← クセノポン

ソクラテスの思い出

§1.2.22-1.2.30

節制の修練と両者の離反後の堕落

著者は節制の維持には継続的鍛錬が不可欠であると論じ、クリティアスとアルキビアデスの堕落はソクラテスから離れた後の環境と自惚れに起因し、ソクラテス自身は二人を節制させ過ちを強く戒めていたと弁護する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.2.22

ὁρῶ δὲ καὶ τοὺς εἰς φιλοποσίαν προαχθέντας καὶ τοὺς εἰς ἔρωτας ἐγκυλισθέντας ἧττον δυναμένους τῶν τε δεόντων ἐπιμελεῖσθαι καὶ τῶν μὴ δεόντων ἀπέχεσθαι. πολλοὶ γὰρ καὶ χρημάτων δυνάμενοι φείδεσθαι, πρὶν ἐρᾶν, ἐρασθέντες οὐκέτι δύνανται· καὶ τὰ χρήματα καταναλώσαντες, ὧν πρόσθεν ἀπείχοντο κερδῶν, αἰσχρὰ νομίζοντες εἶναι, τούτων1 οὐκ ἀπέχονται.

私はまた、酒飲みに引き入れられた者たちや、情欲に溺れた者たちが、なすべきことに配慮することも、なすべからざることを控えることも、いっそうできなくなるのを見ている。実際、多くの者は恋に落ちる前には財産を惜しむことができても、恋に落ちてしまうと最早それができなくなる。そして財産を使い尽くしたあとでは、以前は恥ずべきことと見なして控えていた利得からも、もはや控えることがない。

§1.2.23

πῶς οὖν οὐκ ἐνδέχεται σωφρονήσαντα πρόσθεν αὖθις μὴ σωφρονεῖν καὶ δίκαια δυνηθέντα πράττειν αὖθις ἀδυνατεῖν; πάντα μὲν οὖν ἔμοιγε δοκεῖ τὰ καλὰ καὶ τἀγαθὰ ἀσκητὰ εἶναι, οὐχ ἥκιστα δὲ σωφροσύνη. ἐν γὰρ τῷ αὐτῷ σώματι συμπεφυτευμέναι τῇ ψυχῇ αἱ ἡδοναὶ πείθουσιν αὐτὴν μὴ σωφρονεῖν, ἀλλὰ τὴν ταχίστην ἑαυταῖς τε καὶ τῷ σώματι χαρίζεσθαι.

では、以前は節制していた者が再び節制しなくなったり、正しいことを行い得た者が再びできなくなったりすることが、どうしてあり得ないだろうか。私には、およそ立派で善い事柄はすべて鍛錬されるべきものであると思われるが、節制はとりわけそうである。なぜなら、魂と同じ肉体に植えつけられた快楽が、魂を説き伏せて節制させず、一刻も早く快楽自身と肉体とに奉仕させようとするからである。

§1.2.24

καὶ Κριτίας δὴ καὶ Ἀλκιβιάδης, ἕως μὲν Σωκράτει συνήστην, ἐδυνάσθην ἐκείνῳ χρωμένω συμμάχῳ τῶν μὴ καλῶν ἐπιθυμιῶν κρατεῖν· ἐκείνου δʼ ἀπαλλαγέντε, Κριτίας μὲν φυγὼν εἰς Θετταλίαν ἐκεῖ συνῆν ἀνθρώποις ἀνομίᾳ μᾶλλον ἢ δικαιοσύνῃ χρωμένοις, Ἀλκιβιάδης δʼ αὖ διὰ μὲν κάλλος ὑπὸ πολλῶν καὶ σεμνῶν γυναικῶν θηρώμενος, διὰ δύναμιν δὲ τὴν ἐν τῇ πόλει καὶ τοῖς συμμάχοις ὑπὸ πολλῶν καὶ δυνατῶν ἀνθρώπων διαθρυπτόμενος, ὑπὸ δὲ τοῦ δήμου τιμώμενος καὶ ῥᾳδίως πρωτεύων, ὥσπερ οἱ τῶν γυμνικῶν ἀγώνων ἀθληταὶ ῥᾳδίως πρωτεύοντες ἀμελοῦσι τῆς ἀσκήσεως, οὕτω κἀκεῖνος ἠμέλησεν αὑτοῦ.

