← クセノポン

ソクラテスの思い出

§1.6.1-1.6.8

アンティポンに対する質素と自足の生活の弁護

智者アンティポンがソクラテスの粗衣粗食と無報酬の生活を惨めさの極みと嘲笑したのに対し、ソクラテスは自足の生活がもたらす自由、鍛錬による頑健さ、そして高次の善への希望こそが真の喜びであることを説く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.6.1

ἄξιον δʼ αὐτοῦ καὶ ἃ πρὸς Ἀντιφῶντα τὸν σοφιστὴν διελέχθη μὴ παραλιπεῖν.1 ὁ γὰρ Ἀντιφῶν ποτε βουλόμενος τοὺς συνουσιαστὰς αὐτοῦ παρελέσθαι προσελθὼν τῷ Σωκράτει παρόντων αὐτῶν ἔλεξε τάδε·

また、ソクラテスがソフィストのアンティポンと交わした対話についても、見過ごさずに述べておく価値がある。というのもアンティポンはあるとき、ソクラテスの弟子たちを奪い去ろうと望み、弟子たちが同席している場においてソクラテスに近づき、次のように言ったからである。

§1.6.2

ὦ Σώκρατες, ἐγὼ μὲν ᾤμην τοὺς φιλοσοφοῦντας εὐδαιμονεστέρους χρῆναι γίγνεσθαι· σὺ δέ μοι δοκεῖς τἀναντία τῆς φιλοσοφίας ἀπολελαυκέναι.2 ζῇς γοῦν οὕτως ὡς οὐδʼ ἂν εἷς δοῦλος ὑπὸ δεσπότῃ διαιτώμενος μείνειε· σῖτά τε σιτῇ καὶ ποτὰ πίνεις τὰ φαυλότατα, καὶ ἱμάτιον ἠμφίεσαι οὐ μόνον φαῦλον, ἀλλὰ τὸ αὐτὸ θέρους τε καὶ χειμῶνος, ἀνυπόδητός τε καὶ ἀχίτων διατελεῖς.3

「ソクラテスよ、私は哲学をする者たちはより幸福にならねばならないと思っていました。しかしあなたは哲学からまったく逆の結果を享受しているように私には思われます。実際、あなたは、主人のもとでそのように暮らすなら奴隷が一人として留まらないような生き方をしています。最も粗末な食べ物を食べ、最も粗末な飲み物を飲み、まとっている外套もただ粗末であるだけでなく、夏も冬も同じ一枚であり、履物も履かず、下着も着けずに過ごしています。

§1.6.3

καὶ μὴν χρήματά γε οὐ λαμβάνεις, ἃ καὶ κτωμένους εὐφραίνει καὶ κεκτημένους ἐλευθεριώτερόν τε καὶ ἥδιον ποιεῖ ζῆν. εἰ οὖν ὥσπερ καὶ τῶν ἄλλων ἔργων οἱ διδάσκαλοι τοὺς μαθητὰς μιμητὰς ἑαυτῶν ἀποδεικνύουσιν, οὕτω καὶ σὺ τοὺς συνόντας διαθήσεις, νόμιζε κακοδαιμονίας διδάσκαλος εἶναι.

そのうえ、金銭を受け取ることもしません。金銭とは、手に入れるときにも人を喜ばせ、持っている者により自由でより楽しい暮らしをさせるものなのに。ですから、もし他の仕事の教師たちが弟子たちを自分自身の模倣者に仕立てるように、あなたも弟子たちをそのように導くのだとすれば、ご自身が惨めさの教師であるとお考えになるがよいでしょう」。

§1.6.4

καὶ ὁ Σωκράτης πρὸς ταῦτα εἶπε· δοκεῖς μοι, ὦ Ἀντιφῶν, ὑπειληφέναι με οὕτως ἀνιαρῶς ζῆν, ὥστε πέπεισμαι σὲ μᾶλλον ἀποθανεῖν ἂν ἑλέσθαι ἢ ζῆν ὥσπερ ἐγώ. ἴθι οὖν ἐπισκεψώμεθα τί χαλεπὸν ᾔσθησαι τοῦ ἐμοῦ βίου.

