← クセノポン

アナバシス

§5.2.1-5.2.15

ドリライ人の地への出撃と拠点外郭の攻略

食糧難に直面したギリシア軍は、トラペズス人の案内でドリライ人の本拠地へと進軍する。先行した軽装兵が苦戦に陥ると、クセノポンは重装兵を投入して綿密な陣形と支援態勢を整え、一斉突撃によって拠点の外郭を攻略する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5.2.1

ἐπεὶ δὲ τὰ ἐπιτήδεια οὐκέτι ἦν λαμβάνειν ὥστε ἀπαυθημερίζειν ἐπὶ τὸ στρατόπεδον,1 ἐκ τούτου λαβὼν Ξενοφῶν ἡγεμόνας τῶν Τραπεζουντίων ἐξάγει εἰς Δρίλας τὸ ἥμισυ τοῦ στρατεύματος, τὸ δὲ ἥμισυ κατέλιπε φυλάττειν τὸ στρατόπεδον· οἱ γὰρ Κόλχοι, ἅτε ἐκπεπτωκότες τῶν οἰκιῶν, πολλοὶ ἦσαν ἁθρόοι καὶ ὑπερεκάθηντο ἐπὶ τῶν ἄκρων.

食糧をその日のうちに陣営へ持ち帰れるような近場ではもはや調達できなくなったため、クセノポンはトラペズス人の案内人を伴い、軍の半数を率いてドリライ人の地へ出撃し、残りの半数は陣営の守備に残した。コルキス人たちが家を逐われて大勢集結し、高台の上から見下ろしていたからである。

§5.2.2

οἱ δὲ Τραπεζούντιοι ὁπόθεν μὲν τὰ ἐπιτήδεια ῥᾴδιον ἦν λαβεῖν οὐκ ἦγον· φίλοι γὰρ αὐτοῖς ἦσαν· εἰς δὲ τοὺς Δρίλας προθύμως ἦγον, ὑφʼ ὧν κακῶς ἔπασχον, εἰς χωρία τε ὀρεινὰ καὶ δύσβατα καὶ ἀνθρώπους πολεμικωτάτους τῶν ἐν τῷ Πόντῳ.

トラペズス人は、容易に食糧を手に入れられる地へは案内しなかった。そこは彼らの友好勢力だったからである。しかし、彼らに害を及ぼしていたドリライ人のもとへは喜んで案内した。そこは山がちで通行困難な土地であり、ポントス地方で最も好戦的な人々が住んでいた。

§5.2.3

ἐπεὶ δὲ ἦσαν ἐν τῇ ἄνω χώρᾳ οἱ Ἕλληνες, ὁποῖα τῶν χωρίων τοῖς Δρίλαις ἁλώσιμα εἶναι ἐδόκει ἐμπιμπράντες ἀπῇσαν· καὶ οὐδὲν ἦν λαμβάνειν εἰ μὴ ὗς ἢ βοῦς ἢ ἄλλο τι κτῆνος τὸ πῦρ διαπεφευγός. ἓν δὲ ἦν χωρίον μητρόπολις αὐτῶν· εἰς τοῦτο πάντες ξυνερρυήκεσαν. περὶ δὲ τοῦτο ἦν χαράδρα ἰσχυρῶς βαθεῖα, καὶ πρόσοδοι χαλεπαὶ πρὸς τὸ χωρίον.

ギリシア人たちが内陸の高地に入ると、ドリライ人たちは攻略可能と思われる集落を自ら焼き払って撤退した。そのため、火を逃れた豚や牛、その他の家畜以外には何も手に入らなかった。しかし、彼らの本拠地である一つの集落があり、そこへ全員が集結していた。この拠点の周囲には極めて深い谷があり、拠点への接近路は困難を極めていた。

§5.2.4

οἱ δὲ πελτασταὶ προδραμόντες στάδια πέντε ἢ ἓξ τῶν ὁπλιτῶν, διαβάντες τὴν χαράδραν, ὁρῶντες πρόβατα πολλὰ καὶ ἄλλα χρήματα προσέβαλλον πρὸς τὸ χωρίον· ξυνείποντο δὲ καὶ δορυφόροι πολλοὶ οἱ ἐπὶ τὰ ἐπιτήδεια ἐξωρμημένοι· ὥστε ἐγένοντο οἱ διαβάντες πλείους ἢ δισχίλιοι ἄνθρωποι.

軽装歩兵(ペルタステス)たちは重装歩兵(ホプリテス)の五、六スタディオン先を先行し、その谷を渡って、多くの羊やその他の財産を目にすると拠点へと突撃した。食糧調達に出かけていた多くの槍持ちたちも彼らに従ったため、谷を渡った者は二千人を超えた。

§5.2.5

ἐπεὶ δὲ μαχόμενοι οὐκ ἐδύναντο λαβεῖν τὸ χωρίον (καὶ γὰρ τάφρος ἦν περὶ αὐτὸ εὐρεῖα ἀναβεβλημένη καὶ σκόλοπες ἐπὶ τῆς ἀναβολῆς καὶ τύρσεις πυκναὶ ξύλιναι πεποιημέναι), ἀπιέναι δὴ ἐπεχείρουν· οἱ δὲ ἐπέκειντο αὐτοῖς.

