← クセノポン

キュロスの教育

§2.1.8-2.1.15

近接戦用武具の支給と同等の栄誉の約束

キュロスは遠戦での劣勢を打開するため、全ペルシア兵に近接戦用の武具を与えて肉薄する策を提案し、キュアクサレスの賛同を得る。武具が揃うと同位層を鼓舞し、さらに全ペルシア兵を集めて、同じ武具をとって危険を共にするなら同等の権利と名誉を与えると宣言する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.1.8

ἀνάγκη γὰρ οὖν, ἔφη ὁ Κυαξάρης· οὐκοῦν ἐν τούτῳ μὲν τῶν πλειόνων ἡ νίκη· πολὺ γὰρ ἂν θᾶττον οἱ ὀλίγοι ὑπὸ τῶν πολλῶν τιτρωσκόμενοι ἀναλωθείησαν ἢ οἱ πολλοὶ ὑπὸ τῶν ὀλίγων· εἰ οὖν οὕτως ἔχει, ὦ Κῦρε, τί ἂν ἄλλο τις κρεῖττον εὕροι ἢ πέμπειν ἐς Πέρσας, καὶ ἅμα μὲν διδάσκειν αὐτοὺς ὅτι εἴ τι πείσονται Μῆδοι, εἰς Πέρσας τὸ δεινὸν ἥξει, ἅμα δὲ αἰτεῖν πλέον στράτευμα; ἀλλὰ τοῦτο μέν, ἔφη ὁ Κῦρος, εὖ ἴσθι ὅτι, οὐδʼ εἰ πάντες ἔλθοιεν Πέρσαι, πλήθει γε οὐχ ὑπερβαλοίμεθʼ ἂν τοὺς πολεμίους. τί μὴν ἄλλο ἐνορᾷς ἄμεινον τούτου; ἐγὼ μὲν ἄν, ἔφη ὁ Κῦρος, εἰ σὺ εἴην, ὡς τάχιστα ὅπλα ποιοίμην πᾶσι Πέρσαις τοῖς προσιοῦσιν οἷάπερ ἔχοντες ἔρχονται παρʼ ἡμῶν οἱ τῶν ὁμοτίμων καλούμενοι· ταῦτα δʼ ἐστὶ θώραξ μὲν περὶ τὰ στέρνα, γέρρον δὲ εἰς τὴν ἀριστεράν, κοπὶς δὲ ἢ σάγαρις εἰς τὴν δεξιάν· κἂν ταῦτα παρασκευάσῃς, ἡμῖν μὲν ποιήσεις τὸ ὁμόσε τοῖς ἐναντίοις ἰέναι ἀσφαλέστατον, τοῖς πολεμίοις δὲ τὸ φεύγειν ἢ τὸ μένειν αἱρετώτερον. τάττομεν δέ, ἔφη, ἡμᾶς μὲν αὐτοὺς ἐπὶ τοὺς μένοντας· οἵ γε μέντἂν αὐτῶν φεύγωσι, τούτους ὑμῖν καὶ τοῖς ἵπποις νέμομεν,1 ὡς μὴ σχολάζωσι μήτε μένειν μήτε ἀναστρέφεσθαι.

「実にその通りだ」とキュアクサレスは言った。「それならこの戦法においては、より多数の側が勝利することになる。というのも、多数の側から傷つけられて少数の側が殲滅される方が、少数の側によって多数の側が殲滅されるよりはるかに速いからだ。それゆえキュロスよ、もしそうであるならば、ペルシアへ使者を送り、もしメディア人が災難を被るならペルシアにも危険が及ぶと教え込むとともに、さらなる軍勢を要請すること以上に良い策を誰が見出せようか」「しかしそのことについては」とキュロスは言った。「たとえペルシア人全員が来たとしても、数において我らが敵を凌駕することは決してあり得ないということをよく知っておいてください」「では君は、これ以上にどんな良い手があるというのか」「私なら」とキュロスは言った。「もし貴方の立場であれば、いわゆる同位層の者たちが我が国から携えて来ているのと全く同じ武具を、やって来るすべてのペルシア人に大至急作らせることでしょう。それらは胸を覆う鎧、左手には編み枝の盾、右手には曲刀または戦斧です。もしこれらを用意してくだされば、敵陣へ肉薄することを我らにとって最も安全なものとし、敵にとっては踏みとどまるよりも逃走することの方を選ばせることになります。そして我らは」と彼は言った。「自分たち自身を踏みとどまる敵に向かわせ、逃走する者たちについては、彼らが踏みとどまる暇も引き返す暇も持てないよう、貴方たちと騎兵に割り振るのです」

