- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:3.6.10-3.6.18
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ソクラテスは防備・銀山・食糧供給についてグラウコンの無知を次々と暴き、一族の家一つ統治できない者が国家を導くことはできないと戒め、真の知識を備えることこそが真の名声への道であると諭す。
οὐκοῦν, ἔφη, καὶ περὶ πολέμου συμβουλεύειν τήν γε πρώτην ἐπισχήσομεν· ἴσως γὰρ καὶ διὰ τὸ μέγεθος αὐτῶν ἄρτι ἀρχόμενος τῆς προστατείας οὔπω ἐξήτακας. ἀλλά τοι περί γε φυλακῆς τῆς χώρας οἶδʼ ὅτι ἤδη σοι μεμέληκε, καὶ οἶσθα ὁπόσαι τε φυλακαὶ ἐπίκαιροί εἰσι καὶ ὁπόσαι μή, καὶ ὁπόσοι τε φρουροὶ ἱκανοί εἰσι καὶ ὁπόσοι μή εἰσι· καὶ τὰς μὲν ἐπικαίρους φυλακὰς συμβουλεύσεις μείζονας ποιεῖν, τὰς δὲ περιττὰς ἀφαιρεῖν. νὴ Δίʼ, ἔφη ὁ Γλαύκων, ἁπάσας μὲν οὖν ἔγωγε, ἕνεκά γε τοῦ οὕτως αὐτὰς φυλάττεσθαι ὥστε κλέπτεσθαι τὰ ἐκ τῆς χώρας.1 ἐὰν δέ τις ἀφέλῃ γʼ, ἔφη, τὰς φυλακάς, οὐκ οἴει καὶ ἁρπάζειν ἐξουσίαν ἔσεσθαι τῷ βουλομένῳ; ἀτάρ, ἔφη, πότερον ἐλθὼν αὐτὸς ἐξήτακας τοῦτο, ἢ πῶς οἶσθα ὅτι κακῶς φυλάττονται; εἰκάζω, ἔφη. οὐκοῦν, ἔφη, καὶ περὶ τούτων, ὅταν μηκέτι εἰκάζωμεν, ἀλλʼ ἤδη εἰδῶμεν, τότε συμβουλεύσομεν; ἴσως, ἔφη ὁ Γλαύκων, βέλτιον. εἴς γε μήν, ἔφη, τἀργύρεια οἶδʼ ὅτι οὐκ ἀφῖξαι, ὥστʼ ἔχειν εἰπεῖν διʼ ὅ τι νῦν ἐλάττω ἢ πρόσθεν προσέρχεται αὐτόθεν. οὐ γὰρ οὖν ἐλήλυθα, ἔφη. καὶ γὰρ νὴ Δίʼ, ἔφη ὁ Σωκράτης, λέγεται βαρὺ τὸ χωρίον εἶναι, ὥστε, ὅταν περὶ τούτου δέῃ συμβουλεύειν, αὕτη σοι ἡ πρόφασις ἀρκέσει. σκώπτομαι, ἔφη ὁ Γλαύκων.
「それでは」とソクラテスは言った。「戦争について助言する件も、ひとまず差し控えることにしよう。というのも、指導者の務めを始めたばかりの君は、おそらくそれらの重要さゆえに、まだ詳しく調べていないのだろうから。しかし、国土の防備については、君はすでに心を配っており、いくつの守備陣地が要衝であり、いくつがそうでないか、またどれほどの守備兵で十分であり、どれほどでは足りないかを知っているはずだ。そして、要衝の守備陣地は増強し、無用な陣地は撤去するよう助言するつもりなのだろう」「ゼウスにかけて、すべて撤去するよう助言しますとも」とグラウコンは言った。「国土の物資が盗まれるほどに杜撰に警備されているという理由からです」。「しかし、もし誰かが守備陣地を撤去してしまったら」とソクラテスは言った。「望む者なら誰でも強奪する自由さえできることになるとは思わないかね。ところで、君は自分で現地に行ってこれを調べたのか、それともどうやって警備がずさんであると知っているのかね」。「推測です」と彼は言った。「それなら」とソクラテスは言った。「このことについても、もはや推測ではなく、はっきりと知ったその時に助言することにしようか」「おそらく、そのほうが良いでしょう」とグラウコンは言った。「銀山については」とソクラテスは言った。「なぜそこからの収入が以前より減少しているかを語れるほどには、君が足を運んでいないことを知っている」「ええ、実際行っておりません」と彼は言った。「というのも、ゼウスにかけて」とソクラテスは言った。「あの土地は空気が悪くて健康的でないと言われているから、この件について助言しなければならない時には、その口実で十分間に合うだろう」「からかわれていますね」とグラウコンは言った。
ἀλλʼ ἐκείνου γέ τοι, ἔφη, οἶδʼ ὅτι οὐκ ἠμέληκας, ἀλλʼ ἔσκεψαι, πόσον χρόνον ἱκανός ἐστιν ὁ ἐκ τῆς χώρας γιγνόμενος σῖτος διατρέφειν τὴν πόλιν, καὶ πόσου εἰς τὸν ἐνιαυτὸν προσδεῖται, ἵνα μὴ τοῦτό γε λάθῃ σέ ποτε ἡ πόλις ἐνδεὴς γενομένη,2 ἀλλʼ εἰδὼς ἔχῃς ὑπὲρ τῶν ἀναγκαίων συμβουλεύων τῇ πόλει βοηθεῖν τε καὶ σῴζειν αὐτήν. λέγεις, ἔφη ὁ Γλαύκων, παμμέγεθες πρᾶγμα, εἴ γε καὶ τῶν τοιούτων ἐπιμελεῖσθαι δεήσει.
