- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:6.2.11-6.2.20
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
キュロスの軍勢は敵の圧倒的な集結と準備の報に動揺するが、キュロスは将兵を召集し、自軍の優位な戦備と敵の脆弱さを説いて恐怖を払拭しようとする。
συλλέγεσθαι δὲ τὸ στράτευμα ἀμφὶ τὸν Πακτωλὸν ποταμόν, προϊέναι δὲ μέλλειν αὐτοὺς εἰς Θύμβραρα, ἔνθα καὶ νῦν ὁ σύλλογος τῶν ὑπὸ βασιλέα βαρβάρων τῶν κάτω, καὶ ἀγορὰν πᾶσι παρηγγέλθαι ἐνταῦθα κομίζειν· σχεδὸν δὲ τούτοις ταὐτὰ ἔλεγον καὶ οἱ αἰχμάλωτοι· ἐπεμελεῖτο γὰρ καὶ τούτου ὁ Κῦρος ὅπως ἁλίσκοιντο παρʼ ὧν ἔμελλε πεύσεσθαί τι· ἔπεμπε δὲ καὶ δούλοις ἐοικότας κατασκόπους ὡς αὐτομόλους·
また、敵軍はパクトロス川の周辺に集結しつつあり、テュンブララへと前進する見込みであると報告された。そこは今日でも大王配下の低地のアジアの異民族の集結地となっており、すべての者にそこへ物資を運んで市場を開くよう通達が出されていた。捕虜たちもほぼこれと同じことを語った。キュロスは何か情報を聞き出せそうな者たちを捕虜とするよう配慮していたからである。さらに彼は、奴隷のような身なりの密偵を脱走兵を装わせて敵陣へ送り込んでもいた。
ὡς οὖν ταῦτα ἤκουσεν ὁ στρατὸς τοῦ Κύρου, ἐν φροντίδι τε ἐγένετο, ὥσπερ εἰκός, ἡσυχαίτεροί τε ἢ ὡς εἰώθεσαν διεφοίτων, φαιδροί τε οὐ πάνυ ἐφαίνοντο, ἐκυκλοῦντό τε καὶ μεστὰ ἦν πάντα ἀλλήλους ἐρωτώντων περὶ τούτων καὶ διαλεγομένων.
そこでキュロスの軍勢はこれを聞くと、予想どおり不安に沈み、普段よりも物静かに行き交い、顔色もあまり晴れやかではなく、車座になって集まり、あたりは至るところこれについて互いに尋ね合ったり論じ合ったりする者たちで満ちていた。
ὡς δὲ ᾔσθετο ὁ Κῦρος φόβον διαθέοντα ἐν τῇ στρατιᾷ, συγκαλεῖ τούς τε ἄρχοντας τῶν στρατευμάτων καὶ πάντας ὁπόσων ἀθυμούντων ἐδόκει βλάβη τις γίγνεσθαι καὶ προθυμουμένων ὠφέλεια.1 προεῖπε δὲ τοῖς ὑπηρέταις, καὶ ἄλλος εἴ τις βούλοιτο τῶν ὁπλοφόρων προσίστασθαι ἀκουσόμενος τῶν λόγων, μὴ κωλύειν. ἐπεὶ δὲ συνῆλθον, ἔλεξε τοιάδε.
キュロスは軍中に恐怖が走り回っているのを察知すると、諸部隊の指揮官たち、ならびに気落ちすれば何らかの損害をもたらし奮起すれば有益であると思われるすべての者を召集した。そして従者たちには、重装歩兵の中で話を聞こうと近寄ってくる者がほかにいれば、誰も妨げないようにとあらかじめ命じておいた。彼らが集まると、彼は次のように語った。
ἄνδρες σύμμαχοι, ἐγὼ τοίνυν ὑμᾶς συνεκάλεσα ἰδών τινας ὑμῶν, ἐπεὶ αἱ ἀγγελίαι ἦλθον ἐκ τῶν πολεμίων, πάνυ ἐοικότας πεφοβημένοις ἀνθρώποις. δοκεῖ γάρ μοι θαυμαστὸν εἶναι εἴ τις ὑμῶν ὅτι μὲν οἱ πολέμιοι συλλέγονται δέδοικεν, ὅτι δὲ ἡμεῖς πολὺ πλείους συνειλέγμεθα νῦν ἢ ὅτε ἐνικῶμεν ἐκείνους, πολὺ δὲ ἄμεινον σὺν θεοῖς παρεσκευάσμεθα νῦν ἢ πρόσθεν, ταῦτα δὲ ὁρῶντες οὐ θαρρεῖτε.2
