- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:1.6.17-1.6.20
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
キュロスと父カンビュセスは、節制と鍛錬による兵士の健康維持、怠惰の戒め、競技と褒賞を通じた戦技習練、真偽を弁えた希望の喚起法、そして賞罰による軍規と服従の確立について論じ合う。
καὶ ὁ Κῦρος εἶπε· πρῶτον μὲν νὴ Δία πειρῶμαι μηδέποτε ὑπερπίμπλασθαι· δύσφορον γάρ· ἔπειτα δὲ ἐκπονῶ τὰ εἰσιόντα· οὕτω γάρ μοι δοκεῖ ἥ τε ὑγίεια μᾶλλον παραμένειν καὶ ἰσχὺς προσγενέσθαι. οὕτω τοίνυν, ἔφη, ὦ παῖ, καὶ τῶν ἄλλων δεῖ ἐπιμελεῖσθαι. ἦ καὶ σχολή, ἔφη, ὦ πάτερ, ἔσται, σωμασκεῖν τοῖς στρατιώταις; οὐ μὰ Δίʼ, ἔφη ὁ πατήρ, οὐ μόνον γε, ἀλλὰ καὶ ἀνάγκη. δεῖ γὰρ δήπου στρατιάν, εἰ μέλλει πράξειν τὰ δέοντα, μηδέποτε παύεσθαι ἢ τοῖς πολεμίοις κακὰ πορσύνουσαν ἢ ἑαυτῇ ἀγαθά· ὡς χαλεπὸν μὲν καὶ ἕνα ἄνθρωπον ἀργὸν τρέφεσθαι, πολὺ δʼ ἔτι χαλεπώτερον, ὦ παῖ, οἶκον ὅλον, πάντων δὲ χαλεπώτατον στρατιὰν ἀργὸν τρέφειν. πλεῖστά τε γὰρ τὰ ἐσθίοντα ἐν στρατιᾷ καὶ ἀπʼ ἐλαχίστων ὁρμώμενα καὶ οἷς ἂν λάβῃ δαψιλέστατα χρώμενα, ὥστε οὔποτε ἀργεῖν δεήσει στρατιάν.
キュロスは言った。「ゼウスにかけて、まず第一に、私は決して満腹になりすぎないよう努めています。胃にもたれるからです。その次に、摂取したものを労作によって消化します。そうすることで健康がいっそう保たれ、体力も増すと思われるからです」。「それならば息子よ」と父は言った。「他の者たちについても同じように配慮しなければならない」。「しかし父上、兵士たちに体を鍛える暇などあるでしょうか」とキュロスは言った。「とんでもない」と父は言った。「暇があるどころか、むしろ必然なのだ。軍隊がなすべき務めを果たそうとするならば、敵に損害をもたらすか、自らに利益をもたらすかのいずれかを決してやめてはならないからだ。怠惰な人間を一人生かしておくことさえ厄介であるのに、ましてや息子よ、家全体を養うのはそれよりはるかに厄介であり、怠惰な軍隊を養うことは何よりも厄介なことなのだ。軍隊では食う口が最も多く、ごくわずかな備えから出発し、手に入れたものを最も浪費するのだから、軍隊が決して怠けていてはならないのは当然である」。
λέγεις σύ, ἔφη, ὦ πάτερ, ὡς ἐμοὶ δοκεῖ, ὥσπερ οὐδὲ γεωργοῦ ἀργοῦ οὐδὲν ὄφελος, οὕτως οὐδὲ στρατηγοῦ ἀργοῦντος οὐδὲν ὄφελος εἶναι. τὸν δέ γε ἐργάτην στρατηγὸν ἐγώ, ἔφη, ἀναδέχομαι, ἢν μή τις θεὸς βλάπτῃ, ἅμα καὶ τὰ ἐπιτήδεια μάλιστα ἔχοντας τοὺς στρατιώτας ἀποδείξειν καὶ τὰ σώματα ἄριστα ἔχοντας παρασκευάσειν. ἀλλὰ μέντοι, ἔφη, τό γε μελετᾶσθαι ἕκαστα τῶν πολεμικῶν ἔργων,1 ἀγῶνας ἄν τίς μοι δοκεῖ, ἔφη, ὦ πάτερ, προειπὼν ἑκάστοις καὶ ἆθλα προτιθεὶς μάλιστʼ ἂν ποιεῖν εὖ ἀσκεῖσθαι ἕκαστα, ὥστε ὁπότε δέοιτο ἔχειν ἂν παρεσκευασμένοις χρῆσθαι. κάλλιστα λέγεις, ἔφη, ὦ παῖ· τοῦτο γὰρ ποιήσας, σάφʼ ἴσθι, ὥσπερ χοροὺς τὰς τάξεις ἀεὶ τὰ προσήκοντα μελετώσας θεάσῃ.