「だが、あのことについては」とソクラテスは言った。「君が見過ごしておらず、国内で生産される穀物がどれほどの期間国を養うのに十分であるか、また一年の間にどれだけの量がさらに不足するかを調べ終えていることは分かっている。国が食糧不足に陥っても君がそれに気づかないということが決してないように、むしろ承知の上で、必需品について助言して国を助け、救うことができるようにな」。「もしそのようなことまで配慮しなければならないなら、途方もない大事業をおっしゃるのですね」とグラウコンは言った。
ἀλλὰ μέντοι, ἔφη ὁ Σωκράτης, οὐδʼ ἂν τὸν ἑαυτοῦ ποτε οἶκον καλῶς τις οἰκήσειεν, εἰ μὴ πάντα μὲν εἴσεται ὧν προσδεῖται, πάντων δὲ ἐπιμελόμενος ἐκπληρώσει. ἀλλʼ ἐπεὶ ἡ μὲν πόλις ἐκ πλειόνων ἢ μυρίων οἰκιῶν συνέστηκε, χαλεπὸν δʼ ἐστὶν ἅμα τοσούτων οἴκων ἐπιμελεῖσθαι, πῶς οὐχ ἕνα τὸν τοῦ θείου πρῶτον ἐπειράθης αὐξῆσαι; δεῖται δέ. κἂν μὲν τοῦτον δύνῃ, καὶ πλείοσιν ἐπιχειρήσεις· ἕνα δὲ μὴ δυνάμενος ὠφελῆσαι πῶς ἂν πολλούς γε δυνηθείης; ὥσπερ, εἴ τις ἓν τάλαντον μὴ δύναιτο φέρειν, πῶς οὐ φανερὸν ὅτι πλείω γε φέρειν οὐδʼ ἐπιχειρητέον αὐτῷ;
「しかしながら」とソクラテスは言った。「自分の家であっても、何が不足しているかをすべて知るようにし、すべてに配慮して補うのでなければ、立派に治めることなど誰にもできないだろう。ところで、国は一万を超える家々から成り立っているが、それほど多くの家を同時に世話することは困難なのだから、なぜまず伯父の家という一つの家を繁栄させようと試みなかったのかね。その家は助けを必要としているのだ。そして、もしこの家を繁栄させられるなら、さらに多くの家にも着手するだろう。しかし、一軒の家さえ益することができないのに、どうして多くの家を益することができようか。ちょうど、もしある人が一タラントの重ささえ運べないなら、より多くの重さを運ぼうと企てることさえすべきでないのが明らかであるように」「ですが私としては」
ἀλλʼ ἔγωγʼ, ἔφη ὁ Γλαύκων, ὠφελοίην ἂν τὸν τοῦ θείου οἶκον, εἴ μοι ἐθέλοι πείθεσθαι. εἶτα, ἔφη ὁ Σωκράτης, τὸν θεῖον οὐ δυνάμενος πεῖσαι, Ἀθηναίους πάντας μετὰ τοῦ θείου νομίζεις δυνήσεσθαι ποιῆσαι πείθεσθαί σοι;
とグラウコンは言った。「伯父が私に従おうと望んでくれるなら、伯父の家を益することができるでしょう」「それなら」とソクラテスは言った。「伯父一人を説得することもできないのに、伯父を含めたアテナイ人全員を自分に従わせることができると君は考えているのかね。
φυλάττου, ἔφη, ὦ Γλαύκων, ὅπως μὴ τοῦ εὐδοξεῖν ἐπιθυμῶν εἰς τοὐναντίον ἔλθῃς. ἢ οὐχ ὁρᾷς ὡς σφαλερόν ἐστι τό, ἃ μὴ οἶδέ τις, ταῦτα ἢ λέγειν ἢ πράττειν; ἐνθυμοῦ δὲ τῶν ἄλλων, ὅσους οἶσθα τοιούτους,3 οἷοι φαίνονται καὶ λέγοντες ἃ μὴ ἴσασι καὶ πράττοντες, πότερά σοι δοκοῦσιν ἐπὶ τοῖς τοιούτοις ἐπαίνου μᾶλλον ἢ ψόγου τυγχάνειν καὶ πότερον θαυμάζεσθαι μᾶλλον ἢ καταφρονεῖσθαι·
グラウコンよ、名声を博したいと望みながら正反対の結果に陥ることのないよう用心したまえ」と彼は言った。「自分が知らない事柄を話したり行ったりすることが、どれほど危ういことか分からないのかね。自分が知らないことを明らかに語ったり行ったりしているような、君の知っている他の人々について考えてみるがよい。彼らがそのような行動によって、むしろ賞賛を受けるかそれとも非難を受けるか、またむしろ称賛されるかそれとも軽蔑されるか、君にはどう思えるかを。
ἐνθυμοῦ δὲ καὶ τῶν εἰδότων ὅ τι τε λέγουσι καὶ ὅ τι ποιοῦσι· καί, ὡς ἐγὼ νομίζω, εὑρήσεις ἐν πᾶσιν ἔργοις τοὺς μὲν εὐδοκιμοῦντάς τε καὶ θαυμαζομένους ἐκ τῶν μάλιστα ἐπισταμένων ὄντας, τοὺς δὲ κακοδοξοῦντάς τε καὶ καταφρονουμένους ἐκ τῶν ἀμαθεστάτων.
