← クセノポン

ソクラテスの思い出

§3.5.10-3.5.18

祖先の栄光とアテナイ人の衰退および規律回復の道

ソクラテスとペリクレスは祖先たちの武勇と栄光を振り返りつつ、現在のアテナイ人が衰退した原因と克服策について議論し、市民の規律の可能性を再確認する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.5.10

ἆρα λέγεις τὴν τῶν θεῶν κρίσιν, ἣν οἱ περὶ Κέκροπα διʼ ἀρετὴν ἔκριναν; λέγω γάρ, καὶ τὴν Ἐρεχθέως γε τροφὴν καὶ γένεσιν, καὶ τὸν πόλεμον τὸν ἐπʼ ἐκείνου γενόμενον πρὸς τοὺς ἐκ τῆς ἐχομένης ἠπείρου πάσης, καὶ τὸν ἐφʼ Ἡρακλειδῶν πρὸς τοὺς ἐν Πελοποννήσῳ, καὶ πάντας τοὺς ἐπὶ Θησέως πολεμηθέντας, ἐν οἷς πᾶσιν ἐκεῖνοι δῆλοι γεγόνασι τῶν καθʼ ἑαυτοὺς ἀνθρώπων ἀριστεύσαντες·

「君の言っているのは、ケクロプスとその仲間たちが徳によって裁いたという神々の審判のことですか」「そうだとも。そしてエレクテウスの養育と出生のこと、また彼の治世において隣接する大陸全土からの侵略者に対して起きた戦争、ヘラクレイダイの時代におけるペロポネソス人に対する戦争、さらにはテーセウスの時代に戦われたすべての戦争のことだ。それらすべての戦いにおいて、彼らは同時代の人々のなかで最も卓越していたことが明らかとなったのだ。

§3.5.11

εἰ δὲ βούλει, ἃ ὕστερον οἱ ἐκείνων μὲν ἀπόγονοι, οὐ πολὺ δὲ πρὸ ἡμῶν γεγονότες ἔπραξαν,1 τὰ μὲν αὐτοὶ καθʼ αὑτοὺς ἀγωνιζόμενοι πρὸς τοὺς κυριεύοντας τῆς τε Ἀσίας πάσης καὶ τῆς Εὐρώπης μέχρι Μακεδονίας καὶ πλείστην τῶν προγεγονότων δύναμιν καὶ ἀφορμὴν κεκτημένους καὶ μέγιστα ἔργα κατειργασμένους, τὰ δὲ καὶ μετὰ Πελοποννησίων ἀριστεύοντες καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν· οἳ δὴ καὶ λέγονται πολὺ διενεγκεῖν τῶν καθʼ αὑτοὺς ἀνθρώπων.

さらに望むなら、彼らの子孫であり、我々の時代よりそう遠くない過去に生まれた者たちがのちに行った事績のことでもある。彼らは一方では、全アジアとマケドニアに至るヨーロッパを支配し、過去のいかなる者たちよりも強大な戦力と資力とを擁し、最も偉大な業績を成し遂げていた者たちに対して自ら単独で戦い、他方ではペロポネソス人たちとともに陸に海に抜きん出た武勇を示した。この人々こそは、同時代の人々を大いに凌駕していたとまさに言われているのだ」

§3.5.12

λέγονται γάρ, ἔφη. τοιγαροῦν πολλῶν μὲν μεταναστάσεων ἐν τῇ Ἑλλάδι γεγονυιῶν διέμειναν ἐν τῇ ἑαυτῶν, πολλοὶ δὲ ὑπὲρ δικαίων ἀντιλέγοντες ἐπέτρεπον ἐκείνοις, πολλοὶ δὲ ὑπὸ κρειττόνων ὑβριζόμενοι κατέφευγον πρὸς ἐκείνους.

「確かにそう言われています」と彼は言った。「それゆえ、ヘラス全土で多くの民族移動が生じたときにも彼らは自らの土地にとどまり続け、正当な権利を巡って対立する多くの者たちが彼らに裁定を委ね、より強い者たちに虐げられた多くの者たちが彼らのもとへと逃れてきたのだ」。

§3.5.13

καὶ ὁ Περικλῆς, καὶ θαυμάζω γʼ, ἔφη, ὦ Σώκρατες, ἡ πόλις ὅπως ποτʼ ἐπὶ τὸ χεῖρον ἔκλινεν.2 ἐγὼ μέν, ἔφη, οἶμαι, ὁ Σωκράτης, ὥσπερ καὶ ἀθληταί τινες διὰ τὸ πολὺ ὑπερενεγκεῖν καὶ κρατιστεῦσαι καταρρᾳθυμήσαντες ὑστερίζουσι τῶν ἀντιπάλων, οὕτω καὶ Ἀθηναίους πολὺ διενεγκόντας ἀμελῆσαι ἑαυτῶν καὶ διὰ τοῦτο χείρους γεγονέναι.