「同盟軍の諸君、敵陣から急報が届いたのち、君たちのある者がいかにも恐怖に駆られた人間のように見えるのを目にして、私は君たちを召集したのだ。君たちの誰かが、敵が集結しつつあることには怯えながら、我々の側が彼らに勝利したあの時よりも今やはるかに多く集結しており、神々の助けによって以前よりもはるかに立派に武装を整えているというのに、これを目にしながら勇気を出さないとしたら、私には不思議に思えてならないからだ。
ὢ πρὸς θεῶν, ἔφη, τί δῆτα ἂν ἐποιήσατε οἱ νῦν δεδοικότες, εἰ ἤγγελλόν τινες τὰ παρʼ ἡμῖν νῦν ὄντα ταῦτα ἀντίπαλα ἡμῖν προσιόντα, καὶ πρῶτον μὲν ἠκούετε, ἔφη, ὅτι οἱ πρότερον νικήσαντες ἡμᾶς οὗτοι πάλιν ἔρχονται ἔχοντες ἐν ταῖς ψυχαῖς ἣν τότε νίκην ἐκτήσαντο· ἔπειτα δὲ οἱ τότε ἐκκόψαντες τῶν τοξοτῶν καὶ ἀκοντιστῶν τὰς ἀκροβολίσεις νῦν οὗτοι ἔρχονται καὶ ἄλλοι ὅμοιοι τούτοις πολλαπλάσιοι·
ああ、神々の名において、」と彼は言った。「今怯えている者たちよ、仮に誰かが、現在我らの側にあるこれらの戦力が、我らに敵対するものとして迫りつつあると報告したならば、君たちはいったいどうしたというのか。そしてまず、以前我らを破った者たちが、当時得た勝利を胸に抱いて再び向かって来ると聞かされ、次いで、当時弓兵や投槍兵の前哨戦を打ち破った者たちが、今またやって来て、これらに似た者が何倍にも増えていると聞かされたらどうするのだ。
ἔπειτα δὲ ὥσπερ οὗτοι ὁπλισάμενοι τοὺς πεζοὺς τότʼ ἐνίκων, νῦν οὕτω καὶ οἱ ἱππεῖς αὐτῶν παρεσκευασμένοι πρὸς τοὺς ἱππέας προσέρχονται, καὶ τὰ μὲν τόξα καὶ ἀκόντια ἀποδεδοκιμάκασι, παλτὸν δὲ ἓν ἰσχυρὸν ἕκαστος λαβὼν προσελαύνειν διανενόηται ὡς ἐκ χειρὸς τὴν μάχην ποιησόμενος·
その上、彼らが当時そのように重装して歩兵を破ったごとく、今度は彼らの騎兵が騎兵に対抗すべく同様に準備を整えて迫りつつあり、弓や投槍を捨てて、各自が一本の頑丈な槍を取って白兵戦を挑む心積もりで馬を駆り寄せてくるとしたら。
ἔτι δὲ ἅρματα ἔρχεται, ἃ οὐχ οὕτως ἑστήξει ὥσπερ πρόσθεν ἀπεστραμμένα ὥσπερ εἰς φυγήν, ἀλλʼ οἵ τε ἵπποι εἰσὶ κατατεθωρακισμένοι οἱ ἐν τοῖς ἅρμασιν, οἵ τε ἡνίοχοι ἐν πύργοις ἑστᾶσι ξυλίνοις τὰ ὑπερέχοντα ἅπαντα συνεστεγασμένοι θώραξι καὶ κράνεσι,3 δρέπανά τε σιδηρᾶ περὶ τοῖς ἄξοσι προσήρμοσται, ὡς ἐλῶντες καὶ οὗτοι εὐθὺς εἰς τὰς τάξεις τῶν ἐναντίων·
さらにまた、戦車が向かって来ているが、それは以前のように逃亡するかのように背を向けたまま立っているのではなく、戦車に繋がれた馬たちはことごとく甲冑で身を固め、御者たちは木製の塔の中に立ち、露出している部分をことごとく胸当てと兜で覆い、車軸には鉄の鎌が取り付けられており、これらもまた敵の隊列へと真っ直ぐ突進してくるのだとしたら。
πρὸς δʼ ἔτι κάμηλοι εἰσὶν αὐτοῖς ἐφʼ ὧν προσελῶσιν, ὧν μίαν ἑκάστην ἑκατὸν ἵπποι οὐκ ἂν ἀνάσχοιντο ἰδόντες· ἔτι δὲ πύργους προσίασιν ἔχοντες ἀφʼ ὧν τοῖς μὲν ἑαυτῶν ἀρήξουσιν, ἡμᾶς δὲ βάλλοντες κωλύσουσι τοῖς ἐν τῷ ἰσοπέδῳ μάχεσθαι·
その上にさらに、敵はラクダを擁してそれに跨がって迫りつつあり、そのラクダを一頭見ただけでも馬百頭が耐え切れず逃げ出すほどであり、さらには移動式の櫓を携えて進撃してきており、その上から自軍の兵を援護し、我らを射撃して平地にいる者たちと戦うのを阻むのだとしたら。
