- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:3.4.38-3.4.49
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
峠の尾根が敵に占拠されたため、クセノポンは山頂の奪取を提案して自ら精鋭部隊を率いて急行し、途中で不平を漏らす重装兵の盾を奪って自ら徒歩で進むなどの困難を乗り越え、敵に先んじて頂上を占領した。
ἐπειδὴ δὲ ἑώρα Χειρίσοφος προκατειλημμένην τὴν ἀκρωνυχίαν, καλεῖ Ξενοφῶντα ἀπὸ τῆς οὐρᾶς καὶ κελεύει λαβόντα τοὺς πελταστὰς παραγενέσθαι εἰς τὸ πρόσθεν.
ケイリソポスは尾根がすでに占拠されているのを見ると、後衛からクセノポンを呼び、軽盾兵たちを率いて前方へ来るように命じた。
ὁ δὲ Ξενοφῶν τοὺς μὲν πελταστὰς οὐκ ἦγεν· ἐπιφαινόμενον γὰρ ἑώρα Τισσαφέρνην καὶ τὸ στράτευμα πᾶν· αὐτὸς δὲ προσελάσας ἠρώτα τί καλεῖς; ὁ δὲ λέγει αὐτῷ· ἔξεστιν ὁρᾶν· κατείληπται γὰρ ἡμῖν ὁ ὑπὲρ τῆς καταβάσεως λόφος,1 καὶ οὐκ ἔστι παρελθεῖν, εἰ μὴ τούτους ἀποκόψομεν.
しかしクセノポンは軽盾兵たちを連れて行かなかった。ティッサペルネスとその全軍が姿を現すのを見たからである。自ら馬を駆って進み寄り、「なぜ呼ぶのか」と尋ねた。するとケイリソポスは彼に言った。「見れば分かる。下り坂の上にある丘が我々にとってすでに占領されており、彼らを切り崩さなければ通過することはできない。
ἀλλὰ τί οὐκ ἦγες τοὺς πελταστάς; ὁ δὲ λέγει ὅτι οὐκ ἐδόκει αὐτῷ ἔρημα καταλιπεῖν τὰ ὄπισθεν πολεμίων ἐπιφαινομένων. ἀλλὰ μὴν ὥρα γʼ, ἔφη, βουλεύεσθαι πῶς τις τοὺς ἄνδρας ἀπελᾷ ἀπὸ τοῦ λόφου.
だが、なぜ軽盾兵たちを連れてこなかったのか」。クセノポンは、敵が背後に姿を現しているのに後衛を手薄にして放置しておくのは得策とは思えなかった、と言った。「だがまさに」、とケイリソポスは言った、「あの連中をどうやって丘から追い払うか、思案すべき時だ」。
ἐνταῦθα Ξενοφῶν ὁρᾷ τοῦ ὄρους τὴν κορυφὴν ὑπὲρ αὐτοῦ τοῦ ἑαυτῶν στρατεύματος οὖσαν, καὶ ἀπὸ ταύτης ἔφοδον ἐπὶ τὸν λόφον ἔνθα ἦσαν οἱ πολέμιοι, καὶ λέγει· κράτιστον, ὦ Χειρίσοφε, ἡμῖν ἵεσθαι ὡς τάχιστα ἐπὶ τὸ ἄκρον· ἢν γὰρ τοῦτο λάβωμεν, οὐ δυνήσονται μένειν οἱ ὑπὲρ τῆς ὁδοῦ. ἀλλά, εἰ βούλει, μένε ἐπὶ τῷ στρατεύματι, ἐγὼ δʼ ἐθέλω πορεύεσθαι· εἰ δὲ χρῄζεις, πορεύου ἐπὶ τὸ ὄρος, ἐγὼ δὲ μενῶ αὐτοῦ.
