← クセノポン

ソクラテスの思い出

§4.4.1-4.4.7

ソクラテスの正義の実践とヒッピアスとの出会い

ソクラテスが私生活でも公務でも徹底して法に従い正義を行為で示した実例(民会での違法投票阻止、三十人政権の命令拒否、自身の裁判での態度)が語られ、続いて彼とソフィストのヒッピアスとの正義をめぐる対話が導入される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.4.1

ἀλλὰ μὴν καὶ περὶ τοῦ δικαίου γε οὐκ ἀπεκρύπτετο ἣν εἶχε γνώμην,1 ἀλλὰ καὶ ἔργῳ ἀπεδείκνυτο, ἰδίᾳ τε πᾶσι νομίμως τε καὶ ὠφελίμως χρώμενος καὶ κοινῇ ἄρχουσί τε ἃ οἱ νόμοι προστάττοιεν πειθόμενος καὶ κατὰ πόλιν καὶ ἐν ταῖς στρατείαις οὕτως ὥστε διάδηλος εἶναι παρὰ τοὺς ἄλλους εὐτακτῶν, καὶ ὅτε ἐν ταῖς ἐκκλησίαις ἐπιστάτης γενόμενος οὐκ ἐπέτρεψε τῷ δήμῳ παρὰ τοὺς νόμους ψηφίσασθαι, ἀλλὰ σὺν τοῖς νόμοις ἠναντιώθη τοιαύτῃ ὁρμῇ τοῦ δήμου ἣν οὐκ ἂν οἶμαι ἄλλον οὐδένα ἄνθρωπον ὑπομεῖναι·2

さらに、正義に関しても彼がどのような見解を抱いていたかを隠すことはなく、それを行為によっても明示していた。私的にはすべての人に対して法にかない有益に接し、公的には法が命じる事柄について支配者たちに従い、都市においても軍陣においても、規律正しいことにおいて他の誰よりも際立つほどであった。また、民会において当番議長となったとき、民衆が法に反して投票することを許さず、法とともに、他のいかなる人間も耐え忍ぶことができなかったであろうと私が思うほどの民衆の衝動に立ち向かったときもそうであった。

§4.4.3

καὶ ὅτε οἱ τριάκοντα προσέταττον αὐτῷ παρὰ τοὺς νόμους τι, οὐκ ἐπείθετο· τοῖς τε γὰρ νέοις ἀπαγορευόντων αὐτῶν μὴ διαλέγεσθαι καὶ προσταξάντων ἐκείνῳ τε καὶ ἄλλοις τισὶ τῶν πολιτῶν ἀγαγεῖν τινα ἐπὶ θανάτῳ, μόνος οὐκ ἐπείσθη, διὰ τὸ παρὰ τοὺς νόμους αὐτῷ προστάττεσθαι·

また、三十人政権が彼に法に反する命令を下したときも、従わなかった。彼らが若者たちと対話することを禁じ、彼および他の何人かの市民たちに或る者を死刑に処すべく連行するよう命じたときも、法に反して命じられているがゆえに、彼一人だけが従わなかったのである。

§4.4.4

καὶ ὅτε τὴν ὑπὸ Μελήτου γραφὴν ἔφευγε, τῶν ἄλλων εἰωθότων ἐν τοῖς δικαστηρίοις πρὸς χάριν τε τοῖς δικασταῖς διαλέγεσθαι καὶ κολακεύειν καὶ δεῖσθαι παρὰ τοὺς νόμους, καὶ διὰ τὰ τοιαῦτα πολλῶν πολλάκις ὑπὸ τῶν δικαστῶν ἀφιεμένων, ἐκεῖνος οὐδὲν ἠθέλησε τῶν εἰωθότων ἐν τῷ δικαστηρίῳ παρὰ τοὺς νόμους ποιῆσαι, ἀλλὰ ῥᾳδίως ἂν ἀφεθεὶς ὑπὸ τῶν δικαστῶν,3 εἰ καὶ μετρίως τι τούτων ἐποίησε, προείλετο μᾶλλον τοῖς νόμοις ἐμμένων ἀποθανεῖν ἢ παρανομῶν ζῆν.

