- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:3.3.1-3.3.9
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ギリシア軍は余分な荷物を焼いて出発の準備を整えるが、友人を装って訪れたミトラダテスが裏切りを誘う間者であることを察知し、敵地での一切の交信を断つ決定を下す。渡河後、再び現れたミトラダテスの軽装部隊による遠距離攻撃に苦しめられたギリシア軍は、騎兵の欠如と軽装兵の限界から追撃に失敗する。
τούτων λεχθέντων ἀνέστησαν καὶ ἀπελθόντες κατέκαιον τὰς ἁμάξας καὶ τὰς σκηνάς, τῶν δὲ περιττῶν ὅτου μὲν δέοιτό τις1 μετεδίδοσαν ἀλλήλοις, τὰ δὲ ἄλλα εἰς τὸ πῦρ ἐρρίπτουν. ταῦτα ποιήσαντες ἠριστοποιοῦντο. ἀριστοποιουμένων δὲ αὐτῶν ἔρχεται Μιθραδάτης σὺν ἱππεῦσιν ὡς τριάκοντα, καὶ καλεσάμενος τοὺς στρατηγοὺς εἰς ἐπήκοον λέγει ὧδε.
これらのことが語られた後、一同は立ち上がり、立ち去ると荷車と天幕を焼き払った。そして余剰の物資のうち、誰かが必要とするものは互いに分け与え、残りは火の中へと投じた。これらを終えると彼らは朝食を取った。彼らが朝食を取っていると、ミトラダテスが騎兵およそ三十騎を伴ってやって来て、将軍たちを聞こえる距離に呼び寄せて次のように語った。
ἐγώ, ὦ ἄνδρες Ἕλληνες, καὶ Κύρῳ πιστὸς ἦν, ὡς ὑμεῖς ἐπίστασθε, καὶ νῦν ὑμῖν εὔνους· καὶ ἐνθάδε δʼ εἰμὶ σὺν πολλῷ φόβῳ διάγων. εἰ οὖν ὁρῴην ὑμᾶς σωτήριόν τι βουλευομένους, ἔλθοιμι ἂν2 πρὸς ὑμᾶς καὶ τοὺς θεράποντας πάντας ἔχων. λέξατε οὖν πρός με τί ἐν νῷ ἔχετε ὡς φίλον τε καὶ εὔνουν καὶ βουλόμενον κοινῇ σὺν ὑμῖν τὸν στόλον ποιεῖσθαι.
「ギリシアの皆さん、私は皆さんもご存じの通りキュロスに対しても忠実でありましたし、今や皆さんに対しても好意を寄せております。そしてここでも私は多大な恐怖を抱きながら暮らしているのです。もし皆さんが自らを救う何らかの良策を講じているのを目にするならば、私は召使いたち全員を連れて皆さんのもとへと参じたいと思います。ですから、友人であり善意を抱き、皆さんと共に道中を歩むことを望む者として、私に皆さんの意図を話してください」。
βουλευομένοις τοῖς στρατηγοῖς ἔδοξεν ἀποκρίνασθαι τάδε· καὶ ἔλεγε Χειρίσοφος· ἡμῖν δοκεῖ, εἰ μέν τις ἐᾷ ἡμᾶς ἀπιέναι οἴκαδε, διαπορεύεσθαι τὴν χώραν ὡς ἂν δυνώμεθα ἀσινέστατα· ἢν δέ τις ἡμᾶς τῆς ὁδοῦ ἀποκωλύῃ, διαπολεμεῖν τούτῳ ὡς ἂν δυνώμεθα κράτιστα.
