- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:1.4.1-1.4.5
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
キュロスはメディアに留まって祖父や仲間の信頼を集め、成長とともに謙虚さと魅力を深めつつ乗馬や狩猟の腕前を急速に上達させる。
τοιαῦτα μὲν δὴ πολλὰ ἐλάλει ὁ Κῦρος· τέλος δὲ ἡ μὲν μήτηρ ἀπῆλθε, Κῦρος δὲ κατέμεινε καὶ αὐτοῦ ἐτρέφετο. καὶ ταχὺ μὲν τοῖς ἡλικιώταις συνεκέκρατο ὥστε οἰκείως διακεῖσθαι, ταχὺ δὲ τοὺς πατέρας αὐτῶν ἀνήρτητο, προσιὼν καὶ ἔνδηλος ὢν ὅτι ἠσπάζετο αὐτῶν τοὺς υἱεῖς, ὥστε εἴ τι τοῦ βασιλέως δέοιντο, τοὺς παῖδας ἐκέλευον τοῦ Κύρου δεῖσθαι διαπράξασθαι σφίσιν, ὁ δὲ Κῦρος, ὅ τι δέοιντο αὐτοῦ οἱ παῖδες, διὰ τὴν φιλανθρωπίαν καὶ φιλοτιμίαν περὶ παντὸς ἐποιεῖτο διαπράττεσθαι, καὶ ὁ Ἀστυάγης δὲ ὅ τι δέοιτο αὐτοῦ ὁ Κῦρος οὐδὲν ἐδύνατο ἀντέχειν μὴ οὐ χαρίζεσθαι.1 καὶ γὰρ ἀσθενήσαντος αὐτοῦ οὐδέποτε ἀπέλειπε τὸν πάππον οὐδὲ κλαίων ποτὲ ἐπαύετο, ἀλλὰ δῆλος ἦν πᾶσιν ὅτι ὑπερεφοβεῖτο μή οἱ ὁ πάππος ἀποθάνῃ· καὶ γὰρ ἐκ νυκτὸς εἴ τινος δέοιτο Ἀστυάγης, πρῶτος ᾐσθάνετο Κῦρος καὶ πάντων ἀοκνότατα ἀνεπήδα ὑπηρετήσων ὅ τι οἴοιτο χαριεῖσθαι, ὥστε παντάπασιν ἀνεκτήσατο τὸν Ἀστυάγην.
キュロスはこのように多くのことを語った。そしてついに母は去ったが、キュロスは留まり、当地で育てられた。そして彼はたちまち同年代の仲間たちと親しく交わって親密な間柄となり、また彼らの父親たちの心をも速やかに捉えた。彼らのもとへ赴いて、彼らの息子たちを自分が心から愛していることを明らかにしたからである。そのため、もし父親たちが王に何か願い出ることがあれば、息子たちに、キュロスに頼んで自分たちのために取り計らってもらうよう命じるほどであり、一方キュロスは、少年たちが自分に何か願い出るたびに、人間愛と名誉心ゆえにそれを成し遂げることを何よりも重視した。またアステュアゲスも、キュロスが何か願うことがあれば、決して拒んで聞き入れないことはできなかった。というのも、祖父が病に倒れた時、キュロスは決して祖父の傍らを離れず、泣き止むこともなく、祖父が死んでしまうのではないかと過度に恐れていることが誰の目にも明らかだったからである。夜間であってもアステュアゲスが何かを必要とすれば、キュロスが真っ先に気づき、祖父が喜ぶと思われることで仕えようと誰よりも敏捷に飛び起きたため、すっかりアステュアゲスの心を勝ち得たのであった。
καὶ ἦν μὲν ἴσως πολυλογώτερος, ἅμα μὲν διὰ τὴν παιδείαν, ὅτι ἠναγκάζετο ὑπὸ τοῦ διδασκάλου καὶ διδόναι λόγον ὧν ἐποίει καὶ λαμβάνειν παρʼ ἄλλων, ὁπότε δικάζοι, ἔτι δὲ καὶ διὰ τὸ φιλομαθὴς εἶναι πολλὰ μὲν αὐτὸς ἀεὶ τοὺς παρόντας ἀνηρώτα πῶς ἔχοντα τυγχάνοι, καὶ ὅσα αὐτὸς ὑπʼ ἄλλων ἐρωτῷτο, διὰ τὸ ἀγχίνους εἶναι ταχὺ ἀπεκρίνετο, ὥστʼ ἐκ πάντων τούτων ἡ πολυλογία συνελέγετο αὐτῷ· ἀλλʼ ὥσπερ γὰρ ἐν σώματι,2 ὅσοι νέοι ὄντες μέγεθος ἔλαβον, ὅμως ἐμφαίνεται τὸ νεαρὸν αὐτοῖς ὃ κατηγορεῖ τὴν ὀλιγοετίαν, οὕτω καὶ Κύρου ἐκ τῆς πολυλογίας οὐ θράσος διεφαίνετο, ἀλλʼ ἁπλότης καὶ φιλοστοργία, ὥστʼ ἐπεθύμει ἄν τις ἔτι πλείω αὐτοῦ ἀκούειν ἢ σιωπῶντι παρεῖναι.
