- 底本
- Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia SocratisXenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:6.1-6.17
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
クリトブロスとソクラテスは、家政の本質や農業の優位性についてこれまで合意した結論を要約・確認し、続いてソクラテスが「立派で善き人」の実質を求めてイスコマコスと対話するに至った経緯を語り始める。
ἀλλὰ ταῦτα μέν, ἔφη, ὦ Σώκρατες, καλῶς μοι δοκεῖς λέγειν κελεύων πειρᾶσθαι σὺν τοῖς θεοῖς ἄρχεσθαι παντὸς ἔργου, ὡς τῶν θεῶν κυρίων ὄντων1 οὐδὲν ἧττον τῶν εἰρηνικῶν ἢ τῶν πολεμικῶν ἔργων. ταῦτα μὲν οὖν πειρασόμεθα οὕτω ποιεῖν. σὺ δʼ ἡμῖν ἔνθεν λέγων περὶ τῆς οἰκονομίας ἀπέλιπες, πειρῶ τὰ τούτων ἐχόμενα διεκπεραίνειν, ὡς καὶ νῦν μοι δοκῶ ἀκηκοὼς ὅσα εἶπες μᾶλλόν τι ἤδη διορᾶν ἢ πρόσθεν ὅ τι χρὴ ποιοῦντα βιοτεύειν.
「しかしソクラテスよ」と彼は言った、「すべての仕事を神々とともに始めるよう努めるべきだと勧めるあなたの言葉は、もっともに思われます。平和の業に対しても戦争の業に劣らず神々が主権を握っておられるのですから。それゆえ、そのように実行するよう努めることにしましょう。しかしあなたは、家政についての話を中断したところから、その続きを終えるよう努めてください。
τί οὖν, ἔφη ὁ Σωκράτης, ἄρα, εἰ πρῶτον μὲν ἐπανέλθοιμεν ὅσα συνομολογοῦντες διεληλύθαμεν, ἵνʼ, ἄν πως δυνώμεθα, πειραθῶμεν οὕτω καὶ τὰ λοιπὰ διεξιέναι συνομολογοῦντες; ἡδὺ γοῦν ἐστιν, ἔφη ὁ Κριτόβουλος, ὥσπερ καὶ χρημάτων κοινωνήσαντας ἀναμφιλόγως διελθεῖν, οὕτω καὶ λόγων κοινωνοῦντας περὶ ὧν ἂν διαλεγώμεθα συνομολογοῦντας διεξιέναι. οὐκοῦν, ἔφη ὁ Σωκράτης, ἐπιστήμης μέν τινος ἔδοξεν ἡμῖν ὄνομα εἶναι ἡ οἰκονομία, ἡ δὲ ἐπιστήμη αὕτη ἐφαίνετο ᾗ οἴκους δύνανται αὔξειν ἄνθρωποι, οἶκος δʼ ἡμῖν ἐφαίνετο ὅπερ κτῆσις ἡ σύμπασα, κτῆσιν δὲ τοῦτο ἔφαμεν εἶναι ὅ τι ἑκάστῳ εἴη ὠφέλιμον εἰς τὸν βίον, ὠφέλιμα δὲ ὄντα ηὑρίσκετο πάντα ὁπόσοις τις ἐπίσταιτο χρῆσθαι.