そこでクセノポンは、山頂が自分たちの軍勢のすぐ上方にあること、そしてそこから敵のいる丘への進路があるのを見て、言った。「ケイリソポスよ、我々にとって可能な限り速やかに頂上へ突進することが最善です。もしここを押さえれば、道の上方にいる者たちは踏みとどまれないでしょう。しかし、お望みなら、あなたは軍の指揮にとどまり、私が進軍いたしましょう。あるいは望まれるなら、あなたが山へ向かい、私がここにとどまりましょう」。
ἀλλὰ δίδωμί σοι, ἔφη ὁ Χειρίσοφος, ὁπότερον βούλει ἑλέσθαι. εἰπὼν ὁ Ξενοφῶν ὅτι νεώτερός ἐστιν αἱρεῖται πορεύεσθαι, κελεύει δέ οἱ συμπέμψαι ἀπὸ τοῦ στόματος ἄνδρας· μακρὸν γὰρ ἦν ἀπὸ τῆς οὐρᾶς λαβεῖν.
「いや、どちらを選ぶかは君に委ねる」とケイリソポスは言った。クセノポンは自分がより若いと言って進軍することを選び、前衛から兵を自分に付けて送るよう求めた。後衛から連れてくるには遠すぎたからである。
καὶ ὁ Χειρίσοφος συμπέμπει τοὺς ἀπὸ τοῦ στόματος πελταστάς, ἔλαβε δὲ τοὺς κατὰ μέσον πλαισίου. συνέπεσθαι δʼ ἐκέλευσεν αὐτῷ καὶ τοὺς τριακοσίους οὓς αὐτὸς εἶχε τῶν ἐπιλέκτων ἐπὶ τῷ στόματι τοῦ πλαισίου.
そこでケイリソポスは前衛から軽盾兵たちを同行させ、方陣の中央にいた者たちを引き取った。さらに方陣の前衛に自身が配していた精鋭三百名にも、クセノポンに従うよう命じた。
ἐντεῦθεν ἐπορεύοντο ὡς ἐδύναντο τάχιστα. οἱ δʼ ἐπὶ τοῦ λόφου πολέμιοι ὡς ἐνόησαν αὐτῶν τὴν πορείαν ἐπὶ τὸ ἄκρον, εὐθὺς καὶ αὐτοὶ ὥρμησαν ἁμιλλᾶσθαι ἐπὶ τὸ ἄκρον.
そこから彼らは可能な限り速やかに進軍した。丘の上の敵は、彼らが頂上へ向かって進軍するのを察知すると、直ちに自らも頂上を奪い合おうと突進した。
καὶ ἐνταῦθα πολλὴ μὲν κραυγὴ ἦν τοῦ Ἑλληνικοῦ στρατεύματος διακελευομένων τοῖς ἑαυτῶν,2 πολλὴ δὲ κραυγὴ τῶν ἀμφὶ Τισσαφέρνην τοῖς ἑαυτῶν διακελευομένων.
そしてここにおいて、ギリシア軍の側からも自軍の兵を励ます大歓声が上がり、ティッサペルネス配下の者たちからも自分たちの兵を励ます大歓声が上がった。
Ξενοφῶν δὲ παρελαύνων ἐπὶ τοῦ ἵππου παρεκελεύετο· ἄνδρες, νῦν ἐπὶ τὴν Ἑλλάδα νομίζετε ἁμιλλᾶσθαι, νῦν πρὸς τοὺς παῖδας καὶ τὰς γυναῖκας, νῦν ὀλίγον πονήσαντες ἀμαχεὶ τὴν λοιπὴν πορευσόμεθα.
クセノポンは馬を進めながら励ました。「皆の者、今やギリシアを目指して競い合っているのだと思え。今や子供たちと妻たちのもとへと、今少しの苦労を耐え抜けば、残りの道のりは戦うことなく進めるのだ」。
Σωτηρίδας δὲ ὁ Σικυώνιος εἶπεν· οὐκ ἐξ ἴσου, ὦ Ξενοφῶν, ἐσμέν· σὺ μὲν γὰρ ἐφʼ ἵππου ὀχῇ, ἐγὼ δὲ χαλεπῶς κάμνω τὴν ἀσπίδα φέρων.