将軍たちは評議した結果、次のように返答することを決した。そしてケイリソポスが語った。「我らの考えでは、もし誰かが我々を故郷へと帰らせてくれるならば、できる限り損害を与えずにこの地を通過する所存である。しかし、もし誰かが我々の進路を妨げるならば、我々の全力を尽くしてこれと戦い抜く所存である」。
ἐκ τούτου ἐπειρᾶτο Μιθραδάτης διδάσκειν ὡς ἄπορον εἴη3 βασιλέως ἄκοντος σωθῆναι. ἔνθα δὴ ἐγιγνώσκετο ὅτι ὑπόπεμπτος εἴη· καὶ γὰρ τῶν Τισσαφέρνους τις οἰκείων παρηκολουθήκει πίστεως ἕνεκα.
この後、ミトラダテスは王の意に反して無事に逃れることは不可能であると説得しようとした。そこでまさに、彼が間者として送り込まれた者であることが察知された。実際、ティッサペルネスの身内の者が一人、監視と忠誠の確認のために同行していたのである。
καὶ ἐκ τούτου ἐδόκει τοῖς στρατηγοῖς βέλτιον εἶναι δόγμα ποιήσασθαι τὸν πόλεμον ἀκήρυκτον εἶναι ἔστʼ ἐν τῇ πολεμίᾳ εἶεν· διέφθειρον γὰρ προσιόντες τοὺς στρατιώτας, καὶ ἕνα γε λοχαγὸν διέφθειραν Νίκαρχον Ἀρκάδα, καὶ ᾤχετο ἀπιὼν νυκτὸς σὺν ἀνθρώποις ὡς εἴκοσι.
そしてこの後、将軍たちには、敵地にある間は休戦条約も軍使も認めない無宣戦の戦いとする旨の決議を行うのがより良いと思われた。なぜなら敵は近づいては兵士たちを唆して脱走させており、現にアルカディア人の隊長の一人ニカルコスを離反させ、彼は夜のうちにおよそ二十名の部下とともに立ち去ってしまっていたからである。
μετὰ ταῦτα ἀριστήσαντες καὶ διαβάντες τὸν Ζαπάταν ποταμὸν ἐπορεύοντο τεταγμένοι τὰ ὑποζύγια καὶ τὸν ὄχλον ἐν μέσῳ ἔχοντες. οὐ πολὺ δὲ προεληλυθότων αὐτῶν ἐπιφαίνεται πάλιν ὁ Μιθραδάτης, ἱππέας ἔχων ὡς διακοσίους καὶ τοξότας καὶ σφενδονήτας εἰς τετρακοσίους μάλα ἐλαφροὺς καὶ εὐζώνους.
この後、一同は朝食を終えてザパタス川を渡り、荷駄獣と従者の群れを中央に置いて隊列を整えて進軍した。彼らが進み始めて間もなく、再びミトラダテスが現れた。彼はおよそ二百騎の騎兵と、極めて身軽で軽装の弓兵および投石兵約四百名を率いていた。
καὶ προσῄει μὲν ὡς φίλος ὢν πρὸς τοὺς Ἕλληνας· ἐπεὶ δʼ ἐγγὺς ἐγένοντο, ἐξαπίνης οἱ μὲν αὐτῶν ἐτόξευον καὶ ἱππεῖς καὶ πεζοί, οἱ δʼ ἐσφενδόνων καὶ ἐτίτρωσκον. οἱ δὲ ὀπισθοφύλακες τῶν Ἑλλήνων ἔπασχον μὲν κακῶς, ἀντεποίουν δʼ οὐδέν· οἵ τε γὰρ Κρῆτες βραχύτερα τῶν Περσῶν ἐτόξευον καὶ ἅμα ψιλοὶ ὄντες εἴσω τῶν ὅπλων κατεκέκλειντο, οἱ δὲ ἀκοντισταὶ βραχύτερα ἠκόντιζον ἢ ὡς ἐξικνεῖσθαι τῶν σφενδονητῶν.4
そして彼はギリシア兵に対して友好的であるかのように近づいてきた。しかし両者が接近すると、突如として彼らのうちある者は騎兵も歩兵も矢を射かけ、他の者は石を投げて負傷させた。ギリシア軍の殿軍はひどい被害を受けながらも、一切反撃できなかった。というのも、クレタ人の弓兵はペルシア兵よりも射程が短く、同時に軽装歩兵でありながら重装歩兵の内側に閉じ込められていたからであり、槍投兵たちも投石兵に届くには短すぎる距離しか槍を投げられなかったからである。
ἐκ τούτου Ξενοφῶντι ἐδόκει διωκτέον εἶναι· καὶ ἐδίωκον τῶν ὁπλιτῶν καὶ τῶν πελταστῶν οἳ ἔτυχον σὺν αὐτῷ ὀπισθοφυλακοῦντες· διώκοντες δὲ οὐδένα κατελάμβανον τῶν πολεμίων.
