← クセノポン

ソクラテスの思い出

§2.8.1-2.8.6

老後に備えた管財人の仕事の勧めとエウテロスへの助言

ソクラテスは財産を失い肉体労働で日銭を稼ぐエウテロスに対し、老後に備えて富裕者の管財人になることを勧める。他人に従属し咎められることを嫌うエウテロスに対し、ソクラテスは完全な無批判はあり得ないと諭し、分別ある主人を選んで自分の能力に見合った仕事を誠実に果たす生き方を説く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.8.1

ἄλλον δέ ποτε ἀρχαῖον ἑταῖρον διὰ χρόνου ἰδών, πόθεν, ἔφη, Εὔθηρε, φαίνῃ; ὑπὸ μὲν τὴν κατάλυσιν τοῦ πολέμου, ἔφη, ὦ Σώκρατες, ἐκ τῆς ἀποδημίας, νυνὶ μέντοι αὐτόθεν. ἐπειδὴ γὰρ ἀφῃρέθημεν τὰ ἐν τῇ ὑπερορίᾳ κτήματα, ἐν δὲ τῇ Ἀττικῇ ὁ πατήρ μοι οὐδὲν κατέλιπεν, ἀναγκάζομαι νῦν ἐπιδημήσας τῷ σώματι ἐργαζόμενος τὰ ἐπιτήδεια πορίζεσθαι. δοκεῖ δέ μοι τοῦτο κρεῖττον εἶναι ἢ δεῖσθαί τινος ἀνθρώπων, ἄλλως τε καὶ μηδὲν ἔχοντα ἐφʼ ὅτῳ ἂν δανειζοίμην.1 καὶ πόσον χρόνον οἴει σοι, ἔφη, τὸ σῶμα ἱκανὸν εἶναι μισθοῦ τὰ ἐπιτήδεια ἐργάζεσθαι; μὰ τὸν Δίʼ, ἔφη, οὐ πολὺν χρόνον. καὶ μήν, ἔφη, ὅταν γε πρεσβύτερος γένῃ, δῆλον ὅτι δαπάνης μὲν δεήσῃ, μισθὸν δὲ οὐδείς σοι θελήσει τῶν τοῦ σώματος ἔργων διδόναι.

またある時、旧友の一人を久しぶりに見かけて、ソクラテスは言った。「エウテロス、どこから姿を現したのかね」。「戦争が終わる頃に外地から帰国したのです、ソクラテス」と彼は言った。「しかし今はここ地元からです。というのも、私たちは海外にあった財産を奪われ、アッティカにも父は私に何も遺してくれませんでしたので、今は帰国して肉体労働をして生活の糧を工面することを余儀なくされているのです。それに、誰か人に無心するよりは、とりわけ担保にして借金できるようなものを何一つ持たない身としては、この方がましだと私には思えます」「では君は、自分の体が賃金目当てに生活の糧を稼ぎ出すのに、あとどれほどの期間耐えられると思っているのかね」とソクラテスは言った。「ゼウスにかけて、長くはありません」と彼は言った。「だが言うまでもなく」とソクラテスは言った。「君がもっと年をとった時には、生活費が必要になるのは明らかであるのに、肉体の労働に対して君に賃金を払おうとする者は誰もいなくなるだろう」

§2.8.3

ἀληθῆ λέγεις, ἔφη. οὐκοῦν, ἔφη, κρεῖττόν ἐστιν αὐτόθεν τοῖς τοιούτοις τῶν ἔργων ἐπιτίθεσθαι, ἃ καὶ πρεσβυτέρῳ γενομένῳ ἐπαρκέσει, καὶ προσελθόντα τῳ τῶν πλείω χρήματα κεκτημένων, τῷ δεομένῳ τοῦ συνεπιμελησομένου, ἔργων τε ἐπιστατοῦντα καὶ συγκομίζοντα τοὺς καρποὺς καὶ συμφυλάττοντα τὴν οὐσίαν, ὠφελοῦντα ἀντωφελεῖσθαι.2 χαλεπῶς ἄν, ἔφη, ἐγώ, ὦ Σώκρατες, δουλείαν ὑπομείναιμι. καὶ μὴν οἵ γε ἐν ταῖς πόλεσι προστατεύοντες καὶ τῶν δημοσίων ἐπιμελούμενοι οὐ δουλοπρεπέστεροι ἕνεκα τούτου, ἀλλʼ ἐλευθεριώτεροι νομίζονται. ὅλως, ἔφη, ὦ Σώκρατες, τὸ ὑπαίτιον εἶναί τινι οὐ πάνυ προσίεμαι. καὶ μήν, ἔφη, Εὔθηρε, οὐ πάνυ γε ῥᾴδιόν ἐστιν εὑρεῖν ἔργον ἐφʼ ᾧ οὐκ ἄν τις αἰτίαν ἔχοι. χαλεπὸν γὰρ οὕτω τι ποιῆσαι ὥστε μηδὲν ἁμαρτεῖν, χαλεπὸν δὲ καὶ ἀναμαρτήτως τι ποιήσαντα μὴ ἀγνώμονι κριτῇ περιτυχεῖν· ἐπεὶ καὶ οἷς νῦν ἐργάζεσθαι φῂς θαυμάζω εἰ ῥᾴδιόν ἐστιν3 ἀνέγκλητον διαγίγνεσθαι.