§2.1.10

Κῦρος μὲν οὕτως ἔλεξε· τῷ δὲ Κυαξάρῃ ἔδοξέ τε εὖ λέγειν, καὶ τοῦ μὲν πλείους μεταπέμπεσθαι οὐκέτι ἐμέμνητο, παρεσκευάζετο δὲ ὅπλα τὰ προειρημένα. καὶ σχεδόν τε ἕτοιμα ἦν καὶ τῶν Περσῶν οἱ ὁμότιμοι παρῆσαν ἔχοντες τὸ ἀπὸ Περσῶν στράτευμα.

キュロスはこのように語った。キュアクサレスは彼の言葉を名案だと考え、これ以上増援を呼び寄せることにはもはや言及せず、先に述べられた武具を調達させた。そして武具がほぼ整った頃、ペルシアの同位層の者たちがペルシアからの軍勢を率いて到着した。

§2.1.11

ἐνταῦθα δὴ εἰπεῖν λέγεται ὁ Κῦρος συναγαγὼν αὐτούς· ἄνδρες φίλοι, ἐγὼ ὑμᾶς ὁρῶν αὐτοὺς μὲν καθωπλισμένους οὕτω καὶ ταῖς ψυχαῖς παρεσκευασμένους ὡς εἰς χεῖρας συμμείξοντας2 τοῖς πολεμίοις, τοὺς δὲ ἑπομένους ὑμῖν Πέρσας γιγνώσκων ὅτι οὕτως ὡπλισμένοι εἰσὶν ὡς ὅτι προσωτάτω ταχθέντες μάχεσθαι, ἔδεισα μὴ ὀλίγοι καὶ ἔρημοι συμμάχων συμπίπτοντες πολεμίοις πολλοῖς πάθοιτέ τι. νῦν οὖν, ἔφη, σώματα μὲν ἔχοντες ἀνδρῶν ἥκετε οὐ μεμπτά· ὅπλα δὲ ἔσται αὐτοῖς ὅμοια τοῖς ἡμετέροις· τάς γε μέντοι ψυχὰς θήγειν αὐτῶν ὑμέτερον ἔργον. ἄρχοντος γάρ ἐστιν οὐχ ἑαυτὸν μόνον ἀγαθὸν παρέχειν, ἀλλὰ δεῖ καὶ τῶν ἀρχομένων ἐπιμελεῖσθαι ὅπως ὡς βέλτιστοι ἔσονται.

その時、キュロスは彼らを召集してこのように述べたと言われている。「我が友らよ、私は諸君ら自身がこのように武装し、敵と白兵戦を交える覚悟を心に抱いているのを見る一方で、諸君に従うペルシア兵たちが可能な限り遠方に配置されて戦うように武装しているのを知り、諸君が少数で同盟軍の助けもなく多数の敵と衝突して何か手痛い打撃を受けるのではないかと危惧したのである。だが今や」と彼は言った。「諸君は非の打ちどころのない立派な体躯を持つ男たちを連れてここへ来た。彼らには我らのものと同様の武具が与えられるであろう。しかしながら彼らの気概を研ぎ澄ますことは、諸君の務めである。なぜなら指揮官の務めとは、自らを優秀な者として示すことのみならず、部下の者たちも最善の兵士となるよう配慮することにあるからだ」

§2.1.12

ὁ μὲν οὕτως εἶπεν· οἱ δʼ ἥσθησαν μὲν πάντες, νομίζοντες μετὰ πλειόνων ἀγωνιεῖσθαι· εἷς δʼ αὐτῶν καὶ ἔλεξε τοιάδε.