クリティアスとアルキビアデスもまさに、ソクラテスと一緒にいた間は、彼を味方とすることによって美しからぬ欲望を制することができていた。しかし彼から離れると、クリティアスはテッサリアに逃亡して、そこでは正義よりも無法を用いる者たちと交わり、他方のアルキビアデスは、その美貌のゆえに多くの高貴な女性たちから言い寄られ、また都市や同盟諸国における権力のゆえに多くの有力な者たちによって甘やかされ、さらに民衆から尊ばれて容易に第一人者となったので、あたかも体育競技の選手たちが容易に第一人者になると鍛錬を怠るように、彼もまた自分自身の配慮を怠ったのである。

§1.2.25

τοιούτων δὲ συμβάντων αὐτοῖν, καὶ ὠγκωμένω μὲν ἐπὶ γένει, ἐπηρμένω δʼ ἐπὶ πλούτῳ, πεφυσημένω δʼ ἐπὶ δυνάμει, διατεθρυμμένω δὲ ὑπὸ πολλῶν ἀνθρώπων, ἐπὶ δὲ πᾶσι τούτοις διεφθαρμένω καὶ πολὺν χρόνον ἀπὸ Σωκράτους γεγονότε, τί θαυμαστὸν εἰ ὑπερηφάνω ἐγενέσθην;

彼ら二人にこのようなことが起こり、家柄を鼻にかけ、富に気勢を上げ、権力に思い上がり、多くの人々によって甘やかされ、これらすべての上に腐敗させられて、ソクラテスから離れて長い時が経っていたとすれば、彼らが高慢になったとしても何の不思議があろうか。

§1.2.26

εἶτα, εἰ μέν τι ἐπλημμελησάτην, τούτου Σωκράτην ὁ κατήγορος αἰτιᾶται; ὅτι δὲ νέω ὄντε αὐτώ, ἡνίκα καὶ ἀγνωμονεστάτω καὶ ἀκρατεστάτω εἰκὸς εἶναι, Σωκράτης παρέσχε σώφρονε, οὐδενὸς ἐπαίνου δοκεῖ τῷ κατηγόρῳ ἄξιος εἶναι; οὐ μὴν τά γε ἄλλα οὕτω κρίνεται.

それなのに、もし彼ら二人が何らかの過ちを犯したとして、告発者はこのことでソクラテスを咎めるのだろうか。彼ら二人が若く、最も分別を欠き最も自制を欠きやすかった頃に、ソクラテスが二人を節制ある者にしたことについては、告発者にとっては何の賞賛にも値しないと思われるのだろうか。だが、他の事柄においては決してそのようには判断されない。

§1.2.27

τίς μὲν γὰρ αὐλητής, τίς δὲ κιθαριστής, τίς δὲ ἄλλος διδάσκαλος ἱκανοὺς ποιήσας τοὺς μαθητάς, ἐὰν πρὸς ἄλλους ἐλθόντες χείρους φανῶσιν, αἰτίαν ἔχει τούτου; τίς δὲ πατήρ, ἐὰν ὁ παῖς αὐτοῦ συνδιατρίβων τῳ σωφρονῇ, ὕστερον δὲ ἄλλῳ τῳ συγγενόμενος πονηρὸς γένηται, τὸν πρόσθεν αἰτιᾶται, ἀλλʼ οὐχ ὅσῳ ἂν παρὰ τῷ ὑστέρῳ χείρων φαίνηται, τοσούτῳ μᾶλλον ἐπαινεῖ τὸν πρότερον; ἀλλʼ οἵ γε πατέρες αὐτοὶ συνόντες τοῖς υἱέσι, τῶν παίδων πλημμελούντων, οὐκ αἰτίαν ἔχουσιν, ἐὰν αὐτοὶ σωφρονῶσιν.

実際、笛吹きにせよ、竪琴奏者にせよ、他のいかなる教師にせよ、弟子たちを有能にしたのち、その弟子たちが他の者たちのところへ行って以前より劣るようになったとして、誰がその教師をとがめ立てするだろうか。また、どのような父親が、自分の息子がある人と交わっている間は節制しており、のちに他の人と付き合って悪くなった場合、前の人を咎めるだろうか。むしろ、後の人のもとで劣った者に見えれば見えるほど、それだけ前の人を賞賛するのではないだろうか。それどころか、父親たち自身も息子たちと一緒にいて、子どもたちが過ちを犯す場合でも、父親たち自身が節制しているならば、咎めを受けることはない。

§1.2.28

οὕτω δὲ καὶ Σωκράτην δίκαιον ἦν κρίνειν· εἰ μὲν αὐτὸς ἐποίει τι φαῦλον, εἰκότως ἂν ἐδόκει πονηρὸς εἶναι· εἰ δʼ αὐτὸς σωφρονῶν διετέλει, πῶς ἂν δικαίως τῆς οὐκ ἐνούσης αὐτῷ κακίας αἰτίαν ἔχοι;

