- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:7.2.1-7.2.7
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者は小都市フリウスが同盟軍の包囲と欠乏に耐え、レウクトラ敗戦後もスパルタへの忠義を尽くしたことを称賛し、アルゴス軍への奇襲勝利や亡命者によるアクロポリス夜襲の撃退劇を語り始める。
οὕτω δὲ τούτων προκεχωρηκότων, καὶ τῶν τε Ἀργείων ἐπιτετειχικότων τῷ Φλειοῦντι τὸ ὑπὲρ τοῦ Ἡραίου Τρικάρανον, καὶ τῶν Σικυωνίων ἐπὶ τοῖς ὁρίοις αὐτῶν τειχιζόντων τὴν Θυαμίαν, μάλα ἐπιέζοντο οἱ Φλειάσιοι καὶ ἐσπάνιζον τῶν ἐπιτηδείων· ὅμως δὲ διεκαρτέρουν ἐν τῇ συμμαχίᾳ. ἀλλὰ γὰρ τῶν μὲν μεγάλων πόλεων, εἴ τι καλὸν ἔπραξαν, ἅπαντες οἱ συγγραφεῖς μέμνηνται· ἐμοὶ δὲ δοκεῖ, καὶ εἴ τις μικρὰ πόλις οὖσα πολλὰ καὶ καλὰ ἔργα διαπέπρακται, ἔτι μᾶλλον ἄξιον εἶναι ἀποφαίνειν.1
事態がこのように進展し、アルゴス人たちがヘライオンの上のトリカラノンをフリウスに対する前線要塞として築き、またシキュオン人たちがその国境沿いにテュアミアを要塞化するに及んで、フリウス人たちはひどく圧迫され、生活必需品にも事欠くようになった。それにもかかわらず、彼らは同盟を固守し続けた。しかし実際、大都市についてなら、何か立派なことを成し遂げれば歴史家はこぞって記録するものであるが、私としては、小さな都市であっても多くの輝かしい業績を成し遂げたならば、それを公にすることはいっそう価値があると思われる。
Φλειάσιοι τοίνυν φίλοι μὲν ἐγένοντο Λακεδαιμονίοις, ὅτʼ ἐκεῖνοι μέγιστοι ἦσαν· σφαλέντων δʼ αὐτῶν ἐν τῇ ἐν Λεύκτροις μάχῃ, καὶ ἀποστάντων μὲν πολλῶν περιοίκων, ἀποστάντων δὲ πάντων τῶν Εἱλώτων, ἔτι δὲ τῶν συμμάχων πλὴν πάνυ ὀλίγων, ἐπιστρατευόντων δʼ αὐτοῖς ὡς εἰπεῖν πάντων τῶν Ἑλλήνων, πιστοὶ διέμειναν, καὶ ἔχοντες πολεμίους τοὺς δυνατωτάτους τῶν ἐν Πελοποννήσῳ Ἀρκάδας καὶ Ἀργείους ὅμως ἐβοήθησαν αὐτοῖς, καὶ διαβαίνειν τελευταῖοι λαχόντες εἰς Πρασιὰς τῶν συμβοηθησάντων,2 ἦσαν δʼ οὗτοι Κορίνθιοι, Ἐπιδαύριοι, Τροιζήνιοι, Ἑρμιονεῖς, Ἁλιεῖς, Σικυώνιοι καὶ Πελληνεῖς· οὐ γάρ πω τότε ἀφέστασαν—ἀλλʼ οὐδʼ ἐπεὶ ὁ ξεναγὸς τοὺς προδιαβεβῶτας λαβὼν ἀπολιπὼν αὐτοὺς ᾤχετο, οὐδʼ ὣς ἀπεστράφησαν, ἀλλʼ ἡγεμόνα μισθωσάμενοι ἐκ Πρασιῶν, ὄντων τῶν πολεμίων περὶ Ἀμύκλας, ὅπως ἐδύναντο διαδύντες εἰς Σπάρτην ἀφίκοντο. καὶ μὴν οἱ Λακεδαιμόνιοι ἄλλως τε ἐτίμων αὐτοὺς καὶ βοῦν ξένια ἔπεμψαν.