するとペリクレスは言った。「ソクラテスよ、わが都市がいったいどうして悪化へと傾いてしまったのか、私には実に不思議でなりません」。「私の思うには」とソクラテスは言った。「一部の競技者たちが他を大いに圧倒して最優秀となったために油断し怠惰に陥って競争相手に遅れをとるようになるのと同じく、アテナイ人たちも他を大いに凌駕したために自分たちを省みなくなり、そのために悪くなってしまったのだ」。

§3.5.14

νῦν οὖν, ἔφη, τί ἂν ποιοῦντες ἀναλάβοιεν τὴν ἀρχαίαν ἀρετήν; καὶ ὁ Σωκράτης· οὐδὲν ἀπόκρυφον δοκεῖ μοι εἶναι, ἀλλʼ εἰ μὲν ἐξευρόντες τὰ τῶν προγόνων ἐπιτηδεύματα μηδὲν χεῖρον ἐκείνων ἐπιτηδεύοιεν, οὐδὲν ἂν χείρους ἐκείνων γενέσθαι· εἰ δὲ μή, τούς γε νῦν πρωτεύοντας μιμούμενοι καὶ τούτοις τὰ αὐτὰ ἐπιτηδεύοντες, ὁμοίως μὲν τοῖς αὐτοῖς χρώμενοι οὐδὲν ἂν χείρους ἐκείνων εἶεν, εἰ δʼ ἐπιμελέστερον, καὶ βελτίους.

「それでは今」と彼は言った。「彼らはいかにすれば古の徳を取り戻せるでしょうか」。「何も秘訣があるわけではないと私には思える」とソクラテスは言った。「もし祖先たちの習慣を究明して、彼らに劣らずそれを実践するなら、祖先たちに少しも劣らぬ者となるだろう。もしそうでなければ、現今において第一位を占めている者たちを模倣し、彼らと同じことを実践することだ。彼らと同じやり方を同様に守るなら彼らに劣らない者となるだろうし、より丹念に実践するなら、さらに優れた者となるだろう」。

§3.5.15

λέγεις, ἔφη, πόρρω που εἶναι τῇ πόλει τὴν καλοκαγαθίαν. πότε γὰρ οὕτως Ἀθηναῖοι ὥσπερ Λακεδαιμόνιοι ἢ πρεσβυτέρους αἰδέσονται, οἳ ἀπὸ τῶν πατέρων ἄρχονται καταφρονεῖν τῶν γεραιτέρων, ἢ σωμασκήσουσιν οὕτως, οἳ οὐ μόνον αὐτοὶ εὐεξίας ἀμελοῦσιν, ἀλλὰ καὶ τῶν ἐπιμελομένων καταγελῶσι;

〔ペリクレス〕は言った。「あなたが仰るには、よき徳性はわが都市にとってどこか遥か彼方にあるということになりますね。というのも、アテナイ人たちがいったいいつ、ラケダイモン人のように年長者を敬うというのでしょうか。彼らは自らの父親を皮切りに年長者を軽蔑し始めているのです。あるいはいったいいつ、あのように肉体を鍛えるというのでしょうか。彼らは自ら健康な体調を顧みないばかりか、それに気を配る者たちをあざ笑うのです。

§3.5.16

πότε δὲ οὕτω πείσονται τοῖς ἄρχουσιν, οἳ καὶ ἀγάλλονται ἐπὶ τῷ καταφρονεῖν τῶν ἀρχόντων; ἢ πότε οὕτως ὁμονοήσουσιν, οἵ γε ἀντὶ μὲν τοῦ συνεργεῖν ἑαυτοῖς τὰ συμφέροντα ἐπηρεάζουσιν ἀλλήλοις καὶ φθονοῦσιν ἑαυτοῖς μᾶλλον ἢ τοῖς ἄλλοις ἀνθρώποις, μάλιστα δὲ πάντων ἔν τε ταῖς ἰδίαις συνόδοις καὶ ταῖς κοιναῖς διαφέρονται καὶ πλείστας δίκας ἀλλήλοις δικάζονται καὶ προαιροῦνται μᾶλλον οὕτω κερδαίνειν ἀπʼ ἀλλήλων ἢ συνωφελοῦντες αὑτούς, τοῖς δὲ κοινοῖς ὥσπερ ἀλλοτρίοις χρώμενοι περὶ τούτων αὖ μάχονται καὶ ταῖς εἰς τὰ τοιαῦτα δυνάμεσι μάλιστα χαίρουσιν;

