεν θεοῖς ἴτε ἐπὶ τὰς τάξεις·
もし諸君がまだ何かに不足していると思うなら、私に言いなさい。神々の助けがあれば何一つ不足することはないのだから。そして、もし誰か言いたいことがあるなら言うがよい。なければ、犠牲の場所へ行って我々が犠牲を捧げた神々に祈りを捧げ、それぞれの隊列に向かいなさい。
καὶ ἕκαστος ὑμῶν ὑπομιμνῃσκέτω τοὺς μεθʼ αὑτοῦ ἅπερ ἐγὼ ὑμᾶς, καὶ ἐπιδεικνύτω τις τοῖς ἀρχομένοις ἑαυτὸν ἄξιον ἀρχῆς, ἄφοβον δεικνὺς καὶ σχῆμα καὶ πρόσωπον καὶ λόγους.
そして諸君の各人が、私が諸君に想起させたのと同じことを自分の配下の者たちに想起させ、身なりにも顔つきにも言葉にも恐れのないところを示して、自らが指揮を執るにふさわしい者であることを部下たちに示すがよい」。
- 6.4.10καὶ τῷ μὲν προῄει ἤδη τὸ ἅρμα
与格 τῷ は指示代名詞 ὁ の男性単数与格(アブラデータスを指す)であり、「彼にとって/彼の戦車は」という関係の与格(dativus relationis)または利益・不利益の与格として機能している。対比を示す μέν は、直後の ἡ δέ(パンテイア)と照応している。
- 6.4.13ὧν μοι δοκεῖτε μεμνημένοι πολὺ ἂν εὐθυμότεροι εἰς τὸν ἀγῶνα ἰέναι
関係代名詞 ὧν は先行詞の省略を伴い、従属する分詞句 μεμνημένοι(あるいは動詞 ἀναμνῆσαι)の目的語となる属格名詞句(τούτων ἅ)が、属格支配によって ὧν と格引かれ(attraction)を起こしている。また、δοκεῖτε に接続する分詞 μεμνημένοι は条件(「もし心に留めるならば」)を表し、不定詞 ἰέναι と小辞 ἄν の結合は潜在的帰結(直説法または希求法+ἄν に相当)を示している。
- 6.4.17μείζους ἔχουσιν ἢ ὡς ποιεῖν τι καὶ ὁρᾶν
「比較級 + ἢ ὡς(または ἢ ὥστε)+ 不定詞」の構文で、「〜するにはあまりに…すぎる」「〜できないほど…である」という過度・不均衡の結果を表す。ここでは「盾が大きすぎて、自ら何か軍事行動を起こすことも、前方の敵を見ることもできない」という意味をなす。