そして彼は、あるいはいくぶん饒舌であったかもしれない。それは一つには教育のためであり、教師によって、自分の行ったことの説明をすることも、裁判をする時には他者から説明を受けることも強いられていたからであり、さらにまた学ぶことを好む性格のため、周囲の人々に事の有様がどうなっているかを常に自分から多く問い尋ね、他者から何か問われれば、機敏な頭脳ゆえに素早く答えたため、これらすべてのことから彼に饒舌さが身についていたのである。しかし、若くして大柄な体格を得た者たちにおいて、少年の幼さがなお現れ出てその若年を告げ知らせるのと同様に、キュロスの饒舌さからも厚かましさは露われず、純真さと愛情深さが窺われたため、人々は彼が黙っている場に居合わせるよりは、むしろ彼の話をさらに多く聞きたいと願うほどであった。
ὡς δὲ προῆγεν αὐτὸν ὁ χρόνος σὺν τῷ μεγέθει εἰς ὥραν τοῦ πρόσηβον γενέσθαι, ἐν τούτῳ δὴ τοῖς μὲν λόγοις μανοτέροις ἐχρῆτο καὶ τῇ φωνῇ ἡσυχαιτέρᾳ, αἰδοῦς δʼ ἐνεπίμπλατο ὥστε καὶ ἐρυθραίνεσθαι ὁπότε συντυγχάνοι τοῖς πρεσβυτέροις, καὶ τὸ σκυλακῶδες τὸ πᾶσιν ὁμοίως προσπίπτειν3 οὐκέθʼ ὁμοίως προπετὲς εἶχεν. οὕτω δὴ ἡσυχαίτερος μὲν ἦν, ἐν δὲ ταῖς συνουσίαις πάμπαν ἐπίχαρις. καὶ γὰρ ὅσα διαγωνίζονται πολλάκις ἥλικες πρὸς ἀλλήλους, οὐχ ἃ κρείττων ᾔδει ὤν, ταῦτα προυκαλεῖτο τοὺς συνόντας, ἀλλʼ ἅπερ εὖ ᾔδει ἑαυτὸν ἥττονα ὄντα, ἐξῆρχε, φάσκων κάλλιον αὐτῶν ποιήσειν, καὶ κατῆρχεν ἤδη ἀναπηδῶν ἐπὶ τοὺς ἵππους ἢ διατοξευσόμενος ἢ διακοντιούμενος ἀπὸ τῶν ἵππων οὔπω πάνυ ἔποχος ὤν, ἡττώμενος δὲ αὐτὸς ἐφʼ ἑαυτῷ μάλιστα ἐγέλα.
