- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:7.6.24-7.6.35
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
クセノポンは、困窮していた軍団にセウテスと同盟を結ばせることで糧食と安全を確保した自身の功績と、軍団が無傷で名声を得て去る一方で自分がスパルタとセウテスの双方から敵視されるに至った不遇を訴え、兵士たちの忘恩を強く非難する。
ἀναμνήσθητε γὰρ ἐν ποίοις τισὶ πράγμασιν ὄντες ἐτυγχάνετε, ἐξ ὧν ὑμᾶς ἐγὼ ἀνήγαγον πρὸς Σεύθην. οὐκ εἰς μὲν Πέρινθον προσῇτε, Ἀρίσταρχος δʼ ὑμᾶς ὁ Λακεδαιμόνιος οὐκ εἴα εἰσιέναι ἀποκλείσας τὰς πύλας; ὑπαίθριοι δʼ ἔξω ἐστρατοπεδεύετε, μέσος δὲ χειμὼν ἦν, ἀγορᾷ δὲ ἐχρῆσθε σπάνια μὲν ὁρῶντες τὰ ὤνια, σπάνια δʼ ἔχοντες ὅτων ὠνήσεσθε, ἀνάγκη δὲ ἦν μένειν ἐπὶ Θρᾴκης·
というのも、私が諸君をセウテスのもとへと導いた当時、諸君がどのような状況にあったかを思い出してほしいからです。諸君はペリントスへと近づいたものの、スパルタ人アリスタルコスが城門を閉ざして入城を許さなかったではありませんか。諸君は野外で露営し、時は真冬であり、買い求める品々も乏しく、それを買うための金銭も乏しいという市場を利用せざるを得ず、トラキアに留まることを余儀なくされていました。
τριήρεις γὰρ ἐφορμοῦσαι ἐκώλυον διαπλεῖν· εἰ δὲ μένοι τις, ἐν πολεμίᾳ εἶναι,1 ἔνθα πολλοὶ μὲν ἱππεῖς ἦσαν ἐναντίοι, πολλοὶ δὲ πελτασταί, ἡμῖν δὲ ὁπλιτικὸν μὲν ἦν ᾧ ἁθρόοι μὲν ἰόντες ἐπὶ τὰς κώμας ἴσως ἂν ἐδυνάμεθα σῖτον λαμβάνειν οὐδέν τι ἄφθονον, ὅτῳ δὲ διώκοντες ἂν ἢ ἀνδράποδα ἢ πρόβατα κατελαμβάνομεν οὐκ ἦν ἡμῖν· οὔτε γὰρ ἱππικὸν οὔτε πελταστικὸν ἔτι ἐγὼ συνεστηκὸς κατέλαβον παρʼ ὑμῖν.
三段櫂船が停泊して渡航を妨げていたからです。そして仮に留まるとしても、敵地にいることになり、そこには敵である多くの騎兵と、多くの投槍兵がいました。これに対して我々の側には重装歩兵部隊があり、これによって集団で村落に向かえば、おそらく決して潤沢ではないものの糧食を得ることはできたでしょうが、追撃して奴隷や家畜を捕らえるための兵力は我々にはありませんでした。諸君のもとには、もはや騎兵も投槍兵も整った部隊としては存在しないのを私は目にしたからです。
εἰ οὖν ἐν τοιαύτῃ ἀνάγκῃ ὄντων ὑμῶν μηδʼ ὁντιναοῦν μισθὸν προσαιτήσας Σεύθην σύμμαχον ὑμῖν προσέλαβον, ἔχοντα καὶ ἱππέας καὶ πελταστὰς ὧν ὑμεῖς προσεδεῖσθε, ἦ κακῶς ἂν ἐδόκουν ὑμῖν βεβουλεῦσθαι πρὸ ὑμῶν;2
それなら、諸君がこのような窮状にあったとき、いかなる給与もセウテスに要求しなかったとしても、諸君が必要としていた騎兵と投槍兵の双方を擁する彼を味方として諸君のために引き入れたとしたら、果たして私は諸君のために拙劣な策を巡らしたように見えたでしょうか。
τούτων γὰρ δήπου κοινωνήσαντες καὶ σῖτον ἀφθονώτερον ἐν ταῖς κώμαις ηὑρίσκετε διὰ τὸ ἀναγκάζεσθαι τοὺς Θρᾷκας κατὰ σπουδὴν μᾶλλον φεύγειν, καὶ προβάτων καὶ ἀνδραπόδων μᾶλλον μετέσχετε.