εἰ δὴ ταῦτα ἀπήγγελλέ τις ὑμῖν ἐν τοῖς πολεμίοις ὄντα, οἱ νῦν φοβούμενοι τί ἂν ἐποιήσατε; ὁπότε ἀπαγγελλομένων ὑμῖν ὅτι4 Κροῖσος μὲν ᾕρηται τῶν πολεμίων στρατηγός, ὃς τοσούτῳ Σύρων κακίων ἐγένετο ὅσῳ Σύροι μὲν μάχῃ ἡττηθέντες ἔφυγον, Κροῖσος δὲ ἰδὼν ἡττημένους ἀντὶ τοῦ ἀρήγειν τοῖς συμμάχοις φεύγων ᾤχετο·
もしこれほどの戦力が敵の陣営にあると誰かが君たちに報告したなら、今怯えている者たちよ、君たちはいったいどうしたというのか。しかるに君たちにもたらされている報告といえば、クロイソスが敵軍の将軍に選ばれたということにすぎない。彼ときたら、シリア人たちよりもこれほど卑劣な男であった。というのも、シリア人たちは戦いに敗れて逃走したが、クロイソスは彼らが敗れたのを見て同盟者を援護するどころか逃亡し去ったのだ。
ἔπειτα δὲ διαγγέλλεται δήπου ὅτι αὐτοὶ μὲν οἱ πολέμιοι οὐχ ἱκανοὶ ἡγοῦνται ὑμῖν εἶναι μάχεσθαι, ἄλλους δὲ μισθοῦνται, ὡς ἄμεινον μαχουμένους ὑπὲρ σφῶν ἢ αὐτοί. εἰ μέντοι τισὶ ταῦτα μὲν τοιαῦτα ὄντα δεινὰ δοκεῖ εἶναι, τὰ δὲ ἡμέτερα φαῦλα, τούτους ἐγώ φημι χρῆναι, ὦ ἄνδρες, ἀφεῖναι εἰς τοὺς ἐναντίους· πολὺ γὰρ ἐκεῖ ὄντες πλείω ἂν ἡμᾶς ἢ παρόντες ὠφελοῖεν.
次いで、敵自身が君たちと戦う力はないと考えており、自分たちのために自分たち自身よりもよく戦ってくれるだろうと見込んで他民族を傭兵として雇い入れている、と報じられているではないか。だがもし、これらの敵情をこのようなものでありながら恐るべきものと考え、我らの軍備を頼りなく思う者がいるならば、諸君、そうした者たちを敵の側へと去らせるべきであると私は言おう。そのような者たちは、ここに留まっているよりは、向こうにいる方がはるかに我々の利益になるであろうからだ」
- 6.2.13ὁπόσων ἀθυμούντων ἐδόκει βλάβη τις γίγνεσθαι καὶ προθυμουμένων ὠφέλεια
ὁπόσων は関係代名詞の属格形で、ἀθυμούντων および προθυμουμένων とともに独立属格の構造を成している。主節から見れば「〜の者が気落ちすれば…」という条件的な意味合いを含んでおり、全体として「気落ちすれば損害が生じ、奮起すれば利益が生じると思われるような者たちすべて」という限定節を形成している。
- 6.2.14εἴ τις ὑμῶν ὅτι μὲν οἱ πολέμιοι συλλέγονται δέδοικεν, ὅτι δὲ ἡμεῖς πολὺ πλείους συνειλέγμεθα νῦν ἢ ὅτε ἐνικῶμεν ἐκείνους, πολὺ δὲ ἄμεινον σὺν θεοῖς παρεσκευάσμεθα νῦν ἢ πρόσθεν, ταῦτα δὲ ὁρῶντες οὐ θαρρεῖτε
主文の文頭では単数の不定代名詞を用いた条件節(εἴ τις ὑμῶν... δέδοικεν)で始まっているが、後続の文脈では聴衆全体への呼びかけへと思考が移り、複数現在分詞 ὁρῶντες および二人称複数動詞 οὐ θαρρεῖτε への構文的交替(破格構文/anacoluthon)が生じている。また、対比される前半の ὅτι μὲν 節に対して、後半は ταῦτα δὲ ὁρῶντες によってまとめ直されている。
- 6.2.17τὰ ὑπερέχοντα ἅπαντα συνεστεγασμένοι θώραξι καὶ κράνεσι
中受動相分詞 συνεστεγασμένοι は再帰的・使役的な中動相の意味(「防護させた」「覆わせた」)を持ち、τὰ ὑπερέχοντα ἅπαντα(「突き出ているすべての部分=露出部」)はその直接目的語、または状態を示す指定の対格(関係対格)として機能している。θώραξι καὶ κράνεσι は手段の与格。
- 6.2.19ὁπότε ἀπαγγελλομένων ὑμῖν ὅτι
ἀπαγγελλομένων は中性複数の現在受動相分詞で、属格名詞を伴わずに非人称的に用いられた独立属格である。後に続く ὅτι 節の内容全体を受けて「〜ということが諸君に報告されている時に」という意味を成し、前文の反実仮想に対する現実の状況を対比・導入している。