ソクラテスをもそのように判断するのが正当であった。もし彼自身が何か下劣なことを行っていたとすれば、彼が悪人であると思われるのももっともである。しかし、彼自身が節制し続けていたとすれば、彼に内在しない悪徳の責めをどうして正当に負わされ得ようか。

§1.2.29

ἀλλʼ εἰ καὶ μηδὲν αὐτὸς πονηρὸν ποιῶν ἐκείνους φαῦλα πράττοντας ὁρῶν ἐπῄνει, δικαίως ἂν ἐπιτιμῷτο. Κριτίαν μὲν τοίνυν αἰσθανόμενος ἐρῶντα Εὐθυδήμου καὶ πειρῶντα χρῆσθαι, καθάπερ οἱ πρὸς τἀφροδίσια τῶν σωμάτων ἀπολαύοντες, ἀπέτρεπε φάσκων ἀνελεύθερόν τε εἶναι καὶ οὐ πρέπον ἀνδρὶ καλῷ κἀγαθῷ τὸν ἐρώμενον, ᾧ βούλεται πολλοῦ ἄξιος φαίνεσθαι, προσαιτεῖν2 ὥσπερ τοὺς πτωχοὺς ἱκετεύοντα καὶ δεόμενον προσδοῦναι, καὶ ταῦτα μηδενὸς ἀγαθοῦ.3

しかし、たとえ彼自身は何も悪いことを行わなかったとしても、あの者たちが下劣なことを行うのを見て賞賛していたのであれば、正当に非難されることになろう。そこで、クリティアスがエウテュデモスに恋をし、肉体的な快楽を享受する者たちのように彼を利用しようと試みているのに気づいたソクラテスは、彼を制止して言った。すなわち、愛される者――その者の前に自分が大いに価値ある者として現れたいと欲している相手――に対して、物乞いたちのように哀願し懇願して施しを乞うこと、それも何ら善いものの見返りなしに求めることは、卑屈であり、立派で善い男子にふさわしくない、と。

§1.2.30

τοῦ δὲ Κριτίου τοῖς τοιούτοις οὐχ ὑπακούοντος οὐδὲ ἀποτρεπομένου, λέγεται τὸν Σωκράτην ἄλλων τε πολλῶν παρόντων καὶ τοῦ Εὐθυδήμου εἰπεῖν ὅτι ὑικὸν αὐτῷ δοκοίη πάσχειν ὁ Κριτίας, ἐπιθυμῶν Εὐθυδήμῳ προσκνῆσθαι ὥσπερ τὰ ὕδια τοῖς λίθοις.

しかしクリティアスがそのような言葉に聞き従わず、思いとどまりもしなかったので、ソクラテスは、多くの他の人々やエウテュデモス自身が居合わせる前で、クリティアスは子豚が石に身をこすりつけるようにエウテュデモスに身をこすりつけることを欲しており、豚のような衝動を経験しているように自分には思われる、と言ったと伝えられている。

構文注3 件
  1. 1.2.22ὧν πρόσθεν ἀπείχοντο κερδῶν, αἰσχρὰ νομίζοντες εἶναι, τούτων

    先行詞 κερδῶν が関係節内に繰り込まれ、関係代名詞 ὧν の格(ἀπείχοντο が支配する属格)に牽引されている(antecedent incorporation)。主節では指示代名詞 τούτων がその先行詞を受け、ἀπέχονται の目的語(属格)となっている。

  2. 1.2.29τὸν ἐρώμενον, ᾧ βούλεται πολλοῦ ἄξιος φαίνεσθαι, προσαιτεῖν

    不定詞 προσαιτεῖν は「請い求める」という意味で人を対格に取り、τὸν ἐρώμενον がその直接目的語である。関係節 ᾧ βούλεται πολλοῦ ἄξιος φαίνεσθαι(彼にとって価値ある者に見えたいと望む相手)が τὸν ἐρώμενον を修飾し、その後に続く ἱκετεύοντα καὶ δεόμενον προσδοῦναι は主語(この場合は τὸν ἐρῶντα に相当する文脈上の主語)の様態を表す分詞である。

  3. 1.2.29καὶ ταῦτα μηδενὸς ἀγαθοῦ

    慣用句 καὶ ταῦτα は「しかも・それも」を意味し、直前の内容に限定や強調を付加する。続く μηδενὸς ἀγαθοῦ は対価・交換の属格(genitive of price/exchange)であり、「何ら善いものを(見返りとして)与えることもなしに」という条件を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:1.2.22-1.2.30