あなたが仰ったことを聞いて、今や以前にも増して、どのように生きるべきか、より見通しが立つようになったと思えるのですから」「それでは」とソクラテスは言った、「まず私たちが同意しながら論じてきた事柄を振り返り、できれば残りの事柄も同様に同意しながら検討するように試みてはどうだろうか」「確かに」とクリトブロスは言った、「財産を共有した者たちが異論なく精算を終えるのが心地よいのと同様に、対話を進める者たちが話し合う事柄について同意しながら議論を進めるのも心地よいことです」「では」とソクラテスは言った、「家政とは何らかの知識の名称であると私たちには思われ、この知識とは、それによって人々が家を増大させることができるものであると見なされた。そして家とは全財産にほかならないと私たちには思われ、財産とは各自にとって生活に有益なものであると私たちは言った。
πάσας μὲν οὖν τὰς ἐπιστήμας οὔτε μαθεῖν οἷόν τε ἡμῖν ἐδόκει, συναπεδοκιμάζομέν τε ταῖς πόλεσι τὰς βαναυσικὰς καλουμένας τέχνας, ὅτι καὶ τὰ σώματα καταλυμαίνεσθαι δοκοῦσι καὶ τὰς ψυχὰς καταγνύουσι. τεκμήριον δὲ σαφέστατον γενέσθαι ἂν τούτου ἔφαμεν, εἰ πολεμίων εἰς τὴν χώραν ἰόντων διακαθίσας τις τοὺς γεωργοὺς καὶ τοὺς τεχνίτας χωρὶς ἑκατέρους ἐπερωτῴη2 πότερα δοκεῖ ἀρήγειν τῇ χώρᾳ ἢ ὑφεμένους τῆς γῆς τὰ τείχη διαφυλάττειν. οὕτως γὰρ ἂν τοὺς μὲν ἀμφὶ γῆν ἔχοντας ᾠόμεθʼ ἂν ψηφίζεσθαι ἀρήγειν, τοὺς δὲ τεχνίτας μὴ μάχεσθαι, ἀλλʼ ὅπερ πεπαίδευνται καθῆσθαι μήτε πονοῦντας μήτε κινδυνεύοντας.
そして有益なものとは、使う心得のあるすべてのものだとわかったのであったね」「そうして、あらゆる知識を学ぶことは不可能だと私たちには思われ、いわゆる職人的な諸技術は、肉体を損ない魂を挫くように思われるがゆえに、諸国家とともに私たちもこれを退けたのであった」「また、このことの最も明白な証拠となるのは、敵が国土に侵入してきた際に、誰かが農民たちと職人たちをそれぞれ別々に座らせて、国土を防衛すべきか、それとも土地を放棄して城壁を守るべきかを尋ねてみることである、と私たちは言った」「なぜなら、そうすれば土地に携わる者たちは防衛に賛成の一票を投じるが、職人たちは戦わず、彼らが教育されてきた通りに、労苦も危険も冒さずに座り込んでいることを選ぶだろうと考えられたからである」
ἐδοκιμάσαμεν δὲ ἀνδρὶ καλῷ τε κἀγαθῷ ἐργασίαν εἶναι καὶ ἐπιστήμην κρατίστην γεωργίαν, ἀφʼ ἧς τὰ ἐπιτήδεια ἄνθρωποι πορίζονται. αὕτη γὰρ ἡ ἐργασία μαθεῖν τε ῥᾴστη ἐδόκει εἶναι καὶ ἡδίστη ἐργάζεσθαι, καὶ τὰ σώματα κάλλιστά τε καὶ εὐρωστότατα παρέχεσθαι, καὶ ταῖς ψυχαῖς ἥκιστα ἀσχολίαν παρέχειν φίλων τε καὶ πόλεων συνεπιμελεῖσθαι.
「そして私たちは、立派で善き人にとって最善の仕事であり知識であるのは、それによって人々が必要な糧を調達する農業であると認めたのであった」「というのも、この仕事は学ぶのが最も容易で、働くのが最も快く、肉体を最も美しく力強いものにし、友人たちや国家に共に配慮するための時間を魂から奪うことが最も少ないように思われたからである」
συμπαροξύνειν δέ τι ἐδόκει ἡμῖν καὶ εἰς τὸ ἀλκίμους εἶναι ἡ γεωργία ἔξω τῶν ἐρυμάτων τὰ ἐπιτήδεια φύουσά τε καὶ τρέφουσα τοὺς ἐργαζομένους. διὰ ταῦτα δὲ καὶ εὐδοξοτάτη εἶναι πρὸς τῶν πόλεων αὕτη ἡ βιοτεία, ὅτι καὶ πολίτας ἀρίστους καὶ εὐνουστάτους παρέχεσθαι δοκεῖ τῷ κοινῷ.
