← クセノポン

家政論

§19.11-19.19

果樹の植え付けと農業の学びやすさ

ソクラテスはイスコマコスとの対話を通じて自分がオリーブや果樹の植え付けの知識も備えていることを悟り、質問こそが教育なのかと問うが、イスコマコスは農業の分かりやすさと自然自体の教えによるものだと説く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§19.11

κατὰ ταὐτὰ τοίνυν, ἔφη, καὶ περὶ τούτων γιγνώσκων ἐμοὶ τυγχάνεις. ἐπαμήσαιο δʼ ἂν μόνον, ἔφη, τὴν γῆν, ἢ καὶ σάξαις ἂν εὖ μάλα περὶ τὸ φυτόν; σάττοιμʼ ἄν, ἔφην, νὴ Δίʼ ἐγώ. εἰ μὲν γὰρ μὴ σεσαγμένον εἴη, ὑπὸ μὲν τοῦ ὕδατος εὖ οἶδʼ ὅτι πηλὸς ἂν γίγνοιτο ἡ ἄσακτος γῆ, ὑπὸ δὲ τοῦ ἡλίου ξηρὰ μέχρι βυθοῦ, ὥστε τὰ φυτὰ κίνδυνος [ὑπὸ μὲν τοῦ ὕδατος] σήπεσθαι μὲν διʼ ὑγρότητα, αὐαίνεσθαι δὲ1 διὰ ξηρότητα, [ἤγουν χαυνότητα τῆς γῆς,] θερμαινομένων τῶν ῥιζῶν.

「それでは」と彼は言いました。「君はこれらについても私と同じように考えているわけですね。ところで、土をただ掻き寄せるだけにするでしょうか」と彼は言いました。「それとも植木の周りをしっかりと踏み固めるでしょうか」「誓って、踏み固めます」と私は言いました。「というのも、もし固められていなければ、固められていない土は雨水によって泥になり、太陽によって底まで乾燥してしまうことはよく分かっていますから。そうなれば、植木は湿気によって腐敗し、あるいは根が熱せられて乾燥によって枯死する危険がありますからね」

§19.12

καὶ περὶ ἀμπέλων ἄρα σύγε, ἔφη, φυτείας, ὦ Σώκρατες, τὰ αὐτὰ ἐμοὶ πάντα γιγνώσκων τυγχάνεις. ἦ καὶ συκῆν, ἔφην ἐγώ, οὕτω δεῖ φυτεύειν; οἶμαι δʼ, ἔφη ὁ Ἰσχόμαχος, καὶ τἆλλα ἀκρόδρυα πάντα. τῶν γὰρ ἐν τῇ τῆς ἀμπέλου φυτείᾳ καλῶς ἐχόντων τί ἂν ἀποδοκιμάσαις εἰς τὰς ἄλλας φυτείας;

「それならソクラテスよ、君はブドウの植え付けについても」と彼は言いました。「すべて私と同じように考えていることになりますね」「イチジクもそのように植えるべきでしょうか」と私は言いました。「他の果樹もすべてそうだと思います」とイスコマコスは言いました。「というのも、ブドウの植え付けで適切であることのうち、他の植え付けに対して何を不適として退けることができましょうか」

§19.13

ἐλαίαν δὲ πῶς, ἔφην ἐγώ, φυτεύσομεν, ὦ Ἰσχόμαχε; ἀποπειρᾷ μου καὶ τοῦτο, ἔφη, μάλιστα πάντων ἐπιστάμενος. ὁρᾷς μὲν γὰρ δὴ ὅτι βαθύτερος ὀρύττεται τῇ ἐλαίᾳ βόθρος· καὶ γὰρ παρὰ τὰς ὁδοὺς μάλιστα ὀρύττεται· ὁρᾷς δʼ ὅτι πρέμνα πᾶσι τοῖς φυτευτηρίοις πρόσεστιν· ὁρᾷς δʼ, ἔφη, τῶν φυτῶν πηλὸν ταῖς κεφαλαῖς πάσαις ἐπικείμενον καὶ πάντων τῶν φυτῶν ἐστεγασμένον τὸ ἄνω.