しかし、年月が体格とともに彼を青年に近い年頃へと進ませるにつれて、その時には言葉数も以前より少なくなり、声も一層静かになり、年長者に出会うたびに赤面するほど慎みの情に満ち、誰にでも構わず飛びつくような子犬じみた振る舞いも、もはや同じようには軽々しく見せなくなった。このようにして彼は一層物静かになったが、交わりの場ではまったく魅力に溢れていた。というのも、同年代の仲間同士でしばしば競い合う事柄において、自分が勝っていると知っている事柄へと仲間たちを誘い出すのではなく、むしろ自分が劣っているとよく知っている事柄に自ら先頭に立って挑み、仲間たちよりもうまくやって見せると言い放ち、まだ馬上にしっかりと座っていられないうちから馬上に飛び乗っては弓を射競い、馬上から槍を投げ競おうとすぐさま口火を切り、負けても自分自身のことで誰よりも大笑いしていたからである。
ὡς δʼ οὐκ ἀπεδίδρασκεν ἐκ τοῦ ἡττᾶσθαι εἰς τὸ μὴ ποιεῖν4 ὃ ἡττῷτο, ἀλλʼ ἐκαλινδεῖτο ἐν τῷ πειρᾶσθαι αὖθις βέλτιον ποιεῖν, ταχὺ μὲν εἰς τὸ ἴσον ἀφίκετο τῇ ἱππικῇ τοῖς ἥλιξι, ταχὺ δὲ παρῄει διὰ τὸ ἐρᾶν τοῦ ἔργου, ταχὺ δὲ τὰ ἐν τῷ παραδείσῳ θηρία ἀνηλώκει διώκων καὶ βάλλων καὶ κατακαίνων, ὥστε ὁ Ἀστυάγης οὐκέτʼ εἶχεν αὐτῷ συλλέγειν θηρία. καὶ ὁ Κῦρος αἰσθόμενος ὅτι βουλόμενος οὐ δύναιτό οἱ ζῶντα πολλὰ παρέχειν, ἔλεγε πρὸς αὐτόν· ὦ πάππε, τί σε δεῖ θηρία ζητοῦντα πράγματʼ ἔχειν; ἀλλʼ ἐὰν ἐμὲ ἐκπέμπῃς ἐπὶ θήραν σὺν τῷ θείῳ, νομιῶ ὅσα ἂν ἴδω θηρία, ἐμοὶ ταῦτα τρέφεσθαι.
そして彼は、負けたからといって負けた事柄を行わないことへと逃避するのではなく、再び挑んでより良く行おうと身を投じて励んだため、同年代の仲間たちと乗馬においてたちまち互角になり、その技芸への熱愛ゆえにたちまち仲間を追い越し、さらに遊園内の野獣を追い、射ち、仕留めて急速に狩り尽くしてしまったので、アステュアゲスはもはや彼のために野獣を集めておくことができなくなった。そこでキュロスは、祖父が望んでも自分に多くの生きた獲物を提供することができないと気づき、祖父に向かってこう言った。「おじい様、野獣を探し求めて骨を折る必要がどこにありましょう。もし私を叔父上とともに狩りへと送り出してくだされば、見かける獣はどれも自分のために飼育されているのだと見なすことにいたします」。
- 1.4.2μὴ οὐ χαρίζεσθαι
否定語を含む主動詞(οὐδὲν ἐδύνατο ἀντέχειν「何事においても抗することができなかった」)の後に現れる μὴ οὐ + 不定詞。二重否定の構文であり、「〜せずにはいられない」「〜することを拒むことができない」という強い肯定の意味を表す。
- 1.4.3ἀλλʼ ὥσπερ γὰρ ἐν σώματι
ἀλλὰ ... γάρ(「しかしというのも…だからである」)の枠組みの中に ὥσπερ 節(ὥσπερ ἐν σώματι, ὅσοι...)が挿入され、後続の οὕτω καί... がそれに応じている。直前の饒舌さ(πολυλογία)の指摘に対する反論的・弁明的な説明を導く構文。
- 1.4.4τὸ σκυλακῶδες τὸ πᾶσιν ὁμοίως προσπίπτειν
中性名詞化された形容詞 τὸ σκυλακῶδες(「子犬のような振る舞い」)に対し、同格として冠詞付き不定詞句 τὸ πᾶσιν ὁμοίως προσπίπτειν(「誰にでも構わず飛びつくこと」)が添えられている。後続の οὐκέθʼ ὁμοίως προπετὲς εἶχεν の目的語として機能している。
- 1.4.5ἐκ τοῦ ἡττᾶσθαι εἰς τὸ μὴ ποιεῖν
前置詞 ἐκ と εἰς にそれぞれ冠詞付き不定詞(τοῦ ἡττᾶσθαι「負けること」、τὸ μὴ ποιεῖν「行わないこと」)が結びついた対比構文。動詞 ἀπεδίδρασκεν(「逃げ出す」)の起点と終点を示し、「負けたことから逃げ出して、自分が負けた事柄をもはや行わないという状態へと陥る」ことを意味する。