しかしシキュオン人ソテリダスが言った。「クセノポンよ、我々は対等ではない。貴公は馬上に乗っているが、私は盾を運んでひどく疲労困憊している」。
καὶ ὃς ἀκούσας ταῦτα3 καταπηδήσας ἀπὸ τοῦ ἵππου ὠθεῖται αὐτὸν ἐκ τῆς τάξεως καὶ τὴν ἀσπίδα ἀφελόμενος ὡς ἐδύνατο τάχιστα ἔχων ἐπορεύετο· ἐτύγχανε δὲ καὶ θώρακα ἔχων τὸν ἱππικόν· ὥστʼ ἐπιέζετο. καὶ τοῖς μὲν ἔμπροσθεν ὑπάγειν παρεκελεύετο, τοῖς δὲ ὄπισθεν παριέναι μόλις ἑπόμενος.
これを聞いたクセノポンは馬から飛び降り、彼を隊列から突き退け、その盾を奪い取ると、それを持ってできる限り速く進んだ。彼は騎兵用の胸甲をも着用していたので、重圧に苦しんだ。そして前方の者たちには先を急ぐよう励まし、後方の者たちには追い抜いていくよう促しながら、辛うじてついて行った。
οἱ δʼ ἄλλοι στρατιῶται παίουσι καὶ βάλλουσι καὶ λοιδοροῦσι τὸν Σωτηρίδαν, ἔστε ἠνάγκασαν λαβόντα τὴν ἀσπίδα πορεύεσθαι. ὁ δὲ ἀναβάς, ἕως μὲν βάσιμα ἦν, ἐπὶ τοῦ ἵππου ἦγεν, ἐπεὶ δὲ ἄβατα ἦν, καταλιπὼν τὸν ἵππον ἔσπευδε πεζῇ. καὶ φθάνουσιν ἐπὶ τῷ ἄκρῳ γενόμενοι τοὺς πολεμίους.4
しかし他の兵士たちはソテリダスを殴り、石を投げ、罵倒して、ついに彼に盾を受け取って進軍するよう強いた。クセノポンは再び馬に乗り、乗馬で進める間は馬上で率いたが、通行不能になると馬を残して徒歩で急いだ。そして敵に先んじて頂上に到達した。
- 3.4.39κατείληπται γὰρ ἡμῖν ὁ ὑπὲρ τῆς καταβάσεως λόφος
ἡμῖν は完了受動態 κατείληπται に伴うが、丘を占領したのは敵であるため通常の「動作主の与格(dativus auctoris)」ではなく、「不利益の与格(dativus incommodi)」。文脈上「敵によって我々の前途の丘が占領されてしまった」という不利益・被害を表し、「我々にとって塞がれる形で」の意として解釈できる。
- 3.4.45διακελευομένων τοῖς ἑαυτῶν
単数名詞 τοῦ Ἑλληνικοῦ στρατεύματος に対し、分詞 διακελευομένων が複数属格になっているのは「意味上の呼応(constructio ad sensum)」。集合名詞 στράτευμα を兵士たちの集合体として捉えているため、複数属格の分詞が添えられている。
- 3.4.48καὶ ὃς ἀκούσας ταῦτα
καὶ ὅς は「そして彼(クセノポン)は」を意味する古典ギリシア語の慣用表現(指示代名詞 ὅς が主格で機能する構文)。直前の文の相手(クセノポン)を主語として受けている。
- 3.4.49φθάνουσιν ἐπὶ τῷ ἄκρῳ γενόμενοι τοὺς πολεμίους
動詞 φθάνω + 分詞(γενόμενοι)+ 対格(τοὺς πολεμίους)の構文。「〜(対格)に先んじて…(分詞)する」を表す。ここでは「敵に先んじて頂上に到達した」の意となる。