そもそもフリウス人は、ラケダイモン人が絶頂にあった時代に彼らの友邦となった。しかしレウクトラの戦いでラケダイモン人が敗れ、多くのペリオイコイが離反し、すべてのヘイロータイが離反し、さらにごく少数を除く同盟諸国までもが離反し、いわば全ギリシア人が彼らへ攻め寄せた時にも、忠誠を保ち続けた。そしてペロポネソスで最強の勢力であるアルカディア人やアルゴス人を敵に回しながらも、なお彼らを救援したのである。救援に駆けつけた諸勢力――それらはコリントス人、エピダウロス人、トロイゼン人、ヘルミオネ人、ハリエイス人、シキュオン人、ペレネ人であったが、というのも彼らは当時はまだ離反していなかったからである――の中で、フリウス人はくじによってプラシアイへ渡航するのが最後となった。しかし、案内役の指揮官(クセナゴス)が先に渡った者たちを連れて彼らを置き去りにして去ってしまった時にも、決して引き返すことはなく、プラシアイから道案内を雇い、敵がアミュクライ周辺にいる中で、可能な限り間道を抜けてスパルタに到着した。そして実にラケダイモン人たちは、他の点でも彼らを厚遇し、とりわけ客礼の証として牛を贈ったのである。
ἐπεὶ δʼ ἀναχωρησάντων τῶν πολεμίων ἐκ τῆς Λακεδαίμονος οἱ Ἀργεῖοι ὀργιζόμενοι τῇ τῶν Φλειασίων περὶ τοὺς Λακεδαιμονίους προθυμίᾳ ἐνέβαλον πανδημεὶ εἰς τὸν Φλειοῦντα καὶ τὴν χώραν αὐτῶν ἐδῄουν, οὐδʼ ὣς ὑφίεντο, ἀλλὰ καὶ ἐπεὶ ἀπεχώρουν φθείραντες ὅσα ἐδύναντο, ἐπεξελθόντες οἱ τῶν Φλειασίων ἱππεῖς ἐπηκολούθουν αὐτοῖς, καὶ ὀπισθοφυλακούντων τοῖς Ἀργείοις τῶν ἱππέων ἁπάντων καὶ λόχων τῶν μετʼ αὐτοὺς τεταγμένων, ἐπιθέμενοι τούτοις ἑξήκοντα ὄντες ἐτρέψαντο πάντας τοὺς ὀπισθοφύλακας· καὶ ἀπέκτειναν μὲν ὀλίγους αὐτῶν, τροπαῖον μέντοι ἐστήσαντο ὁρώντων τῶν Ἀργείων οὐδὲν διαφέρον ἢ εἰ πάντας ἀπεκτόνεσαν αὐτούς.3
また、敵がラケダイモンから撤退したのち、アルゴス人たちがラケダイモン人に対するフリウス人の熱意に憤激し、全軍を挙げてフリウスへ侵入しその領土を荒らし回った時にも、彼らは決して屈服しなかった。それどころか、敵が荒らせるだけのものを破壊して退却するや、フリウス人の騎兵が出撃して彼らを追撃した。そしてアルゴス軍の騎兵全員とその直後に整列した部隊が殿軍を務めていたにもかかわらず、フリウス軍はわずか六十騎でこれらに襲いかかり、殿軍全員を敗走させたのである。討ち取った敵兵は少数にすぎなかったが、アルゴス軍の見ている前で、彼ら全員を討ち倒したのと何ら変わらない堂々たる戦勝記念碑(トロパイオン)を建てた。
αὖθις δὲ Λακεδαιμόνιοι μὲν καὶ οἱ σύμμαχοι ἐφρούρουν τὸ Ὄνειον, Θηβαῖοι δὲ προσῇσαν ὡς ὑπερβησόμενοι. πορευομένων δὲ διὰ Νεμέας τῶν Ἀρκάδων καὶ Ἠλείων, ὅπως συμμείξαιεν τοῖς Θηβαίοις, προσήνεγκαν μὲν λόγον τῶν Φλειασίων φυγάδες ὡς εἰ ἐθελήσειαν ἐπιφανῆναι μόνον σφίσι, λάβοιεν ἂν Φλειοῦντα· ἐπεὶ δὲ ταῦτα συνωμολογήθη, τῆς νυκτὸς ὑπεκαθίζοντο ὑπʼ αὐτῷ τῷ τείχει κλίμακας ἔχοντες οἵ τε φυγάδες καὶ ἄλλοι μετʼ αὐτῶν ὡς ἑξακόσιοι. ἐπεὶ δὲ οἱ μὲν σκοποὶ ἐσήμαινον ἀπὸ τοῦ Τρικαράνου ὡς πολεμίων ἐπιόντων, ἡ δὲ πόλις πρὸς τούτους τὸν νοῦν εἶχεν, ἐν δὴ τούτῳ οἱ προδιδόντες ἐσήμαινον τοῖς ὑποκαθημένοις ἀναβαίνειν.
その後、ラケダイモン人とその同盟軍がオネイオン山を警備し、テーバイ軍がこれを越えようと進軍してきた時のことである。アルカディア人とエリス人がテーバイ軍と合流すべくネメアを通って行軍していた折、フリウスの亡命者たちが、自分たちのために姿を見せてさえくれればフリウスを奪取できるだろうと持ちかけた。この提案が合意されると、亡命者たちと彼らに加わった他の者たち約六百人が、夜間に梯子を携えて城壁の真下に潜伏した。見張りたちがトリカラノンから敵が攻めて来ると合図を送り、都市の全注意がそちらに向けられていたまさにその時、内通者たちが潜伏していた者たちに登るよう合図した。
οἱ δʼ ἀναβάντες καὶ λαβόντες τῶν φρουρῶν τὰ ὅπλα ἔρημα, ἐδίωκον τοὺς ἡμεροφύλακας ὄντας δέκα· ἀφʼ ἑκάστης δὲ τῆς πεμπάδος εἷς ἡμεροφύλαξ κατελείπετο·4 καὶ ἕνα μὲν ἔτι καθεύδοντα ἀπέκτειναν, ἄλλον δὲ καταφυγόντα πρὸς τὸ Ἥραιον. φυγῇ δʼ ἐξαλλομένων κατὰ τοῦ τείχους τοῦ εἰς τὸ ἄστυ ὁρῶντος τῶν ἡμεροφυλάκων, ἀναμφισβητήτως εἶχον οἱ ἀναβάντες τὴν ἀκρόπολιν.
