← クセノポン

アナバシス

§6.5.17-6.5.32

峡谷を越えた総攻撃と敵軍の敗走

クセノポンは退却の危険と進撃の利を説いて全軍を鼓舞し、峡谷を渡って敵軍に総攻撃を仕掛け、敵の歩兵・騎兵を敗走させて戦勝記念碑を建てた。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§6.5.17

ἴστε μέντοι ὅτι τὸ μὲν ἀπιέναι ἀπὸ πολεμίων οὐδενὶ καλῷ ἔοικε, τὸ δὲ ἐφέπεσθαι καὶ τοῖς κακίοσι θάρρος ἐμποιεῖ. ἐγὼ γοῦν ἥδιον ἂν σὺν ἡμίσεσιν ἐπιοίην ἢ σὺν διπλασίοις ἀποχωροίην. καὶ τούτους οἶδʼ ὅτι ἐπιόντων μὲν ἡμῶν οὐδʼ ὑμεῖς ἐλπίζετε δέξεσθαι ἡμᾶς,1 ἀπιόντων δὲ πάντες ἐπιστάμεθα ὅτι τολμήσουσιν ἐφέπεσθαι.

だが諸君、敵から退却することは立派なことの何物にも似ておらず、逆に追撃することは臆病な者にさえ勇気を与えるということを知っておくべきです。少なくとも私自身としては、倍の兵力で退却するよりは、半分の兵力で進撃する方を好みます。また我々が進撃するときには敵が我々を待ち受けるとは諸君も予想していないことを私は知っていますし、我々が退却するときには敵が追撃を敢行するだろうと我々全員が知っています。

§6.5.18

τὸ δὲ διαβάντας ὄπισθεν νάπος χαλεπὸν ποιήσασθαι μέλλοντας μάχεσθαι2 ἆρʼ οὐχὶ καὶ ἁρπάσαι ἄξιον; τοῖς μὲν γὰρ πολεμίοις ἐγὼ βουλοίμην ἂν εὔπορα πάντα φαίνεσθαι ὥστε ἀποχωρεῖν· ἡμᾶς δὲ καὶ ἀπὸ τοῦ χωρίου δεῖ διδάσκεσθαι ὅτι οὐκ ἔστι μὴ νικῶσι σωτηρία.

これから戦おうとするにあたって、渡った上で困難な峡谷を背後に置くことは、むしろ飛びつくべき好機ではないでしょうか。敵に対しては、退却しやすいようにあらゆる場所が渡りやすく見えることを望みたいですが、我々はこの地形そのものからも、勝たねば救いはないのだと教えられるべきです。

§6.5.19

θαυμάζω δʼ ἔγωγε καὶ τὸ νάπος τοῦτο εἴ τις μᾶλλον φοβερὸν νομίζει εἶναι τῶν ἄλλων ὧν διαπεπορεύμεθα χωρίων. πῶς γὰρ διαβατὸν τὸ πεδίον, εἰ μὴ νικήσομεν τοὺς ἱππέας; πῶς δὲ ἃ διεληλύθαμεν ὄρη, ἢν πελτασταὶ τοσοίδε ἐφέπωνται;

それに、この峡谷を我々がこれまで通り抜けてきた他の地形よりも恐ろしいと考える者がいるとすれば、私は実に驚きます。騎兵を破らなければ、どうして平原を渡ることができるでしょうか。またこれほどの軽装歩兵が追撃してくるなら、我々が越えてきた山々をどうやって越えるというのでしょうか。

§6.5.20

ἢν δὲ δὴ καὶ σωθῶμεν ἐπὶ θάλατταν, πόσον τι νάπος ὁ Πόντος; ἔνθα οὔτε πλοῖα ἔστι τὰ ἀπάξοντα οὔτε σῖτος ᾧ θρεψόμεθα μένοντες, δεήσει δέ, ἢν θᾶττον ἐκεῖ γενώμεθα, θᾶττον πάλιν ἐξιέναι ἐπὶ τὰ ἐπιτήδεια.