また、自分が何を語り何を行っているかを知っている人々についても考えてみるがよい。私の思うところ、あらゆる仕事において、名声を博し称賛される人々は最もよく心得ている者たちから出ており、悪評を受け軽蔑される人々は最も無知な者たちから出ていることが君にも分かるはずだ。
εἰ οὖν ἐπιθυμεῖς εὐδοκιμεῖν τε καὶ θαυμάζεσθαι ἐν τῇ πόλει, πειρῶ κατεργάσασθαι ὡς μάλιστα τὸ εἰδέναι ἃ βούλει πράττειν· ἐὰν γὰρ τούτῳ διενέγκας τῶν ἄλλων ἐπιχειρῇς τὰ τῆς πόλεως πράττειν, οὐκ ἂν θαυμάσαιμι εἰ πάνυ ῥᾳδίως τύχοις ὧν ἐπιθυμεῖς.4
したがって、もし君が国で名声を博し称賛されることを望むなら、自分が行おうとする事柄を知るということを最大限に達成するよう努めたまえ。なぜなら、この点で他の者たちより抜きん出た上で国の政治に着手するならば、君が望んでいるものを極めて容易に手に入れたとしても、私は少しも驚かないだろうからだ」。
- 3.6.11ἕνεκά γε τοῦ οὕτως αὐτὰς φυλάττεσθαι ὥστε κλέπτεσθαι τὰ ἐκ τῆς χώρας
前置詞 ἕνεκα に冠詞付き不定詞 τοῦ ... φυλάττεσθαι(中受動態「警備されていること」)が続き、後続の ὥστε 節は結果を表す。αὐτάς は前文の φυλακάς(守備陣地/哨所)を指し、受動「それらが(非常に杜撰に)警備されている結果として」と解釈される。
- 3.6.13ἵνα μὴ τοῦτό γε λάθῃ σέ ποτε ἡ πόλις ἐνδεὴς γενομένη
λανθάνω +人(対格 σέ)+分詞(主語 ἡ πόλις に一致する主格 ἐνδεὴς γενομένη)の構文。「国が(食糧不足に)陥ったことが君に気づかれないままになる」を表す。τοῦτο は目的語的な副詞的対格、あるいは先行する事態を指す強調的用法。
- 3.6.16ἐνθυμοῦ δὲ τῶν ἄλλων, ὅσους οἶσθα τοιούτους
動詞 ἐνθυμοῦ は属格 τῶν ἄλλων(話題・言及の属格)をとり、後続の関係節 ὅσους οἶσθα τοιούτους(関係節内では動詞 οἶδα の目的語対格)が同格的・限定的に展開する。全体として「他の人々のうち、君がそのような者として知っている者たちについて心に留めよ」という構造。
- 3.6.18ἐὰν γὰρ τούτῳ διενέγκας τῶν ἄλλων ἐπιχειρῇς τὰ τῆς πόλεως πράττειν, οὐκ ἂν θαυμάσαιμι εἰ πάνυ ῥᾳδίως τύχοις ὧν ἐπιθυμεῖς
条件文の帰結節に潜在希求法(οὐκ ἂν θαυμάσαιμι)が置かれ、さらに感嘆・驚愕を表す動詞の後の εἰ 節が希求法(τύχοις)をとる複文。条件節の分詞 διενέγκας は限定の与格 τούτῳ(「この点において」)と、優越を表す動詞に特有の比較の属格 τῶν ἄλλων(「他の者たちよりも」)を伴う。