登りきった者たちは、守備兵の、見張りのない武器を奪い、十人いた昼の番兵たちを追跡した。五人隊ごとに一人の番兵が残されていたのである。彼らは一人をまだ眠っているうちに殺害し、もう一人をヘライオンに逃げ込んだところで討ち取った。昼の番兵たちが市街へ面した城壁から飛び降りて逃走したため、登りきった者たちが争う余地なくアクロポリスを占領した。
ἐπεὶ δὲ κραυγῆς εἰς τὴν πόλιν ἀφικομένης ἐβοήθουν οἱ πολῖται, τὸ μὲν πρῶτον ἐπεξελθόντες ἐκ τῆς ἀκροπόλεως οἱ πολέμιοι ἐμάχοντο ἐν τῷ πρόσθεν τῶν εἰς τὴν πόλιν φερουσῶν πυλῶν· ἔπειτα πολιορκούμενοι ὑπὸ τῶν προσβοηθούντων ἐχώρουν πάλιν πρὸς τὴν ἀκρόπολιν· οἱ δὲ πολῖται συνεισπίπτουσιν αὐτοῖς. τὸ μὲν οὖν μέσον τῆς ἀκροπόλεως εὐθὺς ἔρημον ἐγένετο· ἐπὶ δὲ τὸ τεῖχος καὶ τοὺς πύργους ἀναβάντες οἱ πολέμιοι ἔπαιον καὶ ἔβαλλον τοὺς ἔνδον· οἱ δὲ χαμόθεν ἠμύνοντο καὶ κατὰ τὰς ἐπὶ τὸ τεῖχος φερούσας κλίμακας προσεμάχοντο.
しかし、叫び声が市街に届いて市民たちが救援に駆けつけると、敵はまずアクロポリスから討って出て、市街へと通じる門の前で戦った。やがて駆けつける市民たちに包囲され、再びアクロポリスへと後退した。すると市民たちも彼らと共になだれ込んだ。そのためアクロポリスの中央は直ちに空所となった。城壁や塔に登った敵兵は城内にいる市民たちを打ち据え、射撃を加えたが、市民たちは地上から応戦し、城壁へと通じる階段に沿って攻めかかった。
- 7.2.1ἐμοὶ δὲ δοκεῖ, καὶ εἴ τις μικρὰ πόλις οὖσα πολλὰ καὶ καλὰ ἔργα διαπέπρακται, ἔτι μᾶλλον ἄξιον εἶναι ἀποφαίνειν
δοκεῖ に続く間接話法で、不定詞 ἄξιον εἶναι の主語(意味上の主語)は明確な名詞句としては示されず、「そのような業績を(あるいはそのような都市を)世に示すこと」という動名詞的行為、あるいは ταῦτα / ταύτην が文脈から想定される非人称的不定詞構文である。条件節 εἴ τις... διαπέπρακται において τις は πόλις と結びついて「たとえある都市が小都市でありながら…」を意味する。
- 7.2.2διαβαίνειν τελευταῖοι λαχόντες εἰς Πρασιὰς τῶν συμβοηθησάντων
τελευταῖοι λαχόντες は「くじを引いて最後となった」の意で、動詞 λαγχάνω が不定詞 διαβαίνειν を補語として取っている(διαβαίνειν ἔλαχον で「渡航する番に当たった」)。属格 τῶν συμβοηθησάντων は全体属格(partitive genitive)で、τελευταῖοι に係る。
- 7.2.4οὐδὲν διαφέρον ἢ εἰ πάντας ἀπεκτόνεσαν αὐτούς
中性現在分詞 οὐδὲν διαφέρον は絶対対格(accusative absolute)の非人称表現で、「(あたかも…と)何ら異なるところなく」という副詞句的意味を担う。接続詞 ἢ εἰ は「あたかも…であるかのように」と比較の条件節を導く。
- 7.2.6ἀφʼ ἑκάστης δὲ τῆς πεμπάδος εἷς ἡμεροφύλαξ κατελείπετο
前置詞句 ἀφʼ ἑκάστης... τῆς πεμπάδος は配分(distributive)を表し、「5人からなる各分隊から」の意。全体で10名の番兵(ἡμεροφύλακες ὄντες δέκα)がいたことから、守備隊は5人編成の班(あるいは5交代制)が10組あり、各班から1名ずつ計10名が昼番として残されていた軍事組織体制を示している。