実際、彼らと行動を共にしたことで、トラキア人たちがより急いで逃亡せざるを得なくなったため、諸君は村落でより潤沢な糧食を見出し、家畜や奴隷をより多く手に入れたではありませんか。
καὶ πολέμιον οὐκέτι οὐδένα ἑωρῶμεν ἐπειδὴ τὸ ἱππικὸν ἡμῖν προσεγένετο· τέως δὲ θαρραλέως ἡμῖν ἐφείποντο οἱ πολέμιοι καὶ ἱππικῷ καὶ πελταστικῷ κωλύοντες μηδαμῇ κατʼ ὀλίγους ἀποσκεδαννυμένους τὰ ἐπιτήδεια ἀφθονώτερα ἡμᾶς πορίζεσθαι.
そして騎兵が我々に加わってからは、もはや敵の姿を一人も見かけることはなくなりました。それ以前は、敵は騎兵と投槍兵をもって大胆にも我々に追随し、我々が小部隊に分かれて四散してより潤沢な糧食を調達するのをことごとく妨げていたのです。
εἰ δὲ δὴ ὁ συμπαρέχων ὑμῖν ταύτην τὴν ἀσφάλειαν μὴ πάνυ πολὺν μισθὸν προσετέλει τῆς ἀσφαλείας, τοῦτο δὴ τὸ σχέτλιον πάθημα καὶ διὰ τοῦτο οὐδαμῇ οἴεσθε χρῆναι ζῶντα ἐμὲ ἀνεῖναι;3
それにもかかわらず、諸君にこの安全を共にもたらした者が、その安全の代価としてそれほど多額の給料を上乗せして支払わなかったからといって、これがそれほど耐え難い苦難であり、そのために決して私を生かして解放すべきではないと諸君はお考えになるのでしょうか。
νῦν δὲ δὴ πῶς ἀπέρχεσθε; οὐ διαχειμάσαντες μὲν ἐν ἀφθόνοις τοῖς ἐπιτηδείοις, περιττὸν δʼ ἔχοντες τοῦτο εἴ τι ἐλάβετε παρὰ Σεύθου; τὰ γὰρ τῶν πολεμίων ἐδαπανᾶτε. καὶ ταῦτα πράττοντες οὔτε ἄνδρας ἐπείδετε ὑμῶν αὐτῶν ἀποθανόντας οὔτε ζῶντας ἀπεβάλετε.
今や諸君はどのような状態で立ち去ろうとしているのでしょうか。潤沢な食糧の中で冬を越し、セウテスから何かを受け取ったとすればそれを余分な儲けとして手にしているではありませんか。敵の財産を諸君は消費していたのですから。そしてその間、諸君自身の兵士が死ぬのを目にすることも、生きた兵を失うこともありませんでした。
εἰ δέ τι καλὸν πρὸς τοὺς ἐν τῇ Ἀσίᾳ βαρβάρους ἐπέπρακτο ὑμῖν, οὐ καὶ ἐκεῖνο σῶν ἔχετε καὶ πρὸς ἐκείνοις νῦν ἄλλην εὔκλειαν προσειλήφατε καὶ τοὺς ἐν τῇ Εὐρώπῃ Θρᾷκας ἐφʼ οὓς ἐστρατεύσασθε κρατήσαντες; ἐγὼ μὲν ὑμᾶς φημι δικαίως ἂν ὧν ἐμοὶ χαλεπαίνετε τούτων τοῖς θεοῖς χάριν εἰδέναι ὡς ἀγαθῶν.4
また、もし諸君がアジアの異民族に対して何らかの輝かしい戦功を立てていたとするなら、それも無傷のまま保持し、それに加えて今や、自らが遠征したヨーロッパのトラキア人を征服して新たな名声を獲得したではありませんか。私としては、諸君が私に対して腹を立てているまさにその事柄について、それらを善きこととして神々に感謝することこそが正当であると主張します。
καὶ τὰ μὲν δὴ ὑμέτερα τοιαῦτα. ἄγετε δὴ πρὸς θεῶν καὶ τὰ ἐμὰ σκέψασθε ὡς ἔχει. ἐγὼ γὰρ ὅτε μὲν πρότερον ἀπῇα οἴκαδε, ἔχων μὲν ἔπαινον πολὺν πρὸς ὑμῶν ἀπεπορευόμην, ἔχων δὲ διʼ ὑμᾶς καὶ ὑπὸ τῶν ἄλλων Ἑλλήνων εὔκλειαν. ἐπιστευόμην δὲ ὑπὸ Λακεδαιμονίων· οὐ γὰρ ἄν με ἔπεμπον πάλιν πρὸς ὑμᾶς.