仮に海まで無事に逃れたとしても、黒海はどれほど巨大な峡谷でしょうか。そこには我々を運ぶ船もなく、留まって飢えをしのぐ糧食もありません。そこへ早く到着すればするほど、糧食を求めて再び早く外へ出撃しなければならなくなるでしょう。

§6.5.21

οὐκοῦν νῦν κρεῖττον ἠριστηκότας μάχεσθαι ἢ αὔριον ἀναρίστους. ἄνδρες, τά τε ἱερὰ ἡμῖν καλὰ οἵ τε οἰωνοὶ αἴσιοι τά τε σφάγια κάλλιστα· ἴωμεν ἐπὶ τοὺς ἄνδρας. οὐ δεῖ ἔτι τούτους, ἐπεὶ ἡμᾶς πάντως εἶδον, ἡδέως δειπνῆσαι οὐδʼ ὅπου ἂν θέλωσι σκηνῆσαι.

したがって、明日空腹のまま戦うよりは、今朝食をとった状態で戦う方が勝るのです。諸君、犠牲の兆候は我々に吉であり、鳥の兆しは幸運であり、戦前の犠牲も最良です。敵兵に向かって進みましょう。彼らが完全に我々を目撃した以上、彼らに気安く夕食をとらせても、望む場所に天幕を張らせてもならないのです」。

§6.5.22

ἐντεῦθεν οἱ λοχαγοὶ ἡγεῖσθαι ἐκέλευον, καὶ οὐδεὶς ἀντέλεγε. καὶ ὃς ἡγεῖτο, παραγγείλας διαβαίνειν ᾗ ἕκαστος ἐτύγχανε τοῦ νάπους ὤν· θᾶττον γὰρ ἁθρόον ἐδόκει ἂν οὕτω πέραν γενέσθαι τὸ στράτευμα ἢ εἰ κατὰ τὴν γέφυραν ἣ ἐπὶ τῷ νάπει ἦν ἐξεμηρύοντο.3

ここにおいて小隊長たちは先頭を進むよう促し、誰も反対しなかった。そしてクセノポンは、各人が峡谷のそれぞれいた場所から渡るように指示して先導した。峡谷にかかる橋を通って一列に繰り出すよりは、このようにした方が軍勢がまとまって速やかに向こう岸に渡れると思われたからである。

§6.5.23

ἐπεὶ δὲ διέβησαν, παριὼν παρὰ τὴν φάλαγγα ἔλεγεν· ἄνδρες, ἀναμιμνῄσκεσθε ὅσας δὴ μάχας σὺν τοῖς θεοῖς ὁμόσε ἰόντες νενικήκατε καὶ οἷα πάσχουσιν οἱ πολεμίους φεύγοντες, καὶ τοῦτο ἐννοήσατε ὅτι ἐπὶ ταῖς θύραις τῆς Ἑλλάδος ἐσμέν.

渡り終えると、彼は方陣に沿って進みながら言った。「諸君、神々とともに正面から向かって行ってこれまでにどれほど多くの戦いに勝利してきたか、また敵から逃れる者がいかなる災難を被るかを思い起こしてください。そして我々が今、ギリシアの門前にいるのだということを心に留めなさい。

§6.5.24

ἀλλʼ ἕπεσθε ἡγεμόνι τῷ Ἡρακλεῖ καὶ ἀλλήλους παρακαλεῖτε ὀνομαστί. ἡδύ τοι ἀνδρεῖόν τι καὶ καλὸν νῦν εἰπόντα καὶ ποιήσαντα μνήμην ἐν οἷς ἐθέλει παρέχειν ἑαυτοῦ.4

さあ、導き手ヘラクレスに従い、互いに名指しで励まし合いなさい。今、何か勇敢で立派なことを語り、成し遂げて、自らが望む人々の間に自らの記憶を残すことは、実に喜ばしいことです」。

§6.5.25

ταῦτα παρελαύνων ἔλεγε καὶ ἅμα ὑφηγεῖτο ἐπὶ φάλαγγος, καὶ τοὺς πελταστὰς ἑκατέρωθεν ποιησάμενοι ἐπορεύοντο ἐπὶ τοὺς πολεμίους. παρήγγελτο δὲ τὰ μὲν δόρατα ἐπὶ τὸν δεξιὸν ὦμον ἔχειν, ἕως σημαίνοι τῇ σάλπιγγι· ἔπειτα δὲ εἰς προσβολὴν καθέντας ἕπεσθαι βάδην καὶ μηδένα δρόμῳ διώκειν. ἐκ τούτου σύνθημα παρῄει Ζεὺς σωτήρ, Ἡρακλῆς ἡγεμών. οἱ δὲ πολέμιοι ὑπέμενον, νομίζοντες καλὸν ἔχειν τὸ χωρίον.

