← クセノポン

ソクラテスの思い出

§3.11.9-3.11.18

テオドテに対する友の惹きつけ方と愛の呪文

ソクラテスはテオドテに対し、友人を惹きつける網として自身の肉体と精神の用い方を説き、相手の欲求を焦らして価値を高める術を教授する。テオドテは彼に助力を求め訪問を願うが、ソクラテスは哲学的な交わりを愛の呪文に喩えつつ戯れに応答する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.11.9

τίνι οὖν, ἔφη, τοιούτῳ φίλους ἂν ἐγὼ θηρῴην; ἐὰν νὴ Δίʼ, ἔφη, ἀντὶ κυνὸς κτήσῃ, ὅστις σοι ἰχνεύων μὲν τοὺς φιλοκάλους καὶ πλουσίους εὑρήσει, εὑρὼν δὲ μηχανήσεται ὅπως ἐμβάλῃ αὐτοὺς εἰς τὰ σὰ δίκτυα.

「では私は、そのような何を用いて友人を狩ればよいのでしょうか」と彼女は言った。「ゼウスにかけて、犬の代わりに、美を愛する富裕な者たちを嗅ぎつけて見つけ出し、見つけ出したらあなたの網に追い込むよう工夫してくれる者を調達することだ」と彼は言った。

§3.11.10

καὶ ποῖα, ἔφη, ἐγὼ δίκτυα ἔχω; ἓν μὲν δήπου, ἔφη, καὶ μάλα εὖ περιπλεκόμενον, τὸ σῶμα· ἐν δὲ τούτῳ ψυχήν,1 ᾗ καταμανθάνεις καὶ ὡς ἂν ἐμβλέπουσα χαρίζοιο καὶ ὅ τι ἂν λέγουσα εὐφραίνοις,2 καὶ ὅτι δεῖ τὸν μὲν ἐπιμελόμενον ἀσμένως ὑποδέχεσθαι, τὸν δὲ τρυφῶντα ἀποκλείειν, καὶ ἀρρωστήσαντός γε φίλου φροντιστικῶς ἐπισκέψασθαι καὶ καλόν τι πράξαντος σφόδρα συνησθῆναι καὶ τῷ σφόδρα σοῦ φροντίζοντι ὅλῃ τῇ ψυχῇ κεχαρίσθαι· φιλεῖν γε μὴν εὖ οἶδʼ ὅτι ἐπίστασαι οὐ μόνον μαλακῶς, ἀλλὰ καὶ εὐνοϊκῶς· καὶ ὅτι ἀρεστοί σοί εἰσιν οἱ φίλοι, οἶδʼ ὅτι οὐ λόγῳ ἀλλʼ ἔργῳ ἀναπείθεις. μὰ τὸν Δίʼ, ἔφη ἡ Θεοδότη, ἐγὼ τούτων οὐδὲν μηχανῶμαι.

「私にどんな網があるというのですか」と彼女は言った。「まずは言うまでもなく、相手を非常によく絡め取る体だ」と彼は言った。「そしてその体の中には魂がある。その魂によって、君はどのような眼差しを向ければ相手を喜ばせることができ、何を言えば相手を楽しませることができるかを察知し、自分を気遣ってくれる者を喜んで迎え入れ、傲慢に振る舞う者を締め出し、友人が病気のときには心を配って見舞い、友人が何か善いことを成し遂げたときには心から共に喜び、自分のことを深く気遣ってくれる者には全霊を尽くして報いるべきだとわきまえているのだ。さらに、君がただ優しくだけでなく善意をもって愛することを知っているのを、私はよく承知している。そして友人たちが自分にとって好ましい存在であることを、言葉ではなく行動によって納得させていることも私は知っているのだ」。「ゼウスにかけて」とテオドテは言った。「私はそのような工夫など何もしておりません」。

§3.11.11

καὶ μήν, ἔφη, πολὺ διαφέρει τὸ κατὰ φύσιν τε καὶ ὀρθῶς ἀνθρώπῳ προσφέρεσθαι. καὶ γὰρ δὴ βίᾳ μὲν οὔτʼ ἂν ἕλοις οὔτε κατάσχοις φίλον, εὐεργεσίᾳ δὲ καὶ ἡδονῇ τὸ θηρίον τοῦτο ἁλώσιμόν τε καὶ παραμόνιμόν ἐστιν.