「ではイスコマコス殿、オリーブはどのように植えるのでしょうか」と私は言いました。「君は何よりもよく知っていながら」と彼は言いました。「これについても私を試しているのですね。というのも、オリーブのためにはより深い穴が掘られるのを君は見ているからです(実際、道端に掘られることが多いですから)。また、あらゆる苗木に株がついているのも君は見ています。また」と彼は言いました。「苗木のすべての頭部に粘土が載せられ、すべての苗木の上部が覆われているのも見ているはずです」

§19.14

ὁρῶ, ἔφην ἐγώ, ταῦτα πάντα. καὶ ὁρῶν δή, ἔφη, τί αὐτῶν οὐ γιγνώσκεις; ἢ τὸ ὄστρακον ἀγνοεῖς, ἔφη, ὦ Σώκρατες, πῶς ἂν ἐπὶ τοῦ πηλοῦ ἄνω καταθείης; μὰ τὸν Δίʼ, ἔφην ἐγώ, οὐδὲν ὧν εἶπας, ὦ Ἰσχόμαχε, ἀγνοῶ, ἀλλὰ πάλιν ἐννοῶ τί ποτε, ὅτε πάλαι ἤρου με συλλήβδην εἰ ἐπίσταμαι φυτεύειν, οὐκ ἔφην. οὐ γὰρ ἐδόκουν ἔχειν ἂν εἰπεῖν οὐδὲν ᾗ δεῖ φυτεύειν· ἐπεὶ δέ με καθʼ ἓν ἕκαστον ἐπεχείρησας ἐρωτᾶν, ἀποκρίνομαί σοι, ὡς σὺ φῄς, ἅπερ σὺ γιγνώσκεις ὁ δεινὸς λεγόμενος γεωργός.

「それらはすべて見ています」と私は言いました。「そしてそれを見ている以上」と彼は言いました。「その何が君には分からないというのですか。それともソクラテスよ、粘土の上に陶片をどのように載せるべきかを知らないのですか」「誓ってイスコマコス殿、あなたが仰ったことのうち何一つ知らないものはありません」と私は言いました。「しかし私は、先ほどあなたが概括して私に植え付けを知っているかと尋ねたとき、なぜ私が知らないと答えたのかを改めて考えているのです。というのも、植え付けるべき方法について何も言えそうにないと思われたからです。しかしあなたが一つ一つ私に尋ねてみるや、あなたが言われるように、優れた農夫と称されるあなた自身が知っている事柄を私は答えているのです」「イスコマコス殿」

§19.15

ἆρα, ἔφην, ὦ Ἰσχόμαχε, ἡ ἐρώτησις διδασκαλία ἐστίν; ἄρτι γὰρ δή, ἔφην ἐγώ, καταμανθάνω ᾗ με ἐπηρώτησας ἕκαστα· ἄγων γάρ με διʼ ὧν ἐγὼ ἐπίσταμαι,2 ὅμοια τούτοις ἐπιδεικνὺς ἃ οὐκ ἐνόμιζον ἐπίστασθαι ἀναπείθεις, οἶμαι, ὡς καὶ ταῦτα ἐπίσταμαι.

と私は言いました。「問うことこそが教育なのでしょうか。今まさに私は、あなたが個々の事柄をどのように尋ねてくださったのかを理解しつつあるのです。というのも、私の知っていることを通じて私を導き、知っているとは思っていなかった事柄がそれらに似ていることを示しながら、思うに、私もまたこれらを知っているのだと納得させてくださるからです」「それなら」とイスコマコスは言いました。

§19.16

ἆρʼ οὖν, ἔφη ὁ Ἰσχόμαχος, καὶ περὶ ἀργυρίου ἐρωτῶν ἄν σε, πότερον καλὸν ἢ οὔ, δυναίμην ἄν σε πεῖσαι ὡς ἐπίστασαι διαδοκιμάζειν τὰ καλὰ καὶ τὰ κίβδηλα ἀργύρια; καὶ περὶ αὐλητῶν ἂν δυναίμην ἀναπεῖσαι ὡς ἐπίστασαι αὐλεῖν, καὶ περὶ ζωγράφων καὶ περὶ τῶν ἄλλων τῶν τοιούτων; ἴσως ἄν, ἔφην ἐγώ, ἐπειδὴ καὶ γεωργεῖν ἀνέπεισάς με ὡς ἐπιστήμων εἴην, καίπερ εἰδότα ὅτι οὐδεὶς πώποτε ἐδίδαξέ με ταύτην τὴν τέχνην. οὐκ ἔστι ταῦτʼ, ἔφη, ὦ Σώκρατες· ἀλλʼ ἐγὼ καὶ πάλαι σοι ἔλεγον ὅτι ἡ γεωργία οὕτω φιλάνθρωπός ἐστι καὶ πραεῖα τέχνη ὥστε καὶ ὁρῶντας καὶ ἀκούοντας ἐπιστήμονας εὐθὺς ἑαυτῆς ποιεῖν.