これに対してソクラテスは言った。「アンティポンよ、君は私がそれほど苦痛に満ちた生活を送っていると思い込んでいるようで、私のような生活をするくらいなら君はむしろ死を選ぶに違いないと私は確信しているほどだ。さあ、そこで私の生活の何が耐え難いと君が感じたのかを検討してみよう。

§1.6.5

πότερον ὅτι τοῖς μὲν λαμβάνουσιν ἀργύριον ἀναγκαῖόν ἐστιν ἀπεργάζεσθαι τοῦτο ἐφʼ ᾧ ἂν μισθὸν λάβωσιν, ἐμοὶ δὲ μὴ λαμβάνοντι οὐκ ἀνάγκη διαλέγεσθαι ᾧ ἂν μὴ βούλωμαι; ἢ τὴν δίαιτάν μου φαυλίζεις ὡς ἧττον μὲν ὑγιεινὰ ἐσθίοντος ἐμοῦ ἢ σοῦ, ἧττον δὲ ἰσχὺν παρέχοντα; ἢ ὡς χαλεπώτερα πορίσασθαι τὰ ἐμὰ διαιτήματα τῶν σῶν διὰ τὸ σπανιώτερά τε καὶ πολυτελέστερα εἶναι; ἢ ὡς ἡδίω σοι ἃ σὺ παρασκευάζῃ ὄντα ἢ ἐμοὶ ἃ ἐγώ; οὐκ οἶσθʼ ὅτι ὁ μὲν ἥδιστα ἐσθίων ἥκιστα ὄψου δεῖται, ὁ δὲ ἥδιστα πίνων ἥκιστα τοῦ μὴ παρόντος ἐπιθυμεῖ ποτοῦ;

金銭を受け取る者たちには、報酬をもらう対象となった仕事を果たす義務があるのに対し、受け取らない私には対話したくない相手と対話する義務がないからだろうか。それとも、私が君ほど健康によいものを食べておらず、またそれほど力を与えるものも食べていないとして、私の食生活を低劣だと見なしているのだろうか。それとも私の食事は君のものよりも稀少で贅沢であるために調達するのがより困難だからだろうか。あるいは君が用意するもののほうが君にとって、私が用意するものが私にとってよりも美味だからだろうか。最も美味しく食べる者はごちそうを最も必要とせず、最も美味しく飲む者は手元にない飲み物を最も欲しがらないということを君は知らないのか。

§1.6.6

τά γε μὴν ἱμάτια οἶσθʼ ὅτι οἱ μεταβαλλόμενοι ψύχους καὶ θάλπους ἕνεκα μεταβάλλονται, καὶ ὑποδήματα ὑποδοῦνται, ὅπως μὴ διὰ τὰ λυποῦντα τοὺς πόδας κωλύωνται πορεύεσθαι· ἤδη οὖν ποτε ᾔσθου ἐμὲ ἢ διὰ ψῦχος μᾶλλόν του ἔνδον μένοντα, ἢ διὰ θάλπος μαχόμενόν τῳ περὶ σκιᾶς, ἢ διὰ τὸ ἀλγεῖν τοὺς πόδας οὐ βαδίζοντα ὅπου ἂν βούλωμαι;

外套についても、着替える者たちは寒さや暑さのために着替えるのであり、履物を履くのは足に苦痛を与えるもののために歩行を妨げられないようにするためであることを君は知っているはずだ。では今までに、私が寒さのゆえに人よりも多く屋内に留まっていたり、暑さのゆえに誰かと日陰の奪い合いをしたり、あるいは足が痛むゆえに望む場所へ歩いて行かなかったりしたのを君は見かけたことがあるだろうか。

§1.6.7

οὐκ οἶσθʼ ὅτι οἱ φύσει ἀσθενέστατοι τῷ σώματι μελετήσαντες τῶν ἰσχυροτάτων ἀμελησάντων κρείττους τε γίγνονται πρὸς ἃ ἂν μελετῶσι καὶ ῥᾷον αὐτὰ φέρουσιν; ἐμὲ δὲ ἄρα οὐκ οἴει, τῷ σώματι ἀεὶ τὰ συντυγχάνοντα μελετῶντα καρτερεῖν, πάντα ῥᾷον φέρειν σοῦ μὴ μελετῶντος;