しかし、戦っても拠点(周囲には幅広く盛り土された堀があり、盛土の上には杭が巡らされ、木造の防壁塔が密に築かれていた)を奪うことができなかったため、撤退を試みた。ところが敵が彼らに激しく襲いかかってきた。

§5.2.6

ὡς δὲ οὐκ ἐδύναντο ἀποτρέχειν (ἦν γὰρ ἐφʼ ἑνὸς ἡ κατάβασις ἐκ τοῦ χωρίου εἰς τὴν χαράδραν), πέμπουσι πρὸς Ξενοφῶντα· ὁ δὲ ἡγεῖτο τοῖς ὁπλίταις.

谷へ下る集落からの道が一列縦隊でしか通れなかったため、走り去ることもできず、彼らはクセノポンに使者を送った。クセノポンは重装歩兵を率いていた。

§5.2.7

ὁ δὲ ἐλθὼν λέγει ὅτι ἔστι χωρίον χρημάτων πολλῶν μεστόν· τοῦτο οὔτε λαβεῖν δυνάμεθα· ἰσχυρὸν γάρ ἐστιν· οὔτε ἀπελθεῖν ῥᾴδιον· μάχονται γὰρ ἐπεξεληλυθότες καὶ ἡ ἄφοδος χαλεπή.

使者は到着してこう告げた。「多くの財産に満ちた拠点があります。しかし我々はこれを奪うことができません。強固だからです。また退却することも容易ではありません。敵が討って出て戦っており、退路が険しいからです」。

§5.2.8

ἀκούσας ταῦτα ὁ Ξενοφῶν προσαγαγὼν πρὸς τὴν χαράδραν τοὺς μὲν ὁπλίτας θέσθαι ἐκέλευσε τὰ ὅπλα, αὐτὸς δὲ διαβὰς σὺν τοῖς λοχαγοῖς ἐσκοπεῖτο πότερον εἴη κρεῖττον ἀπαγαγεῖν καὶ τοὺς διαβεβηκότας ἢ καὶ τοὺς ὁπλίτας διαβιβάζειν, ὡς ἁλόντος ἂν τοῦ χωρίου.2 ἐδόκει γὰρ τὸ μὲν ἀπαγαγεῖν οὐκ εἶναι ἄνευ πολλῶν νεκρῶν, ἑλεῖν δʼ ἂν ᾤοντο καὶ οἱ λοχαγοὶ τὸ χωρίον, καὶ ὁ Ξενοφῶν ξυνεχώρησε τοῖς ἱεροῖς πιστεύσας· οἱ γὰρ μάντεις ἀποδεδειγμένοι ἦσαν ὅτι μάχη μὲν ἔσται, τὸ δὲ τέλος καλὸν τῆς ἐξόδου.

これを聞いたクセノポンは谷のところまで進軍し、重装歩兵たちに武器を置いて待機するよう命じた。そして自身は隊長(ロカゴス)たちとともに谷を渡り、すでに渡っている部隊を引き揚げさせるべきか、それとも拠点が攻略できるものとして重装歩兵たちも渡らせるべきかを検討した。 なぜなら、引き揚げさせることは多くの犠牲者を出さずには不可能と思われたし、隊長たちも拠点を攻略できると考えており、クセノポンも犠牲の占いの結果を信頼して同意したからである。占い師たちが、戦闘はあるがこの出撃の結末は吉であると示していたからである。

§5.2.10

καὶ τοὺς μὲν λοχαγοὺς ἔπεμπε διαβιβάσοντας τοὺς ὁπλίτας, αὐτὸς δʼ ἔμενεν ἀναχωρίσας ἅπαντας τοὺς πελταστάς, καὶ οὐδένα εἴα ἀκροβολίζεσθαι.

そこで彼は隊長たちを重装歩兵を渡らせるために送り返し、自身は軽装歩兵全員を後退させてその場に留まり、誰にも遠戦を仕掛けさせないようにした。

§5.2.11

ἐπεὶ δʼ ἧκον οἱ ὁπλῖται, ἐκέλευσε τὸν λόχον ἕκαστον ποιῆσαι τῶν λοχαγῶν ὡς ἂν κράτιστα οἴηται ἀγωνιεῖσθαι· ἦσαν γὰρ οἱ λοχαγοὶ πλησίον ἀλλήλων οἳ πάντα τὸν χρόνον ἀλλήλοις περὶ ἀνδραγαθίας ἀντεποιοῦντο.