「しかしだな」と彼は言った。「人間に対して自然にかない正しく接するかどうかで大違いが生じるのだ。というのも、力ずくでは友を捕らえることも引き留めることもできないが、恩恵と快楽によってなら、この獲物は容易に捕らえられ、かつ長く留まるものだからだ」。

§3.11.12

ἀληθῆ λέγεις, ἔφη. δεῖ τοίνυν, ἔφη, πρῶτον μὲν τοὺς φροντίζοντάς σου τοιαῦτα ἀξιοῦν, οἷα ποιοῦσιν αὐτοῖς μικρότατα μελήσει, ἔπειτα δὲ αὐτὴν ἀμείβεσθαι χαριζομένην τὸν αὐτὸν τρόπον· οὕτω γὰρ ἂν μάλιστα φίλοι γίγνοιντο καὶ πλεῖστον χρόνον φιλοῖεν καὶ μέγιστα εὐεργετοῖεν.

「おっしゃる通りです」と彼女は言った。「したがってまず、君に心を寄せる者たちに対しては、彼らが応じてもほとんど負担に思わないようなことだけを求めるべきであり、次いで自らも同じように親切にして報いるべきである。そうすれば彼らは最も固い友となり、最も長い間愛し続け、最大の恩恵を施してくれるだろうからだ」と彼は言った。

§3.11.13

χαρίζοιο δʼ ἂν μάλιστα, εἰ δεομένοις δωροῖο τὰ παρὰ σεαυτῆς· ὁρᾷς γὰρ ὅτι καὶ τῶν βρωμάτων τὰ ἥδιστα, ἐὰν μέν τις προσφέρῃ πρὶν ἐπιθυμεῖν, ἀηδῆ φαίνεται, κεκορεσμένοις δὲ καὶ βδελυγμίαν παρέχει, ἐὰν δέ τις προσφέρῃ λιμὸν ἐμποιήσας, κἂν φαυλότερα ᾖ, πάνυ ἡδέα φαίνεται.

「君からの贈り物は、相手が求めているときに与えることで、最も相手を喜ばせることができるだろう。というのも君も知っているように、最も美味な食べ物でさえ、欲しがる前に出されれば不味く感じられ、満腹している者には嫌悪感さえ催させるが、飢えを生じさせてから出せば、たとえ粗末なものであっても極めて美味に感じられるからだ」。

§3.11.14

πῶς οὖν ἄν, ἔφη, ἐγὼ λιμὸν ἐμποιεῖν τῶν παρʼ ἐμοὶ δυναίμην; εἰ νὴ Δίʼ, ἔφη, πρῶτον μὲν τοῖς κεκορεσμένοις μήτε προσφέροις μήτε ὑπομιμνῄσκοις, ἕως ἂν τῆς πλησμονῆς παυσάμενοι πάλιν δέωνται, ἔπειτα τοὺς δεομένους ὑπομιμνῄσκοις ὡς κοσμιωτάτῃ τε ὁμιλίᾳ καὶ τῷ μὴ φαίνεσθαι βουλομένη χαρίζεσθαι καὶ διαφεύγουσα, ἕως ἂν ὡς μάλιστα δεηθῶσι· τηνικαῦτα γὰρ πολὺ διαφέρει τὰ αὐτὰ δῶρα ἢ πρὶν ἐπιθυμῆσαι διδόναι.

「ではどうすれば、私にあるものに対する飢えを生じさせることができるでしょうか」と彼女は言った。「ゼウスにかけて、第一に満腹している者たちには何も差し出さず、思い出させもせず、満腹が治まって再び求めるようになるまで待ち、次いで求める者たちに対しては、極めて慎み深い交際をし、快く応じる気がないように装い、相手が極度に求めるようになるまで身をかわすことによって思い出させるのだ。そのときになって与えられる同じ贈り物は、欲する前に与えられるものとは雲泥の差があるからだ」と彼は言った。

§3.11.15

καὶ ἡ Θεοδότη, τί οὖν οὐ σύ μοι, ἔφη, ὦ Σώκρατες, ἐγένου συνθηρατὴς3 τῶν φίλων; ἐάν γε νὴ Δίʼ, ἔφη, πείθῃς με σύ. πῶς οὖν ἄν, ἔφη, πείσαιμί σε; ζητήσεις, ἔφη, τοῦτο αὐτὴ καὶ μηχανήσει, ἐάν τί μου δέῃ.

するとテオドテは言った。「ソクラテス様、それではどうしてあなたが私の友狩りの仲間になってくださらないのですか」。「ゼウスにかけて、君が私を説得するならな」と彼は言った。「ではどうすれば、あなた様を説得できるでしょうか」と彼女は言った。「君が私を必要とするなら、君自身がそれを探し求め、工夫するのだ」と彼は言った。