このことから、クセノポンは追撃すべきであると考えた。そして彼とともに殿軍を務めていた重装歩兵と軽装歩兵たちが追撃した。しかし追撃したものの、敵を一人も捕らえることはできなかった。
οὔτε γὰρ ἱππεῖς ἦσαν τοῖς Ἕλλησιν οὔτε οἱ πεζοὶ τοὺς πεζοὺς ἐκ πολλοῦ φεύγοντας5 ἐδύναντο καταλαμβάνειν ἐν ὀλίγῳ χωρίῳ· πολὺ γὰρ οὐχ οἷόν τε ἦν ἀπὸ τοῦ ἄλλου στρατεύματος διώκειν·
というのも、ギリシア軍には騎兵がおらず、また歩兵が遥か遠くから逃走する敵歩兵を短い距離の追撃で捕らえることはできなかったからである。残りの軍勢から遠く離れて追撃することは不可能であったからである。
- 3.3.1τῶν δὲ περιττῶν ὅτου μὲν δέοιτό τις
τῶν περιττῶν は部分の属格で、関係節 ὅτου μὲν δέοιτό τις の先行詞を含む。関係代名詞 ὅτου は動詞 δέομαι が属格支配であることに伴う格支配(または先行詞 τούτου の省略と格の牽引)であり、全体で「余剰の品々のうち、誰かが必要とするものを」という意味を成す。希求法 δέοιτο は過去の反復条件を表す従属節の希求法。
- 3.3.2εἰ οὖν ὁρῴην ὑμᾶς σωτήριόν τι βουλευομένους, ἔλθοιμι ἂν
条件節に εἰ+希求法(ὁρῴην)、帰結節に ἄν+希求法(ἔλθοιμι ἄν)を取る、未来の仮定(潜在・遠隔条件 / future less vivid)の構文。「もし皆さんが〜しているのを目にするならば、私は〜するだろう」という謙抑・控えめな提案を示す。
- 3.3.2ὡς ἄπορον εἴη ... ὅτι ὑπόπεμπτος εἴη
主動詞が過去時制(ἐπειρᾶτο, ἐγιγνώσκετο)であるため、伝聞・間接話法を導く接続詞 ὡς および ὅτι の節内で直説法現在 ἐστί の代わりに間接話法の希求法(optativus obliquus)εἴη が用いられている。
- 3.3.7βραχύτερα ἠκόντιζον ἢ ὡς ἐξικνεῖσθαι τῶν σφενδονητῶν
比較級 βραχύτερα に対し、結果・程度を表す ἢ ὡς+不定詞構文(または ἢ ὥστε+不定詞)が後続し、「投石兵に届くには短すぎる距離を投げた(短すぎて届かなかった)」という否定的な結果の帰結を表す構文。
- 3.3.9ἐκ πολλοῦ φεύγοντας
ἐκ πολλοῦ は距離・間隔を表す副詞的表現で、「遠く離れた地点から(すでに十分な差をつけて)」逃げていることを指す。直後の ἐν ὀλίγῳ χωρίῳ(短い区間・距離の中で)との対比により、距離的優位がある敵を追いつけなかった理由を示す。