生まれつき身体が最も弱い者たちでも、鍛錬を積めば、鍛錬を怠った最も強健な者たちよりも、鍛錬した事柄において勝るようになり、それをより容易に耐えるようになることを君は知らないのか。それなら、身体において常に降りかかる事柄に耐え忍ぶよう鍛錬している私が、鍛錬していない君よりも、あらゆることをより容易に耐えるとは思わないのか。

§1.6.8

τοῦ δὲ μὴ δουλεύειν γαστρὶ μηδʼ ὕπνῳ καὶ λαγνείᾳ οἴει τι ἄλλο αἰτιώτερον εἶναι ἢ τὸ ἕτερα ἔχειν τούτων ἡδίω,4 ἃ οὐ μόνον ἐν χρείᾳ ὄντα εὐφραίνει, ἀλλὰ καὶ ἐλπίδας παρέχοντα ὠφελήσειν ἀεί; καὶ μὴν τοῦτό γε οἶσθα, ὅτι οἱ μὲν οἰόμενοι μηδὲν εὖ πράττειν οὐκ εὐφραίνονται, οἱ δὲ ἡγούμενοι καλῶς προχωρεῖν ἑαυτοῖς ἢ γεωργίαν ἢ ναυκληρίαν ἢ ἄλλʼ ὅ τι ἂν τυγχάνωσιν ἐργαζόμενοι ὡς εὖ πράττοντες εὐφραίνονται.

食欲や睡眠や好色に隷属しないことについて、これらよりも甘美な別のもの、すなわち使用中において喜ばせるだけでなく、常に益をもたらすという希望をも与えてくれるようなものを持つこと以上に有力な原因があると思うだろうか。そして現に君もこのことは知っているはずだ。すなわち、何一つ成功していないと思っている者たちは喜ばないが、農業であれ海運であれ、あるいはたまたま従事している他の何であれ、自分の仕事がうまく進んでいると考えている者たちは、順調にいっている者として喜ぶのだということを」。

構文注4 件
  1. 1.6.1ἄξιον δʼ αὐτοῦ καὶ ἃ πρὸς Ἀντιφῶντα τὸν σοφιστὴν διελέχθη μὴ παραλιπεῖν

    文頭の属格 αὐτοῦ は、非人称構文 ἄξιόν ἐστι(〜に値する)が要求する行為者/対象の属格、あるいは関係代名詞 ἃ の意味上の先行詞・補足的属格(「彼に関することとして」)として読める。続く μὴ παραλιπεῖν(省かないこと)が主語的不定詞をなし、関係節 ἃ ... διελέχθη は不定詞の目的語となっている。

  2. 1.6.2τἀναντία τῆς φιλοσοφίας ἀπολελαυκέναι

    動詞 ἀπολαύω は通常「(利益・恩恵を)享受する」意味で属格を支配するが、ここでは中性複数対格 τἀναντία(τὰ ἐναντία)が結果・内面目的語となり、属格 τῆς φιλοσοφίας は出所・原因(「哲学から」)を表している。哲学本来の恩恵である幸福とは正反対の惨めさを得ているという反語的皮肉。

  3. 1.6.2ἀνυπόδητός τε καὶ ἀχίτων διατελεῖς

    動詞 διατελέω は通常分詞を伴って「〜し続ける」を表すが、ここでは形容詞 ἀνυπόδητος(素足の)および ἀχίτων(下着・トゥニカを身につけていない)が補語(述語的形容詞)として直接結びつき、状態の持続を表している(ὤν の省略)。

  4. 1.6.8τοῦ δὲ μὴ δουλεύειν γαστρὶ μηδʼ ὕπνῳ καὶ λαγνείᾳ οἴει τι ἄλλο αἰτιώτερον εἶναι ἢ τὸ ἕτερα ἔχειν τούτων ἡδίω

    冠詞付き不定詞 τοῦ μὴ δουλεύειν は比較級形容詞 αἰτιώτερον が要求する「原因の属格」(あるいは支配格)であり、「〜しないことの原因となるもの」を意味する。文の骨格は「οἴει τι ἄλλο αἰτιώτερον εἶναι τοῦ μὴ δουλεύειν ... ἢ τὸ ἔχειν ...」(〜すること以上に〜しないことの原因となるものがあると思うか)という比較構文である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:1.6.1-1.6.8