諸君の側の事情はまさにこのようなものです。神々に誓って言いますが、では今度は私の側の事態がどうなっているかを御覧ください。かつて私が帰国しようとした時には、諸君からの多くの称賛を携え、諸君のおかげで他のギリシア人からも名声を得て立ち去ろうとしていました。そしてスパルタ人からも信頼されていました。そうでなければ、彼らは私を再び諸君のもとへ派遣することはなかったでしょうから。
νῦν δὲ ἀπέρχομαι πρὸς μὲν Λακεδαιμονίους ὑφʼ ὑμῶν διαβεβλημένος, Σεύθῃ δὲ ἀπηχθημένος ὑπὲρ ὑμῶν, ὃν ἤλπιζον εὖ ποιήσας μεθʼ ὑμῶν ἀποστροφὴν καὶ ἐμοὶ καλὴν καὶ παισίν, εἰ γένοιντο, καταθήσεσθαι.
しかし今や私は、諸君によってスパルタ人に対して中傷され、諸君のためにセウテスから憎まれて立ち去ろうとしています。セウテスには、諸君とともに恩義を施すことで、自分にとっても、また子供が生まれたなら子供たちにとっても立派な避難所を築くことができると期待していたのです。
ὑμεῖς δʼ, ὑπὲρ ὧν ἐγὼ ἀπήχθημαί τε πλεῖστα καὶ ταῦτα πολὺ κρείττοσιν ἐμαυτοῦ, πραγματευόμενός τε οὐδὲ νῦν πω πέπαυμαι ὅ τι δύναμαι ἀγαθὸν ὑμῖν, τοιαύτην ἔχετε γνώμην περὶ ἐμοῦ.
それなのに諸君は、私が諸君のために最も多く憎まれ、それも自分より遥かに強い者たちから憎まれることになり、諸君にとって可能な限りの善きことを目指して奔走することを今なおやめていないというのに、私に対してこのような考えを抱いているのです。
- 7.6.25εἰ δὲ μένοι τις, ἐν πολεμίᾳ εἶναι
不定詞 εἶναι は直前の ἀνάγκη δὲ ἦν に支配される継続構文。条件文の従属節 εἰ μένοι τις(希求法過去・一般的条件)を受けつつ、主節の叙述として「もし留まるならば、敵地(ἐν πολεμίᾳ [γῇ])にいることになる」という必然的帰結を表している。
- 7.6.27ἦ κακῶς ἂν ἐδόκουν ὑμῖν βεβουλεῦσθαι πρὸ ὑμῶν;
小辞 ἦ は強い修辞的疑問文を導き、「果たして〜であっただろうか(いや、そうではない)」の意を表す。動詞 δοκέω は非人称構文(ἔδοξεν ἄν)ではなく人称構文(ἐδόκουν ἄν)を取っており、直訳すれば「私は諸君のために拙劣な策を講じたように諸君に見えたであろうか」となる。πρὸ ὑμῶν は ὑπὲρ ὑμῶν と同様に「諸君の利益のために、諸君に代わって」を表す前置詞句。
- 7.6.30τοῦτο δὴ τὸ σχέτλιον πάθημα καὶ διὰ τοῦτο οὐδαμῇ οἴεσθε χρῆναι ζῶντα ἐμὲ ἀνεῖναι;
繋辞 ἐστί の省略された名詞述語文による感嘆・疑問文。「これこそがかの耐え難い苦難なのか」という前半部と、それに続く καὶ διὰ τοῦτο... という帰結の疑問節が対比されている。動詞 ἀνεῖναι は ἀνίημι(放免する、生かしておく)のアオリスト不定詞で、対格目的語 ἐμέ を伴う。
- 7.6.32δικαίως ἂν ὧν ἐμοὶ χαλεπαίνετε τούτων τοῖς θεοῖς χάριν εἰδέναι ὡς ἀγαθῶν
関係代名詞 ὧν は先行詞 τούτων の属格に牽引されており(本来は χαλεπαίνετε にかかる対格 ἅ または ἐφʼ οἷς)、その τούτων は χάριν εἰδέναι が要求する感謝の対象・原因の属格として置かれている。末尾の ὡς ἀγαθῶν は「善きものとして」と評価・見解を示す付加語。
