- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:4.5.1-4.5.11
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
キュロスはメディア軍らに休息と食事を指示し、陣営周囲の警備を固めて脱走者を厳しく処断する一方、メディア王キュアクサレスは自軍が置き去りにされたことを知って激怒し、使者を送って即時帰還を命じる。
ἐπεὶ δʼ ἐκεῖνοι ᾤχοντο, ὁ Κῦρος εἶπεν· ὥρα δή, ὦ Μῆδοι καὶ Ἀρμένιοι, δειπνεῖν πᾶσιν ἡμῖν· παρεσκεύασται δὲ ὑμῖν τὰ ἐπιτήδεια ὡς ἡμεῖς βέλτιστα ἐδυνάμεθα. ἀλλʼ ἴτε καὶ ἡμῖν πέμπετε τοῦ πεποιημένου σίτου τὸν ἥμισυν· ἱκανὸς δὲ ἀμφοτέροις πεποίηται· ὄψον δὲ μὴ πέμπετε μηδὲ πιεῖν·1 ἱκανὰ γὰρ ἔχομεν παρʼ ἡμῖν αὐτοῖς παρεσκευασμένα.
あの者たちが去ると、キュロスは言った。「メディア人とアルメニア人の諸君よ、我々全員にとって夕食の時間である。諸君のための糧食は、我々にできる限り最善に用意された。さあ行って、用意されたパンの半分を我々に送り届けてほしい。双方にとって十分な量が用意されている。しかしおかずや飲み物は送らなくてよい。我々自身のもとには、用意された十分なものがあるからだ。
καὶ ὑμεῖς δέ, ὦ Ὑρκάνιοι, ἔφη, διάγετε αὐτοὺς ἐπὶ τὰς σκηνάς, τοὺς μὲν ἄρχοντας ἐπὶ τὰς μεγίστας, γιγνώσκετε δέ, τοὺς δʼ ἄλλους ὡς ἂν δοκῇ κάλλιστα ἔχειν· καὶ αὐτοὶ δὲ δειπνεῖτε ὅπουπερ ἥδιστον ὑμῖν· σῶαι μὲν γὰρ ὑμῖν καὶ ἀκέραιοι αἱ σκηναί· παρεσκεύασται δὲ καὶ ὑμῖν ἐνθάδε ὥσπερ καὶ τούτοις.
そしてヒュルカニア人の諸君よ」と彼は言った。「諸君は彼らを天幕へと案内せよ。指揮官たちは最大の天幕へ――諸君なら承知しているはずだが――その他の者たちは最良と思われるところへ。そして諸君自身も、諸君にとって最も心地よい場所で食事を取るがよい。天幕は諸君のために無事で手つかずのままであるからだ。彼らの場合と同様、諸君のためにもここに食事が用意されている。
καὶ τοῦτο δὲ ἴστε ἀμφότεροι ὅτι τὰ μὲν ἔξω ὑμῖν ἡμεῖς νυκτοφυλακήσομεν, τὰ δʼ ἐν ταῖς σκηναῖς αὐτοὶ ὁρᾶτε καὶ τὰ ὅπλα εὖ τίθεσθε· οἱ γὰρ ἐν ταῖς σκηναῖς οὔπω φίλοι ἡμῖν.
そして双方が知っておいてほしいのは、天幕の外は我々が諸君のために夜番をするが、天幕の中のことは諸君自身が警戒し、武器を整えておくことだ。天幕の中にいる者たちは、まだ我々の味方ではないのだから」。
οἱ μὲν δὴ Μῆδοι καὶ οἱ ἀμφὶ Τιγράνην ἐλοῦντο, καί, ἦν γὰρ παρεσκευασμένα, ἱμάτια μεταλαβόντες ἐδείπνουν, καὶ οἱ ἵπποι αὐτοῖς εἶχον τὰ ἐπιτήδεια· καὶ τοῖς Πέρσαις δὲ ἔπεμπον τῶν ἄρτων τοὺς ἡμίσεις. ὄψον δὲ οὐκ ἔπεμπον οὐδʼ οἶνον, οἰόμενοι ἔχειν τοὺς ἀμφὶ Κῦρον ἔτι ἄφθονα ταῦτα. ὁ δὲ Κῦρος ἔλεγεν ὄψον μὲν τὸν λιμόν, πιεῖν δʼ ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ.
