← クセノポン

アナバシス

§1.4.9-1.4.19

バビロン進軍の公表とエウフラテス川の渡河

キュロスがバビロンへの遠征目的を公表すると兵士らは手当の増額を要求し、キュロスは報奨金を約束して納得させる。メノンは他の部隊に先駆けてエウフラテス川を徒歩で渡河し、キュロスと全軍も浅瀬となった川を無事に渡ってアラクセス川へ達する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.4.9

καὶ ὁ μὲν ταῦτα εἶπεν· οἱ δὲ Ἕλληνες, εἴ τις καὶ ἀθυμότερος ἦν πρὸς τὴν ἀνάβασιν, ἀκούοντες τὴν Κύρου ἀρετὴν ἥδιον καὶ προθυμότερον συνεπορεύοντο. μετὰ ταῦτα Κῦρος ἐξελαύνει σταθμοὺς τέτταρας παρασάγγας εἴκοσιν ἐπὶ τὸν Χάλον ποταμόν, ὄντα τὸ εὖρος πλέθρου, πλήρη δʼ ἰχθύων μεγάλων καὶ πραέων, οὓς οἱ Σύροι θεοὺς ἐνόμιζον καὶ ἀδικεῖν οὐκ εἴων, οὐδὲ τὰς περιστεράς. αἱ δὲ κῶμαι ἐν αἷς ἐσκήνουν Παρυσάτιδος ἦσαν εἰς ζώνην δεδομέναι.

キュロスはこのように語った。そしてギリシア人たちは、たとえ進軍に対して気落ちしている者がいたとしても、キュロスの高潔さを聞いて、より快く、より熱意をもって進軍を共にした。この後、キュロスは四行程で二十パラサング進み、幅一プレトロンのカロス川に至った。この川は大きくて人に馴れた魚に満ちており、シリア人たちはそれらを神々と見なして危害を加えることを許さず、鳩たちも同様であった。彼らが露営した村々は、パリュサティスに帯料として与えられていたものであった。

§1.4.10

ἐντεῦθεν ἐξελαύνει σταθμοὺς πέντε παρασάγγας τριάκοντα ἐπὶ τὰς πηγὰς τοῦ Δάρδατος ποταμοῦ, οὗ τὸ εὖρος πλέθρου. ἐνταῦθα ἦσαν τὰ Βελέσυος βασίλεια τοῦ Συρίας ἄρξαντος, καὶ παράδεισος πάνυ μέγας καὶ καλός, ἔχων πάντα ὅσα ὧραι φύουσι. Κῦρος δʼ αὐτὸν ἐξέκοψε καὶ τὰ βασίλεια κατέκαυσεν.

そこから彼は五行程で三十パラサング進み、幅一プレトロンのダルダス川の源流に至った。ここにはシリアの支配者であったベレスュスの宮殿と、季節が産するあらゆるものを備えた極めて広大で美しい庭園があった。キュロスはこの庭園を切り倒し、宮殿を焼き払った。

§1.4.11

ἐντεῦθεν ἐξελαύνει σταθμοὺς τρεῖς παρασάγγας πεντεκαίδεκα ἐπὶ τὸν Εὐφράτην ποταμόν, ὄντα τὸ εὖρος τεττάρων σταδίων· καὶ πόλις αὐτόθι ᾠκεῖτο μεγάλη καὶ εὐδαίμων Θάψακος ὄνομα. ἐνταῦθα ἔμεινεν ἡμέρας πέντε. καὶ Κῦρος μεταπεμψάμενος τοὺς στρατηγοὺς τῶν Ἑλλήνων ἔλεγεν ὅτι ἡ ὁδὸς ἔσοιτο πρὸς βασιλέα μέγαν εἰς Βαβυλῶνα· καὶ κελεύει αὐτοὺς λέγειν ταῦτα τοῖς στρατιώταις καὶ ἀναπείθειν ἕπεσθαι.

そこから彼は三行程で十五パラサング進み、幅四スタディオンのエウフラテス川に至った。そこにはタプサコスという名の大規模で富裕な都市が営まれていた。ここで彼は五日間滞在した。そしてキュロスはギリシア人の将軍たちを呼び寄せ、遠征路は大王に向かってバビロンへ進むものであると告げた。そして将軍たちに対し、このことを兵士たちに伝え、従うよう説得することを命じた。

§1.4.12

οἱ δὲ ποιήσαντες ἐκκλησίαν ἀπήγγελλον ταῦτα· οἱ δὲ στρατιῶται ἐχαλέπαινον τοῖς στρατηγοῖς, καὶ ἔφασαν αὐτοὺς πάλαι ταῦτʼ εἰδότας κρύπτειν, καὶ οὐκ ἔφασαν ἰέναι, ἐὰν μή τις αὐτοῖς χρήματα διδῷ, ὥσπερ τοῖς προτέροις μετὰ Κύρου ἀναβᾶσι παρὰ τὸν πατέρα τοῦ Κύρου, καὶ ταῦτα οὐκ ἐπὶ μάχην ἰόντων, ἀλλὰ καλοῦντος τοῦ πατρὸς Κῦρον.1