彼がこのように語ると、皆はより多くの兵力とともに戦えると思って喜んだ。そして彼らの一人が次のように述べた。

§2.1.13

ἀλλὰ θαυμαστά, ἔφη, ἴσως δόξω λέγειν, εἰ Κύρῳ συμβουλεύσω τι εἰπεῖν ὑπὲρ ἡμῶν, ὅταν τὰ ὅπλα λαμβάνωσιν οἱ ἡμῖν μέλλοντες συμμάχεσθαι· ἀλλὰ γιγνώσκω γάρ, ἔφη, ὅτι οἱ τῶν ἱκανωτάτων καὶ εὖ καὶ κακῶς ποιεῖν λόγοι οὗτοι καὶ μάλιστα ἐνδύονται ταῖς ψυχαῖς τῶν ἀκουόντων· καὶ δῶρά γε ἢν διδῶσιν οἱ τοιοῦτοι, κἂν μείω τυγχάνῃ ὄντα ἢ τὰ παρὰ τῶν ὁμοίων, ὅμως μείζονος αὐτὰ τιμῶνται οἱ λαμβάνοντες. καὶ νῦν, ἔφη, οἱ Πέρσαι παραστάται ὑπὸ Κύρου πολὺ μᾶλλον ἡσθήσονται ἢ ὑφʼ ἡμῶν παρακαλούμενοι, εἴς τε τοὺς ὁμοτίμους καθιστάμενοι βεβαιοτέρως σφίσιν ἡγήσονται ἔχειν τοῦτο ὑπὸ βασιλέως τε παιδὸς καὶ ὑπὸ στρατηγοῦ γενόμενον ἢ εἰ ὑφʼ ἡμῶν τὸ αὐτὸ τοῦτο γίγνοιτο. ἀπεῖναι μέντοι οὐδὲ τὰ ἡμέτερα χρή, ἀλλὰ παντὶ τρόπῳ δεῖ τῶν ἀνδρῶν θήγειν πάντως τὸ φρόνημα. ἡμῖν γὰρ ἔσται τοῦτο χρήσιμον ὅ τι ἂν οὗτοι βελτίονες γένωνται.3

「しかし、我らとともに戦うことになる者たちが武具を受け取る際、キュロスに我らに代わって何か言葉をかけていただくよう助言するならば、おそらく私は奇妙なことを言っていると思われるでしょう。しかし私は知っているのです」と彼は言った。「善きことにも悪しきことにも最大の力を持つ者の言葉こそが、聞く者の心に最も深く染み入るということを。そしてそのような方々が贈り物を下さるなら、たとえ同輩からの贈り物より少ないものであっても、受け取る者たちはそれをより重んじるのです。そして今」と彼は言った。「ペルシアの戦友たちは、我らから励まされるよりもキュロスから励まされる方に遥かに喜ぶでしょうし、同位層へと引き上げられることも、我らの手によって同じことがなされるより、王の子にして将軍であるお方の手によってなされる方が、より確固たるものであると考えるでしょう。もっとも、我らの側の働きかけも怠ってはならず、あらゆる方法で兵たちの士気を徹底的に鼓舞すべきです。彼らが少しでも優れた者になれば、その分だけ我らの益となるのですから」

§2.1.14

οὕτω δὴ ὁ Κῦρος καταθεὶς τὰ ὅπλα εἰς τὸ μέσον καὶ συγκαλέσας πάντας τοὺς Περσῶν στρατιώτας ἔλεξε τοιάδε.