そこでメディア人たちとティグラネスの配下の者たちは入浴し、用意されていた衣服に着替えて食事を取り、彼らの馬にも飼料が与えられた。そして彼らはペルシア人たちにもパンの半分を送った。しかしキュロスの配下の者たちにはこれらがまだ豊富にあると思い、おかずも葡萄酒も送らなかった。キュロスはといえば、飢えこそがおかずであり、傍らを流れる川から飲むのだと言っていた。
ὁ μὲν οὖν Κῦρος δειπνίσας τοὺς Πέρσας, ἐπεὶ συνεσκότασε, κατὰ πεμπάδας καὶ κατὰ δεκάδας πολλοὺς αὐτῶν διέπεμψε καὶ ἐκέλευσε κύκλῳ τοῦ στρατοπέδου κρυπτεύειν, νομίζων ἅμα μὲν φυλακὴν ἔσεσθαι, ἄν τις ἔξωθεν προσίῃ, ἅμα δέ, ἄν τις ἔξω φέρων χρήματα ἀποδιδράσκῃ, ἁλώσεσθαι αὐτόν· καὶ ἐγένετο οὕτω· πολλοὶ μὲν γὰρ ἀπεδίδρασκον, πολλοὶ δὲ ἑάλωσαν.
キュロスはペルシア人たちに食事を取らせたのち、日が暮れると、彼らの多くを五人組や十人組に分けて遣わし、陣営の周囲に潜伏するよう命じた。外部から誰かが近づいてきた場合には警戒になると同時に、誰かが財物を携えて外へ逃げ出そうとした場合には、それを捕らえることができると考えたからである。そして実際にその通りになった。多くの者が逃亡を図り、多くの者が捕らえられたからである。
ὁ δὲ Κῦρος τὰ μὲν χρήματα τοὺς λαβόντας εἴα ἔχειν, τοὺς δὲ ἀνθρώπους ἀποσφάξαι ἐκέλευσεν· ὥστε τοῦ λοιποῦ οὐδὲ βουλόμενος ἂν ηὗρες ῥᾳδίως τὸν νύκτωρ πορευόμενον.
キュロスは財物については捕らえた者たちに所有させたが、捕虜の人間たちについては殺害するよう命じた。そのため、そののちは夜間に移動する者を、たとえ探そうとしても容易に見出せないほどになった。
οἱ μὲν δὴ Πέρσαι οὕτω διῆγον· οἱ δὲ Μῆδοι καὶ ἔπινον καὶ εὐωχοῦντο καὶ ηὐλοῦντο καὶ πάσης εὐθυμίας ἐνεπίμπλαντο· πολλὰ γὰρ καὶ τὰ τοιαῦτα ἥλω, ὥστε μὴ ἀπορεῖν ἔργου τοὺς ἐγρηγορότας.
ペルシア人たちはこのように過ごしたが、メディア人たちは酒を飲み、宴に興じ、笛の音に聞き惚れ、あらゆる陽気さに浸っていた。この種の物資も数多く鹵獲されたため、目覚めている者たちが退屈することはなかった。
ὁ δὲ Κυαξάρης ὁ τῶν Μήδων βασιλεὺς τὴν μὲν νύκτα ἐν ᾗ ἐξῆλθεν ὁ Κῦρος αὐτός τε ἐμεθύσκετο μεθʼ ὧνπερ ἐσκήνου ὡς ἐπʼ εὐτυχίᾳ, καὶ τοὺς ἄλλους δὲ Μήδους ᾤετο παρεῖναι ἐν τῷ στρατοπέδῳ πλὴν ὀλίγων, ἀκούων θόρυβον πολύν· οἱ γὰρ οἰκέται τῶν Μήδων, ἅτε τῶν δεσποτῶν ἀπεληλυθότων, ἀνειμένως ἔπινον καὶ ἐθορύβουν, ἄλλως τε καὶ ἐκ τοῦ Ἀσσυρίου στρατεύματος καὶ οἶνον καὶ ἄλλα πολλὰ εἰληφότες.
メディア人の王キュアクサレスは、キュロスが出撃した夜、幸運を祝うかのように幕舎を共にする者たちと深酒をし、また大きな騒音が聞こえていたため、メディア人たちは少数の者を除いて陣営に留まっているものと思い込んでいた。メディア人の従僕たちが、主人たちが去ってしまったために気兼ねなく酒を飲んで騒ぎ立てており、とりわけアッシリア軍の陣営から葡萄酒やその他多くの物資を手に入れていたからである。
ἐπεὶ δὲ ἡμέρα ἐγένετο, καὶ ἐπὶ θύρας οὐδεὶς ἧκε πλὴν οἵπερ καὶ συνεδείπνουν, καὶ τὸ στρατόπεδον ἤκουε κενὸν εἶναι τῶν Μήδων καὶ τῶν ἱππέων, καὶ ἑώρα, ἐπειδὴ ἐξῆλθεν, οὕτως ἔχοντα, ἐνταῦθα δὴ ἐβριμοῦτό τε τῷ Κύρῳ καὶ τοῖς Μήδοις τῷ καταλιπόντας αὐτὸν ἔρημον οἴχεσθαι,2 καὶ εὐθύς, ὥσπερ λέγεται ὠμὸς εἶναι καὶ ἀγνώμων, τῶν παρόντων κελεύει τινὰ λαβόντα τοὺς ἑαυτοῦ ἱππέας πορεύεσθαι ὡς τάχιστα ἐπὶ τὸ ἀμφὶ Κῦρον στράτευμα καὶ λέγειν τάδε.