「さらに、農業は防壁の外で必要な糧を実らせ、働く者たちを養うことによって、人々が勇敢になることへと一定の拍車をかけるように私たちには思われた。そしてこの生活様式は、公共に対して最善で最も好意的な市民を提供すると見なされるがゆえに、諸国家からも最も高い名声を博しているのであった」
καὶ ὁ Κριτόβουλος· ὅτι μέν, ὦ Σώκρατες, κάλλιστόν τε καὶ ἄριστον καὶ ἥδιστον ἀπὸ γεωργίας τὸν βίον ποιεῖσθαι πάνυ μοι δοκῶ πεπεῖσθαι ἱκανῶς· ὅτι δὲ ἔφησθα καταμαθεῖν τὰ αἴτια τῶν τε οὕτω γεωργούντων ὥστε ἀπὸ τῆς γεωργίας ἀφθόνως ἔχειν ὧν δέονται καὶ τῶν οὕτως ἐργαζομένων ὡς μὴ λυσιτελεῖν αὐτοῖς τὴν γεωργίαν, καὶ ταῦτʼ ἄν μοι δοκῶ ἡδέως ἑκάτερα ἀκούειν σου, ὅπως ἃ μὲν ἀγαθά ἐστι ποιῶμεν, ἃ δὲ βλαβερὰ μὴ ποιῶμεν. τί οὖν, ἔφη ὁ Σωκράτης, ὦ Κριτόβουλε, ἄν σοι ἐξ ἀρχῆς διηγήσωμαι3 ὡς συνεγενόμην ποτὲ ἀνδρί, ὃς ἐμοὶ ἐδόκει εἶναι τῷ ὄντι τούτων τῶν ἀνδρῶν ἐφʼ οἷς τοῦτο τὸ ὄνομα δικαίως ἐστὶν ὃ καλεῖται καλός τε κἀγαθὸς ἀνήρ; πάνυ ἄν, ἔφη ὁ Κριτόβουλος, βουλοίμην ἂν οὕτως ἀκούειν, ὡς καὶ ἔγωγε ἐρῶ τούτου τοῦ ὀνόματος ἄξιος γενέσθαι.
するとクリトブロスは言った。「ソクラテスよ、農業から生計を立てることが最も美しく、最善で、最も快いということは、私自身十分に確信しているように思われます。しかし、必要なものを農業から豊かに得られるように耕作する人々がいる一方で、農業が利益をもたらさないように働く人々がいる、そのそれぞれの原因を究明したとあなたが仰ったので、私たちが善きことを実行し、有害なことを実行しないようにするために、あなたからその双方についてぜひ喜んで伺いたいと思います」「それでは、クリトブロスよ」とソクラテスは言った、「『立派で善き人』と呼ばれるこの名が正当に当てはまる男たちに、真に属すると私に思われた人物に、私がかつてどのように出会ったかを、最初から君に語って聞かせるというのはどうだろうか」「ぜひともそのように伺いたいものです」とクリトブロスは言った、「私自身もその名に値する者になりたいと切望しているのですから」「では君に話そう」とソクラテスは言った、「私がどのようにしてその探求へと赴いたかを。
λέξω τοίνυν σοι, ἔφη ὁ Σωκράτης, ὡς καὶ ἦλθον ἐπὶ τὴν σκέψιν αὐτοῦ. τοὺς μὲν γὰρ ἀγαθοὺς τέκτονας, χαλκέας ἀγαθούς, ζωγράφους ἀγαθούς, ἀνδριαντοποιούς, καὶ τἆλλα τὰ τοιαῦτα, πάνυ ὀλίγος μοι χρόνος ἐγένετο ἱκανὸς περιελθεῖν τε καὶ θεάσασθαι τὰ δεδοκιμασμένα καλὰ ἔργα αὐτοῖς εἶναι. ὅπως δὲ δὴ καὶ τοὺς ἔχοντας τὸ σεμνὸν ὄνομα τοῦτο τὸ καλός τε κἀγαθὸς ἐπισκεψαίμην, τί ποτε ἐργαζόμενοι τοῦτʼ ἀξιοῖντο καλεῖσθαι, πάνυ μου ἡ ψυχὴ ἐπεθύμει αὐτῶν τινι συγγενέσθαι. καὶ πρῶτον μὲν ὅτι προσέκειτο τὸ καλὸς τῷ ἀγαθῷ, ὅντινα ἴδοιμι καλόν, τούτῳ προσῄειν καὶ ἐπειρώμην καταμανθάνειν εἴ που ἴδοιμι προσηρτημένον τῷ καλῷ τὸ ἀγαθόν.