そこでキュロスは武具を中央に置き、ペルシア兵全員を召集して次のように語った。

§2.1.15

ἄνδρες Πέρσαι, ὑμεῖς καὶ ἔφυτε ἐν τῇ αὐτῇ ἡμῖν καὶ ἐτράφητε, καὶ τὰ σώματά τε οὐδὲν ἡμῶν χείρονα ἔχετε, ψυχάς τε οὐδὲν κακίονας ὑμῖν προσήκει ἡμῶν ἔχειν. τοιοῦτοι δʼ ὄντες ἐν μὲν τῇ πατρίδι οὐ μετείχετε τῶν ἴσων ἡμῖν, οὐχ ὑφʼ ἡμῶν ἀπελαθέντες ἀλλʼ ὑπὸ τοῦ τὰ ἐπιτήδεια ἀνάγκην ὑμῖν εἶναι πορίζεσθαι.4 νῦν δὲ ὅπως μὲν ταῦτα ἕξετε ἐμοὶ μελήσει σὺν τοῖς θεοῖς· ἔξεστι δʼ ὑμῖν, εἰ βούλεσθε, λαβόντας ὅπλα οἷάπερ ἡμεῖς ἔχομεν εἰς τὸν αὐτὸν ἡμῖν κίνδυνον ἐμβαίνειν, καὶ ἄν τι ἐκ τούτων καλὸν κἀγαθὸν γίγνηται, τῶν ὁμοίων ἡμῖν ἀξιοῦσθαι.

「ペルシアの勇士たちよ、諸君は我らと同じ祖国に生まれ、同じ祖国で育ち、その肉体も我らに劣るものではなく、その精神も我らより劣っていてよいはずがない。諸君はこれほどの者でありながら、祖国においては我らと同等の権利を分かち合ってはいなかったが、それは我らによって締め出されていたのではなく、生活必需品を自ら調達せねばならない必要に迫られていたからである。だが今や、諸君がこれらを得られるよう神々とともに私が配慮しよう。それゆえ諸君は、もし望むならば、我らと同じような武具を取り、我らと同じ危険に身を投じ、その結果として何か善き栄誉が生じるならば、我らと同等の待遇を受けるに値する者となることが許されているのである」

構文注4 件
  1. 2.1.9οἵ γε μέντἂν αὐτῶν φεύγωσι, τούτους ὑμῖν καὶ τοῖς ἵπποις νέμομεν

    μέντἂν は μέντοι と ἄν の縮約形(crasis)。関係代名詞 ὅς に ἄν と接続法 φεύγωσι が後続し、一般条件(「逃走するような者たちはおよそ誰であれ」)を形成している。主節では対応する指示代名詞 τούτους を目的語として動詞 νέμομεν(「割り当てる」)が受けている。

  2. 2.1.11ὡς εἰς χεῖρας συμμείξοντας

    ὡς に未来分詞 συμμείξοντας(対格・意味上の主語は ὑμᾶς)が結びつき、動作主の主観的意図や覚悟(「接近戦・白兵戦に入るつもりであること」)を表す。直前の παρεσκευασμένους(「準備が整っている」)の内容・目的を規定している。

  3. 2.1.13ἡμῖν γὰρ ἔσται τοῦτο χρήσιμον ὅ τι ἂν οὗτοι βελτίονες γένωνται

    関係詞 ὅ τι は副詞的目的格(または内的な関係)として機能し、「彼らがより優れるようになるその度合いに応じて / その点において」の意。主節の指示詞 τοῦτο(主語)は後ろの関係節 ὅ τι ἂν... の内容を先取りしている。

  4. 2.1.15ὑπὸ τοῦ τὰ ἐπιτήδεια ἀνάγκην ὑμῖν εἶναι πορίζεσθαι

    冠詞付き不定詞 τοῦ ... εἶναι が前置詞 ὑπό(原因「〜によって」)の支配を受けている。不定詞構文の内側では、ἀνάγκην が述語名詞、ὑμῖν が与格補語、πορίζεσθαι τὰ ἐπιτήδεια が真主語として機能し、「生活必需品を自ら調達することが諸君にとって不可欠であったこと」という原因句をなす。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:2.1.8-2.1.15