彼らは民会を開いてこれらを報告した。しかし兵士たちは将軍たちに対して腹を立て、将軍たちはこれを以前から知っていながら隠していたのだと主張し、もし誰かが自分たちに金を支給しないなら行かないと言い張った。それは、以前キュロスとともに彼の父親のもとへ上向した者たちに対して与えられたのと同様であり、しかもその者たちは戦いへ赴いたのではなく、父親がキュロスを呼び寄せただけだったのに、というのであった。

§1.4.13

ταῦτα οἱ στρατηγοὶ Κύρῳ ἀπήγγελλον· ὁ δʼ ὑπέσχετο ἀνδρὶ ἑκάστῳ δώσειν πέντε ἀργυρίου μνᾶς, ἐπὰν εἰς Βαβυλῶνα ἥκωσι, καὶ τὸν μισθὸν ἐντελῆ μέχρι ἂν καταστήσῃ τοὺς Ἕλληνας εἰς Ἰωνίαν πάλιν. τὸ μὲν δὴ πολὺ τοῦ Ἑλληνικοῦ οὕτως ἐπείσθη. Μένων δὲ πρὶν δῆλον εἶναι τί ποιήσουσιν οἱ ἄλλοι στρατιῶται, πότερον ἕψονται Κύρῳ ἢ οὔ, συνέλεξε τὸ αὑτοῦ στράτευμα χωρὶς τῶν ἄλλων καὶ ἔλεξε τάδε.

将軍たちはこのことをキュロスに報告した。するとキュロスは、バビロンに到着した暁には兵卒一人ごとに銀五ムナを支給し、さらにギリシア人たちを再びイオニアに送り届けるまで全額の給料を支給することを約束した。かくしてギリシア軍の大部分はこのようにして説得された。しかしメノンは、他の兵士たちがどう行動するか、すなわちキュロスに従うか否かが明らかになる前に、自身の軍勢を他の部隊から離して集め、次のように語った。

§1.4.14

ἄνδρες, ἐάν μοι πεισθῆτε, οὔτε κινδυνεύσαντες οὔτε πονήσαντες τῶν ἄλλων πλέον προτιμήσεσθε στρατιωτῶν ὑπὸ Κύρου. τί οὖν κελεύω ποιῆσαι; νῦν δεῖται Κῦρος ἕπεσθαι τοὺς Ἕλληνας ἐπὶ βασιλέα· ἐγὼ οὖν φημι ὑμᾶς χρῆναι διαβῆναι τὸν Εὐφράτην ποταμὸν πρὶν δῆλον εἶναι ὅ τι οἱ ἄλλοι Ἕλληνες ἀποκρινοῦνται Κύρῳ.

「兵士諸君、もし私に従うならば、諸君は危険を冒すことも労苦を担うこともなく、他の兵士たち以上にキュロスから重んじられるであろう。では、何をなすべきだと私は命じるのか。いまキュロスはギリシア人たちが大王に対して従軍することを求めている。そこで私の意見では、他のギリシア人たちがキュロスに何と返答するかが明らかになる前に、諸君はエウフラテス川を渡るべきである。

§1.4.15

ἢν μὲν γὰρ ψηφίσωνται ἕπεσθαι, ὑμεῖς δόξετε αἴτιοι εἶναι ἄρξαντες τοῦ διαβαίνειν, καὶ ὡς προθυμοτάτοις οὖσιν ὑμῖν χάριν εἴσεται2 Κῦρος καὶ ἀποδώσει· ἐπίσταται δʼ εἴ τις καὶ ἄλλος· ἢν δὲ ἀποψηφίσωνται οἱ ἄλλοι, ἄπιμεν μὲν ἅπαντες τοὔμπαλιν, ὑμῖν δὲ ὡς μόνοις πειθομένοις πιστοτάτοις χρήσεται καὶ εἰς φρούρια καὶ εἰς λοχαγίας, καὶ ἄλλου οὗτινος ἂν δέησθε οἶδα ὅτι ὡς φίλοι τεύξεσθε Κύρου.

というのも、もし彼らが従軍することを決議するならば、諸君こそが渡河を始めた張本人であると見なされ、諸君が最も熱意ある者たちであるとしてキュロスは恩義を感じ、これに報いるであろう。彼は誰よりもその返礼を心得ているからだ。しかし、もし他の者たちが拒絶を決議するならば、我々は全員引き返すことになるが、諸君のことは、唯一従順な、最も忠実な者たちとして、〔キュロスが〕要塞の守備や歩兵小隊長の任に重用するであろう。そして諸君が他に求めるいかなるものも、友人としてキュロスから得られることを私は確信している」。

§1.4.16

ἀκούσαντες ταῦτα ἐπείθοντο καὶ διέβησαν πρὶν τοὺς ἄλλους ἀποκρίνασθαι. Κῦρος δʼ ἐπεὶ ᾔσθετο διαβεβηκότας, ἥσθη τε καὶ τῷ στρατεύματι πέμψας Γλοῦν εἶπεν· ἐγὼ μέν, ὦ ἄνδρες, ἤδη ὑμᾶς ἐπαινῶ· ὅπως δὲ καὶ ὑμεῖς ἐμὲ ἐπαινέσετε ἐμοὶ μελήσει, ἢ μηκέτι με Κῦρον νομίζετε.