「あなたの仰る通りです」と彼は言った。「それならば」とソクラテスは言った。「直ちに、年をとってからも君を助け支えてくれるような仕事に取りかかり、より多くの財産を持つ者のうち、共同で管理してくれる人を求めている人のもとへ赴いて、作業を監督し、収穫を集め、財産を共同で見守って、相手の役に立つことで自分も報いを受ける方がましではないかね」「ソクラテスよ、私は隷属状態に耐えるのは耐えがたいことだと思います」と彼は言った。「しかし現に、国家において指導的立場に立ち公務を管理している者たちは、そのために奴隷のようだと見なされることはなく、むしろより自由な身分であると見なされているではないか」「要するに、ソクラテスよ、私は誰かの咎めを受ける立場になることを全く受け入れがたいのです」と彼は言った。「しかしだな、エウテロス」とソクラテスは言った。「非難を受けないで済むような仕事を見つけることは決して容易ではない。何事かを過ちなく成し遂げることは難しいし、過ちなく成し遂げたとしても、物分かりの悪い判定者に出くわさないでいることもまた難しい。そもそも、君が現在従事していると言う仕事においても、咎めを受けることなくやっていくことが容易であるかどうか、私には怪しいと思われるほどだ。

§2.8.6

χρὴ οὖν πειρᾶσθαι τοὺς φιλαιτίους φεύγειν καὶ τοὺς εὐγνώμονας διώκειν, καὶ τῶν πραγμάτων ὅσα μὲν δύνασαι ποιεῖν ὑπομένειν, ὅσα δὲ μὴ δύνασαι φυλάττεσθαι, ὅ τι δʼ ἂν πράττῃς, τούτου ὡς κάλλιστα καὶ προθυμότατα ἐπιμελεῖσθαι. οὕτω γὰρ ἥκιστʼ ἂν μέν σε οἶμαι ἐν αἰτίᾳ εἶναι, μάλιστα δὲ τῇ ἀπορίᾳ βοήθειαν εὑρεῖν, ῥᾷστα δὲ καὶ ἀκινδυνότατα ζῆν καὶ εἰς τὸ γῆρας διαρκέστατα.

したがって、粗探しが好きな者を避けて良識ある者を追い求め、仕事のうち自分がなしうることは引き受け、なしえないことは警戒して避け、そして行うことについては、それをできる限り立派に、また熱心に管理するよう努めるべきなのだ。そうすることによってこそ、私の思うに、君は最も咎めを受けることが少なく、生活の困窮に対する最大の助けを見出し、最も平穏かつ危険なく生き、そして老後に至るまで最も過不足なく暮らしていけるだろう」。

構文注3 件
  1. 2.8.1ἐφʼ ὅτῳ ἂν δανειζοίμην

    前置詞 ἐπί に関係代名詞 ὅτῳ(ᾧτινι の縮約形)が続き、「それを抵当・条件として」という担保の条件を表す。ἄν を伴う希求法 δανειζοίμην は潜在的意味(「借金できるような」)を示し、関係節全体で否定の不定代名詞 μηδέν を先行詞として修飾している。

  2. 2.8.3προσελθόντα τῳ τῶν πλείω χρήματα κεκτημένων, τῷ δεομένῳ τοῦ συνεπιμελησομένου, ἔργων τε ἐπιστατοῦντα καὶ συγκομίζοντα τοὺς καρποὺς καὶ συμφυλάττοντα τὴν οὐσίαν, ὠφελοῦντα ἀντωφελεῖσθαι

    非人称表現 κρεῖττόν ἐστιν に導かれる不定詞構文において、直前では与格(πρεσβυτέρῳ γενομένῳ)が用いられていたが、ここでは不定詞 ἀντωφελεῖσθαι の意味上の主語が一般的人称を表す対格(προσελθόντα ... ἐπιστατοῦντα ... ὠφελοῦντα)に切り替わっている。一連の対格分詞群はすべて不定詞 ἀντωφελεῖσθαι の意味上の主語を修飾し、一連の具体的行為とその結果を列挙している。

  3. 2.8.5ἐπεὶ καὶ οἷς νῦν ἐργάζεσθαι φῂς θαυμάζω εἰ ῥᾴδιόν ἐστιν

    οἷς は省略された中性複数の先行詞(ἐν/ἐπὶ)τούτοις(「君が現在従事していると言う仕事において」)が、ἐργάζεσθαι の目的語である中性複数の関係代名詞 ἅ を与格に引き寄せた吸引(attraction)である。θαυμάζω εἰ は「〜かどうか疑わしい、〜ではないかと怪しむ」という婉曲な懐疑を表す慣用構文。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:2.8.1-2.8.6