重装歩兵たちが到着すると、隊長たちそれぞれに、最も巧みに戦えると思う形で中隊(ロコス)を展開するよう命じた。隊長たちは互いに近接しており、日頃から常に武勇を競い合っていたからである。

§5.2.12

καὶ οἱ μὲν ταῦτʼ ἐποίουν· ὁ δὲ τοῖς πελτασταῖς πᾶσι παρήγγειλε διηγκυλωμένους ἰέναι, ὡς, ὁπόταν σημήνῃ, ἀκοντίζειν, καὶ τοὺς τοξότας ἐπιβεβλῆσθαι ἐπὶ ταῖς νευραῖς, ὡς, ὁπόταν σημήνῃ, τοξεύειν δεῆσον,3 καὶ τοὺς γυμνῆτας λίθων ἔχειν μεστὰς τὰς διφθέρας· καὶ τοὺς ἐπιτηδείους ἔπεμψε τούτων ἐπιμεληθῆναι.

彼らがこれを行っている間、クセノポンは軽装歩兵全員に対し、合図があれば投擲できるよう革紐(アンキュレー)に指を掛けて進むこと、弓兵たちには合図があり次第射かけねばならなくなるとして弦につがえておくこと、軽装投石兵たちには投石袋を石で満たしておくことを命じ、適任の者を派遣してこれらを監督させた。

§5.2.13

ἐπεὶ δὲ πάντα παρεσκεύαστο καὶ οἱ λοχαγοὶ καὶ οἱ ὑπολόχαγοι καὶ οἱ ἀξιοῦντες τούτων μὴ χείρους εἶναι πάντες παρατεταγμένοι ἦσαν, καὶ ἀλλήλους μὲν δὴ ξυνεώρων (μηνοειδὴς γὰρ διὰ τὸ χωρίον ἡ τάξις ἦν)·

すべての準備が整い、隊長や副隊長、また彼らに劣るまじと自負する者たち全員が整列し、互いに視認できる状態になった(地形のせいで陣形は半月形になっていた)。

§5.2.14

ἐπεὶ δʼ ἐπαιάνισαν4 καὶ ἡ σάλπιγξ ἐφθέγξατο, ἅμα τε τῷ Ἐνυαλίῳ ἠλέλιξαν καὶ ἔθεον δρόμῳ οἱ ὁπλῖται, καὶ τὰ βέλη ὁμοῦ ἐφέρετο, λόγχαι, τοξεύματα, σφενδόναι, πλεῖστοι δʼ ἐκ τῶν χειρῶν λίθοι, ἦσαν δὲ οἳ καὶ πῦρ προσέφερον.

そして兵士たちがパイアン(勝鬨)を歌い、角笛が鳴り響くと、彼らは同時にエニュアリオス神への雄叫びを上げて重装歩兵たちが駆け出し、投槍、矢、投石器の弾、そして手で投げる無数の石が一斉に放たれ、松明を投げつける者もいた。

§5.2.15

ὑπὸ δὲ τοῦ πλήθους τῶν βελῶν ἔλιπον οἱ πολέμιοι τά τε σταυρώματα καὶ τὰς τύρσεις· ὥστε Ἀγασίας Στυμφάλιος καταθέμενος τὰ ὅπλα ἐν χιτῶνι μόνον ἀνέβη, καὶ ἄλλος ἄλλον εἷλκε, καὶ ἄλλος ἀνεβεβήκει, καὶ ἡλώκει τὸ χωρίον, ὡς ἐδόκει.

矢弾の激しさの前に敵は防杭や塔を捨てて逃走した。そのためステュムパロス人アガシアスは重装備を置き、下衣(キトン)姿だけでよじ登り、ある者は別の者を引き上げ、さらに別の者も登り、拠点は陥落したかに見えた。

構文注4 件
  1. 5.2.1ὥστε ἀπαυθημερίζειν ἐπὶ τὸ στρατόπεδον

    結果節(ὥστε+不定詞)であり、「その日のうちに陣営に戻れるほど(の近さで)」という条件・程度を示している。動詞 ἀπαυθημερίζειν は「その日のうちに帰着する」の意。

  2. 5.2.8ὡς ἁλόντος ἂν τοῦ χωρίου

    接続詞 ὡς に ἄν を伴う独立属格(ἁλόντος τοῦ χωρίου)が結合した構造。主語の主観的見込みや意図を示し、「その拠点が攻略できるだろうという見込みのもとに」(潜在・可能の条件文帰結に相当)を意味する。

  3. 5.2.12ὡς, ὁπόταν σημήνῃ, τοξεύειν δεῆσον

    非人称動詞 δεῖ の分詞中性単数対格 δεῆσον が ὡς とともに用いられた絶対対格(accusative absolute)。「合図が鳴った際には射撃せねばならなくなるという前提で」という予定・動機を表し、間に入った ὁπόταν σημήνῃ(接続法による一般・不定時制の時節)がその条件をなす。

  4. 5.2.13ἐπεὶ δὲ πάντα παρεσκεύαστο... ἐπεὶ δʼ ἐπαιάνισαν

    重文・長文構造における再開構文(epanaphora / resumptive construction)。13節冒頭の ἐπεὶ δὲ... から始まる状況描写が、配備や隊形の括弧的説明によって長引いたため、主動詞(ἠλέλιξαν, ἔθεον)へ移る直前の14節頭で ἐπεὶ δʼ... と接続詞 ἐπεί が改めて反復されて文の主幹が再開されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:5.2.1-5.2.15