これを聞いた兵士たちは従い、他の者たちが返答する前に渡河した。そしてキュロスは彼らが渡河したのを知ると喜び、部隊のもとにグロウスを遣わしてこう言わせた。「兵士諸君、私は今まさに諸君を称賛する。しかし、諸君が私を称賛するようになることについても私が意を配るであろう。さもなければ、もはや私をキュロスと思うな」。

§1.4.17

οἱ μὲν δὴ στρατιῶται ἐν ἐλπίσι μεγάλαις ὄντες ηὔχοντο αὐτὸν εὐτυχῆσαι, Μένωνι δὲ καὶ δῶρα ἐλέγετο πέμψαι μεγαλοπρεπῶς. ταῦτα δὲ ποιήσας διέβαινε· συνείπετο δὲ καὶ τὸ ἄλλο στράτευμα αὐτῷ ἅπαν. καὶ τῶν διαβαινόντων τὸν ποταμὸν οὐδεὶς ἐβρέχθη ἀνωτέρω τῶν μαστῶν ὑπὸ τοῦ ποταμοῦ.

そこで兵士たちは大きな希望を抱いてキュロスの成功を祈り、メノンにはキュロスから豪勢な贈り物が送られたと伝えられた。これらのことを行った後、キュロスは渡河を開始し、他の全軍も彼に従った。そして川を渡る者のうち、誰も川の水によって胸より上を濡らされることはなかった。

§1.4.18

οἱ δὲ Θαψακηνοὶ ἔλεγον ὅτι οὐπώποθʼ οὗτος ὁ ποταμὸς διαβατὸς γένοιτο πεζῇ εἰ μὴ τότε, ἀλλὰ πλοίοις,3 ἃ τότε Ἀβροκόμας προϊὼν κατέκαυσεν, ἵνα μὴ Κῦρος διαβῇ. ἐδόκει δὴ θεῖον εἶναι καὶ σαφῶς ὑποχωρῆσαι τὸν ποταμὸν Κύρῳ ὡς βασιλεύσοντι.

タプサコスの人々は、かつてこの川がその時を除いて徒歩で渡れるようになったことはなく、常に船による渡河であったが、その船もキュロスが渡れないようにと、先行していたアブロコマスがその時焼き払ったのだと語った。それゆえ、これは神意によるものであり、王となるべきキュロスのために明らかに川が道を開けたのだと思われた。

§1.4.19

ἐντεῦθεν ἐξελαύνει διὰ τῆς Συρίας σταθμοὺς ἐννέα παρασάγγας πεντήκοντα· καὶ ἀφικνοῦνται πρὸς τὸν Ἀράξην ποταμόν. ἐνταῦθα ἦσαν κῶμαι πολλαὶ μεσταὶ σίτου καὶ οἴνου. ἐνταῦθα ἔμειναν ἡμέρας τρεῖς καὶ ἐπεσιτίσαντο.

そこから彼はシリアを通って九行程で五十パラサング進み、アラクセス川に至った。そこには穀物と葡萄酒に満ちた多くの村々があった。そこで彼らは三日間滞在し、糧食を補給した。

構文注3 件
  1. 1.4.12καὶ ταῦτα οὐκ ἐπὶ μάχην ἰόντων, ἀλλὰ καλοῦντος τοῦ πατρὸς Κῦρον

    καὶ ταῦτα(「しかも〜」「それも〜」)に導かれる属格独立構文。ἰόντων の論理的主語は直前の与格句 τοῖς προτέροις μετὰ Κύρου ἀναβᾶσι(「以前キュロスとともに上向した者たち」)を指すが、与格一致(ἰοῦσιν)ではなく独立属格(genitive absolute)として接続されている。さらに後半では ἀλλὰ καλοῦντος τοῦ πατρὸς Κῦρον と別の属格独立構文が並置され、当時の遠征が非戦闘目的であった対比を強調している。

  2. 1.4.15χάριν εἴσεται

    慣用句 χάριν οἶδα(「恩義を感じる」「感謝する」)の未来形(εἴσομαι)。直後に続く καὶ ἀποδώσει(「そしてこれに報いるであろう」)と連動して、恩恵を認知し相応の返礼を行うというギリシア的互恵関係の定型表現をなす。

  3. 1.4.18οὐπώποθʼ οὗτος ὁ ποταμὸς διαβατὸς γένοιτο πεζῇ εἰ μὴ τότε, ἀλλὰ πλοίοις

    間接話法(ὅτι に後続)における希求法 γένοιτο。否定辞 οὐπώποθʼ(「いまだかつて〜ない」)に対する例外規定として εἰ μὴ τότε(「その時を除いては」)が挿入され、さらにそれと対照的に歩行(πεζῇ)ではなく船(ἀλλὰ πλοίοις)によらねばならなかったことが対比されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:1.4.9-1.4.19