← クセノポン

ソクラテスの思い出

§4.5.8-4.5.12

真の快楽と指導者の育成をもたらす自制の効用

ソクラテスは、自制こそが人間にとって最善であり、手近な欲求を耐えることで真の快楽と徳の営みをもたらすのに対し、自制の欠如は人間を家畜同然に落とすと説く。さらに事物を類ごとに選り分ける自制によってのみ、最善で指導力ある対話的(弁証的)な人間が形成されると結論づける。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.5.8

οὐδέν, ἔφη. οὐκοῦν τὴν ἐγκράτειαν τῶν ἐναντίων ἢ τὴν ἀκρασίαν1 εἰκὸς τοῖς ἀνθρώποις αἰτίαν εἶναι; πάνυ μὲν οὖν, ἔφη. οὐκοῦν καὶ τῶν ἐναντίων τὸ αἴτιον εἰκὸς ἄριστον εἶναι; εἰκὸς γάρ, ἔφη. ἔοικεν ἄρʼ, ἔφη, ὦ Εὐθύδημε, ἄριστον ἀνθρώπῳ ἐγκράτεια εἶναι;

「何ものもありません」と彼は言った。「それでは、自制は人間にとって、自制の欠如とは正反対の事柄の原因となると考えるのが自然ではないか」「まったくその通りです」と彼は言った。「では、正反対の事柄の原因となるものは最善であると考えるのも自然ではないか」「自然です」と彼は言った。「エウテュデモスよ、そうであれば人間にとって自制が最善であるということになりそうだね」

§4.5.9

εἰκότως γάρ, ἔφη, ὦ Σώκρατες. ἐκεῖνο δέ, ὦ Εὐθύδημε, ἤδη πώποτε ἐνεθυμήθης; ποῖον; ἔφη. ὅτι καὶ ἐπὶ τὰ ἡδέα, ἐφʼ ἅπερ μόνα δοκεῖ ἡ ἀκρασία τοὺς ἀνθρώπους ἄγειν, αὐτὴ μὲν οὐ δύναται ἄγειν, ἡ δʼ ἐγκράτεια πάντων μάλιστα ἥδεσθαι ποιεῖ. πῶς; ἔφη. ἡ μὲν ἀκρασία οὐκ ἐῶσα καρτερεῖν οὔτε λιμὸν οὔτε δίψος οὔτε ἀφροδισίων ἐπιθυμίαν οὔτε ἀγρυπνίαν, διʼ ὧν μόνων ἔστιν ἡδέως μὲν φαγεῖν τε καὶ πιεῖν καὶ ἀφροδισιάσαι, ἡδέως δʼ ἀναπαύσασθαί τε καὶ κοιμηθῆναι, περιμείναντας καὶ ἀνασχομένους,2 ἕως ἂν ταῦτα ὡς ἔνι ἥδιστα γένηται, κωλύει τοῖς ἀναγκαιοτάτοις τε καὶ συνεχεστάτοις ἀξιολόγως ἥδεσθαι· ἡ δʼ ἐγκράτεια μόνη ποιοῦσα καρτερεῖν τὰ εἰρημένα μόνη καὶ ἥδεσθαι ποιεῖ ἀξίως μνήμης ἐπὶ τοῖς εἰρημένοις. παντάπασιν, ἔφη, ἀληθῆ λέγεις.

「ソクラテスよ、当然そうです」と彼は言った。「ところでエウテュデモスよ、君はかつて次のようなことを心に留めたことがあるだろうか」「どのようなことですか」と彼は言った。「自制の欠如が人間を導いていく唯一の対象と思われる快楽そのものへも、自制の欠如自体は導くことができず、自制こそが何よりも喜ぶようにさせる、ということだ」「どういうことですか」と彼は言った。「自制の欠如は、飢えも渇きも情欲も不眠も耐えることを許さないが、これらを通じてのみ、人が待機し耐え忍ぶことで、それらが可能な限り最も心地よいものとなる時まで待って、心地よく食べ、飲み、情欲を満たし、心地よく休み、眠ることが可能になるのであるのに、自制の欠如はこれら最も必然的で頻繁な事柄において、記憶に値するほど喜ぶことを妨げてしまうのだ。これに対して自制のみが、言われた事柄を耐えるようにさせ、言われた事柄において記憶に値するほど喜ばせるようにするのだ」「まったく仰る通りです」と彼は言った。

§4.5.10

ἀλλὰ μὴν τοῦ μαθεῖν τι καλὸν καὶ ἀγαθὸν καὶ τοῦ ἐπιμεληθῆναι τῶν τοιούτων τινός,3 διʼ ὧν ἄν τις καὶ τὸ ἑαυτοῦ σῶμα καλῶς διοικήσειε καὶ τὸν ἑαυτοῦ οἶκον καλῶς οἰκονομήσειε καὶ φίλοις καὶ πόλει ὠφέλιμος γένοιτο καὶ ἐχθρῶν κρατήσειεν, ἀφʼ ὧν οὐ μόνον ὠφέλειαι, ἀλλὰ καὶ ἡδοναὶ μέγισται γίγνονται, οἱ μὲν ἐγκρατεῖς ἀπολαύουσι πράττοντες αὐτά, οἱ δʼ ἀκρατεῖς οὐδενὸς μετέχουσι. τῷ γὰρ ἂν ἧττον φήσαιμεν τῶν τοιούτων προσήκειν, ἢ ᾧ ἥκιστα ἔξεστι ταῦτα πράττειν, κατεχομένῳ ἐπὶ τῷ σπουδάζειν περὶ τὰς ἐγγυτάτω ἡδονάς; καὶ ὁ Εὐθύδημος, δοκεῖς μοι, ἔφη, ὦ Σώκρατες, λέγειν ὡς ἀνδρὶ ἥττονι τῶν διὰ τοῦ σώματος ἡδονῶν πάμπαν οὐδεμιᾶς ἀρετῆς προσήκει. τί γὰρ διαφέρει, ἔφη, ὦ Εὐθύδημε, ἄνθρωπος ἀκρατὴς θηρίου τοῦ ἀμαθεστάτου; ὅστις γὰρ τὰ μὲν κράτιστα μὴ σκοπεῖ, τὰ ἥδιστα δʼ ἐκ παντὸς τρόπου ζητεῖ ποιεῖν, τί ἂν διαφέροι τῶν ἀφρονεστάτων βοσκημάτων; ἀλλὰ τοῖς ἐγκρατέσι μόνοις ἔξεστι σκοπεῖν τὰ κράτιστα τῶν πραγμάτων, καὶ λόγῳ καὶ ἔργῳ διαλέγοντας κατὰ γένη τὰ μὲν ἀγαθὰ προαιρεῖσθαι, τῶν δὲ κακῶν ἀπέχεσθαι.