「銀貨についてもそれが本物か否か君に尋ねることで、君が本物の銀貨と偽の銀貨を見分ける術を知っていると君に納得させることができるでしょうか。また笛吹きについても君が笛を吹く術を知っていると納得させることができるでしょうか、あるいは画家やその他同様のことについても」「おそらくできるでしょう」と私は言いました。「かつて誰も私にこの技術を教えなかったと知っていながら、私が農耕の心得があるとあなたが納得させたのですから」「いや、それは違いますよ、ソクラテスよ」と彼は言いました。「そうではなく、私が先ほども君に言ったように、農耕とは極めて人間に親切で穏やかな技術であり、それを見たり聞いたりする者を直ちに自分についての心得ある者にしてしまうのです。

§19.18

πολλὰ δʼ, ἔφη, καὶ αὐτὴ διδάσκει ὡς ἂν κάλλιστά τις αὐτῇ χρῷτο. αὐτίκα ἄμπελος ἀναβαίνουσα μὲν ἐπὶ τὰ δένδρα, ὅταν ἔχῃ τι πλησίον δένδρον, διδάσκει ἱστάναι αὑτήν· περιπεταννύουσα δὲ τὰ οἴναρα, ὅταν ἔτι αὐτῇ ἁπαλοὶ οἱ βότρυες ὦσι, διδάσκει σκιάζειν τὰ ἡλιούμενα ταύτην τὴν ὥραν·

しかも農耕自身が」と彼は言いました。「人が自分を最もよく用いることができるよう、多くのことを教えてくれます。例えば、ブドウは近くに木があれば木によじ登ることで、自分を支えるように教えます。また房がまだ柔らかいときには葉を広げることで、この季節に日に照らされるものを日陰にするよう教えます。

§19.19

ὅταν δὲ καιρὸς ᾖ ὑπὸ τοῦ ἡλίου ἤδη γλυκαίνεσθαι τὰς σταφυλάς, φυλλορροοῦσα διδάσκει ἑαυτὴν ψιλοῦν καὶ πεπαίνειν τὴν ὀπώραν, διὰ πολυφορίαν δὲ τοὺς μὲν πέπονας δεικνύουσα βότρυς, τοὺς δὲ ἔτι ὠμοτέρους φέρουσα, διδάσκει τρυγᾶν ἑαυτήν, ὥσπερ τὰ σῦκα συκάζουσι, τὸ ὀργῶν ἀεί.3

そして太陽によってブドウの実が甘くなるべき時が来ると、葉を落とすことで、自らを露わにして果実を熟させるよう教えます。さらに豊かな実りのために、ある房は熟した姿を見せ、ある房はまだ青いままつけておくことで、人々がイチジクを摘むように、常に熟したものを自らから摘み取るよう教えるのです」

構文注3 件
  1. 19.11ὥστε τὰ φυτὰ κίνδυνος ... σήπεσθαι μὲν ... αὐαίνεσθαι δέ

    ὥστε 導く結果節において、非人称的な名詞 κίνδυνος(危険)に ἐστί または ἂν εἴη が補われ、対格 τὰ φυτά を意味上の主語とする不定詞 σήπεσθαι と αὐαίνεσθαι が後続する構文。「植木が腐敗し、枯死する危険がある」という結果を表す。

  2. 19.15ἄγων γάρ με διʼ ὧν ἐγὼ ἐπίσταμαι, ὅμοια τούτοις ἐπιδεικνὺς ἃ οὐκ ἐνόμιζον ἐπίστασθαι ἀναπείθεις, οἶμαι, ὡς καὶ ταῦτα ἐπίσταμαι.

    関係代名詞の融合と語順の整理が必要な箇所。前半の διʼ ὧν は先行詞を吸収した διὰ τούτων ἃ(私が知っている事柄を通じて)であり、後半の ὅμοια τούτοις(これら[既知の事柄]に類似した)は関係節 ἃ οὐκ ἐνόμιζον ἐπίστασθαι(私が知っているとは思っていなかった事柄)の述語的同格として機能している。主文の骨格は ἀναπείθεις ... ὡς καὶ ταῦτα ἐπίσταμαι(「私にこれらをも知っているのだと納得させる」)である。

  3. 19.19τὸ ὀργῶν ἀεί

    動詞 ὀργάω(熟す、満ちる)の中性単数現在分詞実質詞化用法で、動詞 τρυγᾶν の目的語または同格的限定辞として機能する。「常に熟期に達している部分/実」を指す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:19.11-19.19