馬を走らせながらこのように語り、同時に方陣を組んで先導し、軽装歩兵を両翼に配置して敵に向かって進軍した。槍はラッパで合図があるまで右肩に担ぎ、合図の後は突撃態勢に構えて歩行で進み、誰も走って追撃してはならないと指示が下されていた。これに続いて「救済者ゼウス、導き手ヘラクレス」という合言葉が伝達された。敵は自らの陣地が有利であると考え、待ち構えていた。

§6.5.26

ἐπεὶ δʼ ἐπλησίαζον, ἀλαλάξαντες οἱ Ἕλληνες πελτασταὶ ἔθεον ἐπὶ τοὺς πολεμίους πρίν τινα κελεύειν· οἱ δὲ πολέμιοι ἀντίοι ὥρμησαν, οἵ θʼ ἱππεῖς καὶ τὸ στῖφος τῶν Βιθυνῶν· καὶ τρέπονται τοὺς πελταστάς.

ギリシア軍が近づくと、ギリシア兵の軽装歩兵たちは命令を待たずに鬨の声を上げて敵に向かって走った。敵は騎兵とビテュニア人の密集部隊が立ち向かい、軽装歩兵たちを敗走させた。

§6.5.27

ἀλλʼ ἐπεὶ ὑπηντίαζεν ἡ φάλαγξ τῶν ὁπλιτῶν ταχὺ πορευομένη καὶ ἅμα ἡ σάλπιγξ ἐφθέγξατο καὶ ἐπαιάνιζον καὶ μετὰ ταῦτα ἠλάλαζον καὶ ἅμα τὰ δόρατα καθίεσαν, ἐνταῦθα οὐκέτι ἐδέξαντο οἱ πολέμιοι, ἀλλὰ ἔφευγον.

しかし、重装歩兵の方陣が急速に進撃し、同時にラッパが鳴り響き、パイアンを歌い、続いて鬨の声を上げ、同時に槍を水平に倒して構えると、敵はもはや迎え撃つことなく逃走した。

§6.5.28

καὶ Τιμασίων μὲν ἔχων τοὺς ἱππέας ἐφείπετο, καὶ ἀπεκτίννυσαν ὅσουσπερ ἐδύναντο ὡς ὀλίγοι ὄντες. τῶν δὲ πολεμίων τὸ μὲν εὐώνυμον εὐθὺς διεσπάρη, καθʼ ὃ οἱ Ἕλληνες ἱππεῖς ἦσαν, τὸ δὲ δεξιὸν ἅτε οὐ σφόδρα διωκόμενον ἐπὶ λόφου συνέστη.

ティマシオンは騎兵を率いて追撃し、少数ながら可能な限り敵を討ち取った。ギリシア騎兵が向かった敵の左翼は直ちに四散したが、右翼は激しく追撃されなかったため丘の上に再集結した。

§6.5.29

ἐπεὶ δὲ εἶδον οἱ Ἕλληνες ὑπομένοντας αὐτούς, ἐδόκει ῥᾷστόν τε καὶ ἀκινδυνότατον εἶναι ἰέναι ἤδη ἐπʼ αὐτούς. παιανίσαντες οὖν εὐθὺς ἐπέκειντο· οἱ δʼ οὐχ ὑπέμειναν. καὶ ἐνταῦθα οἱ πελτασταὶ ἐδίωκον μέχρι τὸ δεξιὸν διεσπάρη· ἀπέθανον δὲ ὀλίγοι· τὸ γὰρ ἱππικὸν φόβον παρεῖχε τὸ τῶν πολεμίων πολὺ ὄν.

ギリシア軍は敵が待ち構えているのを見ると、直ちに彼らに向かって進むのが最も容易で危険が少ないと考えた。そこで直ちにパイアンを歌って突撃した。敵は持ちこたえられなかった。そこで軽装歩兵が右翼が四散するまで追撃した。しかし討ち死にした敵は少なかった。敵の騎兵が多数で脅威を与えていたからである。

§6.5.30

ἐπεὶ δὲ εἶδον οἱ Ἕλληνες τό τε Φαρναβάζου ἱππικὸν ἔτι συνεστηκὸς καὶ τοὺς Βιθυνοὺς ἱππέας πρὸς τοῦτο συναθροιζομένους καὶ ἀπὸ λόφου τινὸς καταθεωμένους τὰ γιγνόμενα, ἀπειρήκεσαν μέν, ὅμως δὲ ἐδόκει καὶ ἐπὶ τούτους ἰτέον εἶναι οὕτως ὅπως δύναιντο, ὡς μὴ τεθαρρηκότες ἀναπαύσαιντο.