また、メレトスによる公訴を受けて裁判にかけられたとき、他の者たちは法廷で裁判員たちの歓心を買うように語り、へつらい、法に反して懇願することに慣れており、そのようなことによって多くの者がしばしば裁判員たちによって放免されていたのに対して、彼は法廷で法に反して慣例となっているようなことを何一つ行おうとはせず、もしそれらのことを少しでも適度に行っていたなら裁判員たちによって容易に放免されたであろうに、法に背いて生きるよりはむしろ法に従い通して死ぬことを選んだのである。

§4.4.5

καὶ ἔλεγε δὲ οὕτως καὶ πρὸς ἄλλους μὲν πολλάκις, οἶδα δέ ποτε αὐτὸν καὶ πρὸς Ἱππίαν τὸν Ἠλεῖον περὶ τοῦ δικαίου τοιάδε διαλεχθέντα. διὰ χρόνου γὰρ ἀφικόμενος ὁ Ἱππίας Ἀθήναζε παρεγένετο τῷ Σωκράτει λέγοντι πρός τινας, ὡς θαυμαστὸν εἴη τό, εἰ μέν τις βούλοιτο σκυτέα διδάξασθαί τινα ἢ τέκτονα ἢ χαλκέα ἢ ἱππέα, μὴ ἀπορεῖν ὅποι ἂν πέμψας τούτου τύχοι, ἐὰν δέ τις βούληται4 ἢ αὐτὸς μαθεῖν τὸ δίκαιον ἢ υἱὸν ἢ οἰκέτην διδάξασθαι, μὴ εἰδέναι ὅποι ἂν ἐλθὼν τύχοι τούτου.

そして彼は他の人々に対してもそのように語ることがしばしばあったが、いつぞやエーリスのヒッピアスに対しても正義について次のように対話したのを私は知っている。というのも、久しぶりにアテナイにやって来たヒッピアスは、ソクラテスがある人々に対して、もし誰かが靴職人や大工や鍛冶屋や騎手になるよう誰かに教育を受けさせたいと望むなら、どこへ送ればこれを達成できるかに困惑することはないのに、正義を自分自身で学ぶか息子や召使いに教育を受けさせたいと望む場合には、どこへ行けばこれを達成できるか分からないというのは驚くべきことではないか、と語っている場に居合わせたからである。

§4.4.6

καὶ ὁ μὲν Ἱππίας ἀκούσας ταῦτα ὥσπερ ἐπισκώπτων αὐτόν, ἔτι γὰρ σύ, ἔφη, ὦ Σώκρατες, ἐκεῖνα τὰ αὐτὰ λέγεις ἃ ἐγὼ πάλαι ποτέ σου ἤκουσα; καὶ ὁ Σωκράτης, ὃ δέ γε τούτου δεινότερον, ἔφη, ὦ Ἱππία, οὐ μόνον ἀεὶ τὰ αὐτὰ λέγω, ἀλλὰ καὶ περὶ τῶν αὐτῶν· σὺ δʼ ἴσως διὰ τὸ πολυμαθὴς εἶναι περὶ τῶν αὐτῶν οὐδέποτε τὰ αὐτὰ λέγεις.