というのも、優れた大工や優れた鍛冶屋、優れた画家、彫刻家、その他の同種の人々については、見事であると認められた彼らの作品を巡り歩いて眺めるだけで、ごく短い時間で十分であった」「しかし、『立派で善き人』というこの威厳ある名を持つ人々が、いったい何をなすことによってそう呼ばれるに値しているのかを調べるために、私の魂は彼らのうちの誰かと交わることを強く望んだのだ」「そしてまず、『立派』という語が『善い』という語に結びつけられていたので、美しい人を見かけると誰にでも近づいていき、美しい人に善いことが結びついているのをどこかに見出せないかと観察しようとした」「だが実際にはそうではなかった。
ἀλλʼ οὐκ ἄρα εἶχεν οὕτως, ἀλλʼ ἐνίους ἐδόκουν καταμανθάνειν τῶν καλῶν τὰς μορφὰς πάνυ μοχθηροὺς ὄντας τὰς ψυχάς. ἔδοξεν οὖν μοι ἀφέμενον τῆς καλῆς ὄψεως ἐπʼ αὐτῶν τινα ἐλθεῖν τῶν καλουμένων καλῶν τε κἀγαθῶν.
外見が美しい者たちのなかに、魂が甚だ堕落している者がいるのを観察したと思えたのだ。そこで私は、美しい容姿のことは諦め、『立派で善き人』と呼ばれる人々自身の誰かのもとを訪ねるべきだと考えた」
ἐπεὶ οὖν τὸν Ἰσχόμαχον ἤκουον πρὸς πάντων καὶ ἀνδρῶν καὶ γυναικῶν καὶ ξένων καὶ ἀστῶν καλόν τε κἀγαθὸν ἐπονομαζόμενον, ἔδοξέ μοι τούτῳ πειραθῆναι συγγενέσθαι.
「そこで、男たちからも女たちからも、異邦人からも市民からも、誰もから『立派で善き人』と名指されていたイスコマコスについて耳にしたとき、私はこの人物と交わってみようと考えたのだ」
- 6.1ὡς τῶν θεῶν κυρίων ὄντων
接続詞 ὡς を伴う属格独立構文であり、話者(または主語)の判断・主観的確信に基づく理由(「〜である以上」「〜という理由で」)を表す。
- 6.6τεκμήριον δὲ σαφέστατον γενέσθαι ἂν τούτου ἔφαμεν, εἰ πολεμίων εἰς τὴν χώραν ἰόντων διακαθίσας τις τοὺς γεωργοὺς καὶ τοὺς τεχνίτας χωρὶς ἑκατέρους ἐπερωτῴη
間接話法における ἄν+不定詞(γενέσθαι ἄν)が、条件節(εἰ... ἐπερωτῴη:希求法)と呼応して潜在的・仮定的な帰結(直説法なら ἂν γένοιτο)を表す構文。主節述語 ἔφαμεν の下で不定詞化されている。
- 6.12τί οὖν, ἔφη ὁ Σωκράτης, ὦ Κριτόβουλε, ἄν σοι ἐξ ἀρχῆς διηγήσωμαι
τί οὖν ἄν... διηγήσωμαι は会話表現における提案・勧誘の構文。ἄν は ἐάν(もし〜なら)の縮約形として条件節を導き、主節(「どうだろうか」「どう思うか」)が省略された形(τί οὖν [γένοιτʼ ἄν], ἄν σοι... διηγήσωμαι)として解するのが自然である。