「さらに、善美な事柄を学び、そのような事柄のうちの何かに意を配ること――それによって人は自身の肉体をよく統御し、自身の家政をよく整え、友人たちや国家に有益となり、敵を制圧することにもなるのであり、そこからは利益だけでなく最大の快楽も生じるのだが――、自制ある者たちはこれらを実践することで享受するのに対し、自制のない者たちはその何ひとつ分かち合えないのだ。というのも、手近な快楽への熱中によって拘束され、これらのことを行うことが最も許されない者以上に、そのような事柄がふさわしくない者は誰だとわれわれは言えようか」するとエウテュデモスは言った。「ソクラテスよ、肉体を通じた快楽に屈している人間には、いかなる徳も全くふさわしくない、と仰っているように思われます」「エウテュデモスよ、自制のない人間は最も愚かな野獣とどこが異なるだろうか。最善の事柄を見定めず、あらゆる手段で最も快いことをしようと求める者は、最も分別のない家畜とどこが異なるだろうか。しかし自制ある者たちにのみ、事柄のうちの最善のものを考察し、言葉と行為において類ごとに選り分けながら善いものを選択し、悪いものを避けることが許されているのだ」

§4.5.12

καὶ οὕτως ἔφη ἀρίστους τε καὶ εὐδαιμονεστάτους ἄνδρας γίγνεσθαι καὶ διαλέγεσθαι δυνατωτάτους· ἔφη δὲ καὶ τὸ διαλέγεσθαι ὀνομασθῆναι ἐκ τοῦ συνιόντας κοινῇ βουλεύεσθαι διαλέγοντας κατὰ γένη τὰ πράγματα. δεῖν οὖν πειρᾶσθαι ὅτι μάλιστα πρὸς τοῦτο ἑαυτὸν ἕτοιμον παρασκευάζειν καὶ τούτου μάλιστα ἐπιμελεῖσθαι· ἐκ τούτου γὰρ γίγνεσθαι ἄνδρας ἀρίστους τε καὶ ἡγεμονικωτάτους καὶ διαλεκτικωτάτους.

そしてこのようにして、最も優れ、最も幸福で、対話する力に最も長けた人々が生み出されるのだと彼は言った。また「対話する」という言葉も、人々が集まって事物を類ごとに選り分けながら共に協議することに由来すると彼は述べた。それゆえ、人は自らを何よりもこれに備えのある状態に整えるよう努め、なぜなら、これによって最も優れ、最も指導力に富み、最も問答術に長けた人々が生み出されるからである、と。意を配るべきである、と。なぜなら、これによって最も優れ、最も指導力に富み、最も問答術に長けた人々が生み出されるからである、と。

構文注3 件
  1. 4.5.8τῶν ἐναντίων ἢ τὴν ἀκρασίαν

    ἢ は比較の接続詞(「〜よりも」)であり、構文的には τῶν ἐναντίων ἢ ὧν ἡ ἀκρασία αἰτία ἐστίν(「無自制が原因となるものとは正反対の事柄」)という比較節の短縮表現(縮約比較)として機能している。直前の文脈で無自制がもたらす害悪が論じられていたことを受け、自制はその正反対の結果をもたらす原因であると論じている。

  2. 4.5.9περιμείναντας καὶ ἀνασχομένους

    主文の主語は単数女性の ἡ ἀκρασία であるが、不定詞 ἔστιν ... φαγεῖν(「食べることが可能である」)の意味上の主語として一般的な人間を表す対格複数の男性分詞(περιμείναντας καὶ ἀνασχομένους)が置かれている。構文の核は「(人が)待機し耐え忍ぶことによって(初めて快く食べることが可能になる)」という分詞の手段・条件の用法。

  3. 4.5.10τοῦ μαθεῖν τι καλὸν καὶ ἀγαθὸν καὶ τοῦ ἐπιμεληθῆναι τῶν τοιούτων τινός

    文頭に置かれた属格不定詞句(τοῦ μαθεῖν ... καὶ τοῦ ἐπιμεληθῆναι ...)は、長大な関係代名詞節(διʼ ὧν ἄν τις ... ἀφʼ ὧν ... γίγνονται)を挟んで、主文の動詞 ἀπολαύουσι(「享受する、あずかる」)の目的語(属格支配)として結びつく離隔構文(hyperbaton)である。後続する οὐδενὸς μετέχουσι(「何ひとつ分かち合えない」)とも並行している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:4.5.8-4.5.12