また彼らがいったいいつ、支配者たちにあのように服従するというのでしょうか。彼らは支配者を軽蔑することを誇りとしさえしているのです。あるいはいったいいつ、あのように団結するというのでしょうか。彼らはお互いの利益のために協力するどころか、互いに嫌がらせをし、他の人々に対してよりも身内同士で嫉妬し合っているのです。とりわけ彼らは私的な集まりでも公の集まりでも対立し、互いに最も多くの訴訟を起こし、助け合うよりもむしろこのようにして互いから利益を得ることを選び、公の財産をあたかも他人のものであるかのように扱いながらそれらを巡ってまた争い、そのようなことに関する能力を最も喜ぶのです。

§3.5.17

ἐξ ὧν πολλὴ μὲν ἀτηρία καὶ κακία τῇ πόλει ἐμφύεται, πολλὴ δὲ ἔχθρα καὶ μῖσος ἀλλήλων τοῖς πολίταις ἐγγίγνεται, διʼ ἃ ἔγωγε μάλα φοβοῦμαι ἀεί, μή τι μεῖζον ἢ ὥστε φέρειν δύνασθαι κακὸν τῇ πόλει συμβῇ.3

これらから、多くの害悪と邪悪さが都市に根づき、多くの敵意と憎しみが市民たちのあいだに生じており、それゆえ私としては、耐え忍ぶことができないほど大きな災厄が都市に降りかかるのではないかと、常にひどく恐れているのです」。

§3.5.18

μηδαμῶς, ἔφη ὁ Σωκράτης, ὦ Περίκλεις, οὕτως ἡγοῦ ἀνηκέστῳ πονηρίᾳ νοσεῖν Ἀθηναίους. οὐχ ὁρᾷς, ὡς εὔτακτοι μέν εἰσιν ἐν τοῖς ναυτικοῖς, εὐτάκτως δʼ ἐν τοῖς γυμνικοῖς ἀγῶσι πείθονται τοῖς ἐπιστάταις, οὐδένων δὲ καταδεέστερον ἐν τοῖς χοροῖς ὑπηρετοῦσι τοῖς διδασκάλοις;

「決して」とソクラテスは言った。「ペリクレスよ、アテナイ人たちが不治の邪悪さに冒されているなどと考えてはならない。君には見えないのか、彼らが海事においては極めて規律正しく、体育の競技大会においては審判員たちに規律正しく従い、合唱隊においては誰にも劣らず指導者たちに仕えている姿が」。

構文注3 件
  1. 3.5.11εἰ δὲ βούλει, ἃ ὕστερον οἱ ἐκείνων μὲν ἀπόγονοι, οὐ πολὺ δὲ πρὸ ἡμῶν γεγονότες ἔπραξαν

    慣用的な挿入句 εἰ δὲ βούλει(あるいは望むなら)に続き、関係代名詞 ἃ で導かれる名詞節が置かれている。これは前文の λέγω γάρ(私は述べているのだ)の目的語を補足する構文であり、動詞(λέγω または ἀναμιμνῄσκω)が省略されている。

  2. 3.5.13ἡ πόλις ὅπως ποτʼ ἐπὶ τὸ χεῖρον ἔκλινεν

    先取り構文(prolepsis)の一種。従属節(間接疑問節)の主語である ἡ πόλις が、接続詞 ὅπως の前に前置・強調されている。文脈上 θαυμάζω の直接の目的語のように文頭に出された倒置構造である。

  3. 3.5.17μή τι μεῖζον ἢ ὥστε φέρειν δύνασθαι κακὸν τῇ πόλει συμβῇ

    恐怖を表す動詞 φοβοῦμαι に導かれる接続法節(μή ... συμβῇ)。比較級 μεῖζον に対して ἢ ὥστε + 不定詞(φέρειν δύνασθαι)が後続し、「耐えることができる程度を超えてより大きな(耐えられないほど大きな)」という限定的な結果構文を形成している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:3.5.10-3.5.18