しかし夜が明けてみると、共に会食していた者たちの他には誰も王の扉口に姿を見せず、陣営にはメディア人も騎兵も残っていないと耳にし、自ら外に出てそれが事実であるのを見ると、キュアクサレスはキュロスに対しても、また自分を見捨てて立ち去ったメディア人たちに対しても激怒した。そしてすぐに、彼が残酷で無分別であると言われる通りに、居合わせた者の一人に命じ、自身の騎兵を率いてキュロス配下の軍勢のもとへ可及的速やかに赴き、次のように告げるよう言った。
ὤιμην μὲν ἔγωγε, οὐδʼ ἂν σέ, ὦ Κῦρε, περὶ ἐμοῦ οὕτως ἀπρονοήτως βουλεῦσαι, εἰ δὲ Κῦρος οὕτω γιγνώσκοι, οὐκ ἂν ὑμᾶς, ὦ Μῆδοι, ἐθελῆσαι3 οὕτως ἔρημον ἐμὲ καταλιπεῖν. καὶ νῦν, ἂν μὲν Κῦρος βούληται, εἰ δὲ μή,4 ὑμεῖς γε τὴν ταχίστην πάρεστε.
「私としては、キュロスよ、そなたが私のことをこれほど思慮なく計らうとは思いもしなかったし、たとえキュロスがそのように判断したとしても、メディア人たちよ、そなたたちが私をこれほど見捨てて去ることを望むとは思いもしなかった。今や、キュロスが望むなら〔共に帰参せよ〕、望まぬにしても、そなたたちだけでも大至急帰参せよ」。
ταῦτα δὴ ἐπέστειλεν. ὁ δὲ ταττόμενος πορεύεσθαι ἔφη· καὶ πῶς, ὦ δέσποτα, ἐγὼ εὑρήσω ἐκείνους; πῶς δὲ Κῦρος, ἔφη, καὶ οἱ σὺν αὐτῷ ἐφʼ οὓς ἐπορεύοντο; ὅτι νὴ Δίʼ, ἔφη, ἀκούω ἀφεστηκότας τῶν πολεμίων Ὑρκανίους τινὰς καὶ ἐλθόντας δεῦρο οἴχεσθαι ἡγουμένους αὐτῷ.
キュアクサレスはこのように命じた。すると進軍を命じられた者が言った。「しかし主君よ、私はどうやって彼らを見出せばよいのでしょうか」。「ではキュロスと彼に同行する者たちは、どのようにして向かった先の者たちを見出したというのか」と王は言った。「それはゼウスにかけて申しますが、敵から離反した一部のヒュルカニア人たちがここに来て、彼のために案内して去ったと聞いておりますからでございます」とその者は言った。
- 4.5.1ὄψον δὲ μὴ πέμπετε μηδὲ πιεῖν
対格の名詞 ὄψον と不定詞 πιεῖν が並列されて動詞 πέμπετε の目的語となっている構文。πιεῖν は名詞化された不定詞(または「飲むためのもの」という結果・目的を表す不定詞)として、実質的に ποτόν と同様に機能している。
- 4.5.9τῷ καταλιπόντας αὐτὸν ἔρημον οἴχεσθαι
定冠詞与格 τῷ を伴う不定詞構文(articular infinitive)で、動詞 ἐβριμοῦτο に対する原因・理由を表す。不定詞 οἴχεσθαι の意味上の主語が、前置された与格(τοῖς Μήδοις)に一致せず、分詞 καταλιπόντας とともに対格となっている。不定詞構文の論理的主語が一般原則に従って対格で立てられた構造である。
- 4.5.10ὤιμην μὲν ἔγωγε, οὐδʼ ἂν σέ, ὦ Κῦρε, περὶ ἐμοῦ οὕτως ἀπρονοήτως βουλεῦσαι, εἰ δὲ Κῦρος οὕτω γιγνώσκοι, οὐκ ἂν ὑμᾶς, ὦ Μῆδοι, ἐθελῆσαι
動詞 ὤιμην(未完了過去)に導かれる対格不定詞構文に ἄν が加わったもの(οὐδʼ ἂν... βουλεῦσαι および οὐκ ἂν... ἐθελῆσαι)。直説法過去または希求法に ἄν が付いた潜在・反実仮想の表現が、間接話法によって不定詞化された構文である。後半の条件節 εἰ δὲ Κῦρος οὕτω γιγνώσκοι は希求法をとる将来の不確実な仮定あるいは緩和された仮定の形をとっている。
- 4.5.10ἂν μὲν Κῦρος βούληται, εἰ δὲ μή
ἂν μὲν Κῦρος βούληται の後に帰結節(例:「彼も同行せよ」など)が省略された対比構文。続く εἰ δὲ μή は先行する条件の否定(「そうでなければ」「キュロスが望まないとしても」)を表す定型的な慣用表現である。