そしてヒッピアスはこれを聞いて、彼をからかうかのように言った。「ソクラテスよ、君はかつて私が君から聞いたあの同じ事柄を、まだ言っているのか」。するとソクラテスは言った。「それどころか、ヒッピアスよ、これよりもさらに驚くべきことに、私は常に同じことを言っているだけでなく、同じ事柄について言っているのだ。だが君は、恐らく博識であるがゆえに、同じ事柄について決して同じことを言わないのだろう」。

§4.4.7

ἀμέλει, ἔφη, πειρῶμαι καινόν τι λέγειν ἀεί. πότερον, ἔφη, καὶ περὶ ὧν ἐπίστασαι; οἷον περὶ γραμμάτων ἐάν τις ἔρηταί σε, πόσα καὶ ποῖα Σωκράτους ἐστίν, ἄλλα μὲν πρότερον, ἄλλα δὲ νῦν πειρᾷ λέγειν; ἢ περὶ ἀριθμῶν τοῖς ἐρωτῶσιν εἰ τὰ δὶς πέντε δέκα ἐστίν, οὐ τὰ αὐτὰ νῦν ἃ καὶ πρότερον ἀποκρίνει; περὶ μὲν τούτων, ἔφη, ὦ Σώκρατες, ὥσπερ σύ, καὶ ἐγὼ ἀεὶ τὰ αὐτὰ λέγω· περὶ μέντοι τοῦ δικαίου πάνυ οἶμαι νῦν ἔχειν εἰπεῖν, πρὸς ἃ οὔτε σὺ οὔτʼ ἂν ἄλλος οὐδεὶς δύναιτʼ ἀντειπεῖν.

「まさにその通りだ」と彼は言った、「私は常に何か新しいことを言おうと努めているのだ」。「では」と〔ソクラテス〕は言った、「君が知っている事柄についてもそうなのか。例えば文字について、ソクラテスの綴りにはいくつの、どのような文字があるかを誰かが君に尋ねた場合、以前にはある文字を、現在には別の文字を言おうと努めるのか。あるいは数について、二の五倍は十であるかと尋ねる者たちに対して、以前と同じことを今答えるのではないか」。「それらについては、ソクラテスよ」と彼は言った、「君と同じように、私も常に同じことを言う。しかし正義についてなら、君も他の誰も反論できないようなことを、今語ることができると私は確かに思っている」。

構文注4 件
  1. 4.4.1ἣν εἶχε γνώμην

    関係節内への先行詞の取り込み(incorporation)。本来は主節の直接目的語である τὴν γνώμην が関係代名詞 ἣν に牽引されて関係節内に配置された構造(οὐκ ἀπεκρύπτετο τὴν γνώμην ἣν εἶχε に相当)。

  2. 4.4.2ἣν οὐκ ἂν οἶμαι ἄλλον οὐδένα ἄνθρωπον ὑπομεῖναι

    ἄν を伴う不定詞 ὑπομεῖναι による反実仮想的・潜在的表現で、直説法過去(οὐδεὶς ἂν ὑπέμεινεν)の間接言述形。挿入的な οἶμαι(「私が思うに」)が文の途中に置かれ、全体の主語対格は ἄλλον οὐδένα ἄνθρωπον である。

  3. 4.4.4ῥᾳδίως ἂν ἀφεθεὶς ὑπὸ τῶν δικαστῶν

    分詞 ἀφεθείς が ἄν を伴って反実仮想(過去の事実に反する仮定)の帰結部を担っている構文。後続の条件節 εἰ καὶ μετρίως τι τούτων ἐποίησε(「もしこれらのことを少しでも行ったならば」)と呼応し、「容易に釈放されたであろうに」を意味する。

  4. 4.4.5ὡς θαυμαστὸν εἴη τό, εἰ μέν τις βούλοιτο... ἐὰν δέ τις βούληται...

    間接話法の従属節で希求法 εἴη が用いられている。中性単数定冠詞 τό は、後続する対比的な二つの条件節構造(εἰ μέν... ἐὰν δέ...)全体を名詞的に先取りして受ける指示的な役割を果たしている。条件節の前半が希求法 βούλοιτο(過去の間接言述による斜格希求法)であるのに対し、後半が ἐὰν... βούληται と接続法・一般条件文の形を保っているのは、間接言述における時制・法の混在(生々しい直接話法の残滓)である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:4.4.1-4.4.7