「父上のおっしゃることは」とキュロスは言った。「怠惰な農民に何の益もないのと同様に、怠けている将軍にも何の益もない、ということだと私には思われます。しかし精力的な将軍であれば、神の妨げさえなければ、兵士たちに必要な物資を最も潤沢に持たせると同時に、その身体を最良の状態に整えるであろうと私は保証します。それにしても父上、軍事行動の個々の技芸を習熟させることについては、それぞれに競技を布告し賞品を設けることで、それぞれが最もよく訓練されるよう促すことができ、その結果、必要なときには万全の備えある兵士たちを活用できるようになると私には思われます」。「まことに見事な言だ、息子よ」と父は言った。「そうすれば、そなたは部隊がまるで舞踊団のように常にふさわしい技芸を訓練しているのを目の当たりにするに違いない」。
ἀλλὰ μήν, ὁ Κῦρος ἔφη, εἴς γε τὸ προθυμίαν ἐμβαλεῖν στρατιώταις οὐδέν μοι δοκεῖ ἱκανώτερον εἶναι ἢ τὸ δύνασθαι ἐλπίδας ἐμποιεῖν ἀνθρώποις. ἀλλʼ, ἔφη, ὦ παῖ, τοῦτό γε τοιοῦτόν ἐστιν οἷόνπερ εἴ τις κύνας ἐν θήρᾳ ἀνακαλοῖτο ἀεὶ τῇ κλήσει ᾗπερ ὅταν τὸ θηρίον ὁρᾷ. τὸ μὲν γὰρ πρῶτον προθύμως εὖ οἶδʼ ὅτι ἔχει ὑπακουούσας· ἢν δὲ πολλάκις ψεύδηται αὐτάς, τελευτῶσαι οὐδʼ ὁπόταν ἀληθῶς ὁρῶν καλῇ πείθονται αὐτῷ. οὕτω καὶ τὸ περὶ τῶν ἐλπίδων ἔχει· ἢν πολλάκις προσδοκίας ἀγαθῶν ἐμβαλὼν ψεύδηταί τις, οὐδʼ ὁπόταν ἀληθεῖς ἐλπίδας λέγῃ ὁ τοιοῦτος πείθειν δύναται. ἀλλὰ τοῦ μὲν αὐτὸν λέγειν ἃ μὴ σαφῶς εἰδείη εἴργεσθαι δεῖ, ὦ παῖ, ἄλλοι δʼ ἐνετοὶ λέγοντες ταὔτʼ ἂν διαπράττοιεν·2 τὴν δʼ αὐτοῦ παρακέλευσιν εἰς τοὺς μεγίστους κινδύνους δεῖ ὡς μάλιστα ἐν πίστει διασῴζειν. ἀλλὰ ναὶ μὰ τὸν Δίʼ, ἔφη ὁ Κῦρος, ὦ πάτερ, καλῶς μοι δοκεῖς λέγειν, καὶ ἐμοὶ οὕτως ἥδιον.