ファルナバゾスの騎兵がなお集結しており、ビテュニア人の騎兵がこれに合流して丘の上から情勢を眺めているのをギリシア軍は認めた。兵たちは疲労困憊していたが、それでも敵が自信を取り戻して休息しないように、できる限りの力で彼らに向かっても進むべきだと考えられた。

§6.5.31

συνταξάμενοι δὴ πορεύονται. ἐντεῦθεν οἱ πολέμιοι ἱππεῖς φεύγουσι κατὰ τοῦ πρανοῦς ὁμοίως ὥσπερ ὑπὸ ἱππέων διωκόμενοι· νάπος γὰρ αὐτοὺς ὑπεδέχετο, ὃ οὐκ ᾔδεσαν οἱ Ἕλληνες, ἀλλὰ προαπετράποντο διώκοντες· ὀψὲ γὰρ ἦν.

隊列を整えて進軍した。すると敵の騎兵は、まるで騎兵に追われているかのように斜面を駆け下りて逃走した。彼らを待ち受ける峡谷があったからであるが、ギリシア軍はそれを知らぬまま、時刻が遅かったためにその手前で追撃から引き返した。

§6.5.32

ἐπανελθόντες δὲ ἔνθα ἡ πρώτη συμβολὴ ἐγένετο, στησάμενοι τρόπαιον ἀπῇσαν ἐπὶ θάλατταν περὶ ἡλίου δυσμάς· στάδιοι δʼ ἦσαν ὡς ἑξήκοντα ἐπὶ τὸ στρατόπεδον.

最初の交戦が行われた場所に戻り、戦勝記念碑を建てて、日没頃に海へと向かった。陣営までは約六十スタディオンの距離であった。

構文注4 件
  1. 6.5.17καὶ τούτους οἶδʼ ὅτι ἐπιόντων μὲν ἡμῶν οὐδʼ ὑμεῖς ἐλπίζετε δέξεσθαι ἡμᾶς

    τούτους は従属節の主語となるべき名詞が主節動詞 οἶδα の目的語の位置に先取りされた構文(prolepsis)。意味上は「我々が進撃するときには彼らが我々を待ち受けるとは(諸君も予想していない)」であり、不定法 δέξεσθαι の意味上の主語を表す。

  2. 6.5.18τὸ δὲ διαβάντας ὄπισθεν νάπος χαλεπὸν ποιήσασθαι μέλλοντας μάχεσθαι

    冠詞付き不定詞句 τὸ ... ποιήσασθαι が主節(述語 ἆρʼ οὐχὶ καὶ ἁρπάσαι ἄξιον;)の主語。分詞 διαβάντας と μέλλοντας は不定詞 ποιήσασθαι の意味上の主語(一般の人間あるいは我々)に一致して対格をとっている。ὄπισθεν は ποιήσασθαι の目的格補語(背後に置くこと)。

  3. 6.5.22ἢ εἰ κατὰ τὴν γέφυραν ἣ ἐπὶ τῷ νάπει ἦν ἐξεμηρύοντο

    θᾶττον ... ἢ εἰ... の比較構文。接続詞 εἰ の導く節の未完了過去 ἐξεμηρύοντο は反実仮想の帰結(ἐδόκει ἂν ... γενέσθαι)に対応する条件を表す。動詞 ἐκμηρύομαι は糸などを繰り出す意から転じ、軍事的に「縦隊を一列に細く引き伸ばして進む」ことを表す専門的表現。

  4. 6.5.24ἡδύ τοι ἀνδρεῖόν τι καὶ καλὸν νῦν εἰπόντα καὶ ποιήσαντα μνήμην ἐν οἷς ἐθέλει παρέχειν ἑαυτοῦ

    非人称形容詞 ἡδύ([ἐστι] の省略)に続く不定詞句 παρέχειν が文の主語。対格分詞 εἰπόντα と ποιήσαντα は不定詞の意味上の主語(「人が〜して」)を表す。関係代名詞句 ἐν οἷς は先行詞の融合(ἐν τούτοις οὓς)で、「自分が欲する人々の中で/人々の間に」の意。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:6.5.17-6.5.32