§3.11.16

εἴσιθι τοίνυν, ἔφη, θαμινά. καὶ ὁ Σωκράτης ἐπισκώπτων τὴν αὑτοῦ ἀπραγμοσύνην,4 ἀλλʼ, ὦ Θεοδότη, ἔφη, οὐ πάνυ μοι ῥᾴδιόν ἐστι σχολάσαι· καὶ γὰρ ἴδια πράγματα πολλὰ καὶ δημόσια παρέχει μοι ἀσχολίαν· εἰσὶ δὲ καὶ φίλαι μοι, αἳ οὔτε ἡμέρας οὔτε νυκτὸς ἀφʼ αὑτῶν ἐάσουσί με ἀπιέναι, φίλτρα τε μανθάνουσαι παρʼ ἐμοῦ καὶ ἐπῳδάς. ἐπίστασαι γάρ, ἔφη, καὶ ταῦτα, ὦ Σώκρατες; ἀλλὰ διὰ τί οἴει, ἔφη, Ἀπολλόδωρόν τε τόνδε καὶ Ἀντισθένη οὐδέποτέ μου ἀπολείπεσθαι; διὰ τί δὲ καὶ Κέβητα καὶ Σιμίαν Θήβηθεν παραγίγνεσθαι; εὖ ἴσθι ὅτι ταῦτα οὐκ ἄνευ πολλῶν φίλτρων τε καὶ ἐπῳδῶν καὶ ἰύγγων ἐστί.

「それでは、頻繁にお越しください」と彼女は言った。するとソクラテスは、自分の閑暇をからかいながら言った。「いや、テオドテよ、私には暇を見つけることは容易ではないのだ。私的な仕事も公の仕事も多く、私を多忙にさせている。その上、私には女友達もいて、彼女たちは私から愛の妙薬や呪文を学ぼうとして、昼も夜も私を側から離そうとしないのだ」「ソクラテス様、あなた様はそうしたことまでもご存じなのですか」と彼女は言った。「では君は、ここにいるアポロドロスやアンティステネスが一度も私のもとを離れないのをなぜだと思うのか。またケベスやシミアスがはるばるテーバイからやって来るのをなぜだと思うのか。これらは多くの妙薬や呪文や恋の魔道具なしにはあり得ないと知るがよい」と彼は言った。

§3.11.18

χρῆσον τοίνυν μοι, ἔφη, τὴν ἴυγγα, ἵνα ἐπὶ σοὶ πρῶτον ἕλκω αὐτήν. ἀλλὰ μὰ Δίʼ, ἔφη, οὐκ αὐτὸς ἕλκεσθαι πρὸς σὲ βούλομαι, ἀλλὰ σὲ πρὸς ἐμὲ πορεύεσθαι. ἀλλὰ πορεύσομαι, ἔφη· μόνον ὑποδέχου. ἀλλʼ ὑποδέξομαί σε, ἔφη, ἂν μή τις φιλωτέρα σου ἔνδον ᾖ.

「ではその恋の魔道具をお貸しください。まずあなた様に対してそれを引いてみせましょう」と彼女は言った。「だがゼウスにかけて、私は自分が君のところへ引き寄せられたくはなく、君に私のもとへ赴いてほしいのだ」と彼は言った。「では伺いましょう。ただ迎え入れてくださいね」と彼女は言った。「ああ、君よりも親しい女性が家の中にいない限りは、君を迎え入れるとしよう」と彼は言った。

構文注4 件
  1. 3.11.10ἐν δὲ τούτῳ ψυχήν

    対格 ψυχήν は、前文の問い(ποῖα … δίκτυα ἔχω;)に応える直接目的語として、先行する ἓν μὲν … τὸ σῶμα とともに主動詞 ἔχεις(文脈上補われる)に支配されている。文法的には「第一に身体を(持ち)、この中に魂を(持っている)」という対比的並列の構造をなす。

  2. 3.11.10ὡς ἂν ἐμβλέπουσα χαρίζοιο καὶ ὅ τι ἂν λέγουσα εὐφραίνοις

    関係詞 ᾗ(ψυχήν を受ける)の節内にある καταμανθάνεις に後続する間接疑問節群の一部。ἄν + 希求法(χαρίζοιο, εὐφραίνοις)は潜在表現(「どのように見つめることで喜ばせうるか、何を語ることで楽しませうるか」)を間接疑問文中にそのまま保持した形である。

  3. 3.11.15τί οὖν οὐ σύ μοι, ἔφη, ὦ Σώκρατες, ἐγένου συνθηρατής

    τί οὖν οὐ + アオリスト直説法(ἐγένου)は、文字通りの過去の否定の問いではなく、「なぜ〜してくれないのですか」「ぜひ〜してください」という切迫した勧誘や促しを表すギリシア語の慣用表現である。

  4. 3.11.16ἐπισκώπτων τὴν αὑτοῦ ἀπραγμοσύνην

    ソクラテスが自らの「公務に関与しない閑暇(ἀπραγμοσύνη)」を自嘲気味にからかっている表現。直後に「私事も公事も多忙である」と述べる内容と真逆であり、自らを多忙な人物として仕立てるアイロニー(韜晦)の文脈を明示している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:3.11.9-3.11.18