「それに加えて」とキュロスは言った。「兵士たちに熱意を吹き込むことについては、人々に希望を抱かせることができる力に勝るものはないと私には思われます」。「だが息子よ」と父は言った。「それはちょうど、狩猟のときに獣を見かけた際の呼び声で、いつでも猟犬を呼び寄せるようなものだ。最初こそ猟犬たちも喜んで従うだろうとよく分かっているが、もし何度も犬たちを欺くなら、最後には本当に獣を見て呼んだときでさえ、もはや従わなくなってしまう。希望についても同じことだ。良い事への期待を抱かせて何度も人を欺くなら、そのような者は、真の希望を語るときでさえ人を信服させることができなくなる。したがって息子よ、自分自身が明白に知っているわけではない事柄を口にすることは慎むべきであり、差し向けられた他の者たちが語ることで、同じ効果を達成できるであろう。自らの激励は、最大の危機に備えて最大限に信頼されるよう保っておかなければならない」。「ゼウスにかけて、父上のおっしゃる通りです」とキュロスは言った。「私もそのほうがずっと好ましいと思います」。
τό γε μὴν πειθομένους παρέχεσθαι τοὺς στρατιώτας, οὐκ ἀπείρως μοι δοκῶ αὐτοῦ ἔχειν, ὦ πάτερ· σύ τε γάρ με εὐθὺς τοῦτο ἐκ παιδίου ἐπαίδευες, σαυτῷ πείθεσθαι ἀναγκάζων· ἔπειτα τοῖς διδασκάλοις παρέδωκας, καὶ ἐκεῖνοι αὖ τὸ αὐτὸ τοῦτο ἔπραττον· ἐπεὶ δʼ ἐν τοῖς ἐφήβοις ἦμεν, ὁ ἄρχων τοῦ αὐτοῦ τούτου ἰσχυρῶς ἐπεμελεῖτο· καὶ οἱ νόμοι δέ μοι δοκοῦσιν οἱ πολλοὶ ταῦτα δύο μάλιστα διδάσκειν, ἄρχειν τε καὶ ἄρχεσθαι. καὶ τοίνυν κατανοῶν περὶ τούτων ἐν πᾶσιν ὁρᾶν μοι δοκῶ τὸ προτρέπον πείθεσθαι μάλιστα ὂν τὸ τὸν πειθόμενον ἐπαινεῖν3 τε καὶ τιμᾶν, τὸν δὲ ἀπειθοῦντα ἀτιμάζειν τε καὶ κολάζειν.
「兵士たちを従順な者に仕立てることに関しては、父上、私自身も決して不案内ではないと思っております。父上が幼少の頃から、ご自身に従うよう強いて私をそのように教育されましたし、その後に私を委ねられた教師たちもまた同じことを行いました。また私たちが青年組にあったときには、その長がまさにこのことに厳しく配慮していました。そして多くの法もまた、命じることと命じられることという、この二つのことを最もよく教えているように思われます。したがってこれらについて考えてみますと、従順へと最も促すものは、従う者を賞賛し尊重し、従わない者を軽蔑して処罰することであると、すべての事例において私には見受けられるのです」。
- 1.6.18τό γε μελετᾶσθαι ἕκαστα τῶν πολεμικῶν ἔργων
文頭の「τό γε μελετᾶσθαι ἕκαστα τῶν πολεμικῶν ἔργων」は文法的主語ではなく、後続の文全体の主題を提示する前置句(主題対格・懸垂対格)である。真の主語構文は後続の「ἀγῶνας ἄν τίς μοι δοκεῖ... ποιεῖν εὖ ἀσκεῖσθαι ἕκαστα」で展開される。
- 1.6.19ἄλλοι δʼ ἐνετοὶ λέγοντες ταὔτʼ ἂν διαπράττοιεν
形容詞「ἐνετοί」(ἐνίημι に由来)は「唆された、密かに差し向けられた、示唆された」を意味し、分詞「λέγοντες」を伴って述語的に「他人に指図して言わせることで」という使役的・間接的な手段を表す。将軍自身が発言を控えるべき場面で、代理人を立てて同じ効果を達成する方策を述べている。
- 1.6.20τὸ προτρέπον πείθεσθαι μάλιστα ὂν τὸ τὸν πειθόμενον ἐπαινεῖν
動詞「ὁρᾶν μοι δοκῶ」の補足分詞構文。「τὸ προτρέπον πείθεσθαι μάλιστα」が意味上の主語、「ὂν」が述語分詞、「τὸ τὸν πειθόμενον ἐπαινεῖν...」が述語名詞句として機能している(「従順を最も促すものが、従う者を賞賛することであると見ている」)。中性冠詞「τό」が重なるが、前者が実質主語句、後者が説明の述部不定詞句を導く。
