← クセノポン

ギリシア史

§7.1.19-7.1.25

テーバイ軍の撤退とリュコメーデースの台頭

コリントス近郊での小競り合いとシュラクサイからの援軍の活躍により同盟軍は息を吹き返し、テーバイ軍は撤退する。その後、リュコメーデースの煽動によってアルカディア人が自立的な誇りを高め、各地の戦線で独自の軍功を重ねていく。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§7.1.19

ἐκβοηθήσαντες δέ τινες ψιλοὶ ἐκ τῆς πόλεως ἀπαντῶσι τῶν Θηβαίων τοῖς ἐπιλέκτοις οὐδὲ τέτταρα πλέθρα ἀπέχουσι τοῦ τείχους· καὶ ἀναβάντες ἐπὶ τὰ μνήματα καὶ τὰ ὑπερέχοντα χωρία, βάλλοντες καὶ ἀκοντίζοντες ἀποκτείνουσι τῶν πρώτων καὶ μάλα συχνούς, καὶ τρεψάμενοι ἐδίωκον ὡς τρία ἢ τέτταρα στάδια. τούτου δὲ γενομένου οἱ Κορίνθιοι τοὺς νεκροὺς πρὸς τὸ τεῖχος ἑλκύσαντες καὶ ὑποσπόνδους ἀποδόντες τροπαῖον ἔστησαν. καὶ ταύτῃ μὲν ἀνεψύχθησαν οἱ τῶν Λακεδαιμονίων σύμμαχοι.

しかし、都市から救援に出た何人かの軽装兵たちが、城壁から四プレトロンも離れていないところでテーバイ人の精鋭部隊に出くわした。そして彼らは墓碑や高台の場所に登り、投石や槍の投擲を行って、敵の先頭の兵たちを極めて多数討ち取り、敗走させて三ないし四スタディオン追撃した。このことが起こると、コリントス人たちは死体を城壁の近くへ引き寄せ、休戦協定を結んで遺体を引き渡したうえで戦勝記念碑を建てた。こうしてラケダイモンの同盟者たちは一息つくことができた。

§7.1.20

ἅμα τε δὴ πεπραγμένων τούτων καταπλεῖ Λακεδαιμονίοις ἡ παρὰ Διονυσίου βοήθεια, τριήρεις πλέον ἢ εἴκοσιν· ἦγον δὲ Κελτούς τε καὶ Ἴβηρας καὶ ἱππέας ὡς πεντήκοντα. τῇ δʼ ὑστεραίᾳ οἱ Θηβαῖοί τε καὶ οἱ ἄλλοι αὐτῶν σύμμαχοι διαταξάμενοι καὶ ἐμπλήσαντες τὸ πεδίον μέχρι τῆς θαλάττης καὶ μέχρι τῶν ἐχομένων τῆς πόλεως γηλόφων ἔφθειρον εἴ τι χρήσιμον ἦν ἐν τῷ πεδίῳ. καὶ οἱ μὲν τῶν Ἀθηναίων καὶ οἱ τῶν Κορινθίων ἱππεῖς οὐ μάλα ἐπλησίαζον τῷ στρατεύματι, ὁρῶντες ἰσχυρὰ καὶ πολλὰ τἀντίπαλα·

これらが行われたのとちょうど時を同じくして、ディオニュシオスからの救援部隊が二十隻以上の三段櫂船でラケダイモン人たちのもとに寄港した。これらはケルト人やイベリア人、そして約五十名の騎兵を乗せていた。翌日、テーバイ人たちとその同盟者たちは陣を整え、海に至るまで、また都市に隣接する丘陵に至るまで平野を埋め尽くし、平野の中に有用なものがあれば何であれ破壊した。アテナイ人の騎兵やコリントス人の騎兵は、敵軍が強力かつ多数であるのを見て、それほど接近しようとはしなかった。

§7.1.21

οἱ δὲ παρὰ τοῦ Διονυσίου ἱππεῖς, ὅσοιπερ ἦσαν, οὗτοι διεσκεδασμένοι ἄλλος ἄλλῃ παραθέοντες ἠκόντιζόν τε προσελαύνοντες, καὶ ἐπεὶ ὥρμων ἐπʼ αὐτούς, ἀνεχώρουν, καὶ πάλιν ἀναστρέφοντες ἠκόντιζον. καὶ ταῦτα ἅμα ποιοῦντες κατέβαινον ἀπὸ τῶν ἵππων καὶ ἀνεπαύοντο. εἰ δὲ καταβεβηκόσιν ἐπελαύνοιέν τινες, εὐπετῶς ἀναπηδῶντες ἀνεχώρουν. εἰ δʼ αὖ τινες διώξειαν αὐτοὺς πολὺ ἀπὸ τοῦ στρατεύματος, τούτους, ὁπότε ἀποχωροῖεν, ἐπικείμενοι καὶ ἀκοντίζοντες δεινὰ εἰργάζοντο, καὶ πᾶν τὸ στράτευμα ἠνάγκαζον ἑαυτῶν ἕνεκα καὶ προϊέναι καὶ ἀναχωρεῖν.

しかし、ディオニュシオスの側からの騎兵たちは、わずかな人数であったにもかかわらず、方々に散開して疾走しながら突撃しては槍を投げ、敵が向かってくると退却し、再び向きを変えて槍を投げるのであった。そして彼らはこれを続けながら、馬から降りて休息を取った。もし下馬している彼らに誰かが突撃してくれば、いとも容易に飛び乗って退却した。また逆に、敵の誰かが彼らを軍勢から遠く離れたところまで追撃してくれば、その者たちが撤退するときに襲いかかって槍を浴びせ、恐るべき損害を与え、敵軍全体を自分たちの動きに合わせて前進させたり後退させたりすることを余儀なくさせた。

§7.1.22

μετὰ ταῦτα μέντοι οἱ Θηβαῖοι μείναντες οὐ πολλὰς ἡμέρας ἀπῆλθον οἴκαδε, καὶ οἱ ἄλλοι δὲ ἕκαστος οἴκαδε. ἐκ δὲ τούτου ἐμβάλλουσιν οἱ παρὰ Διονυσίου εἰς Σικυῶνα, καὶ μάχῃ μὲν νικῶσι τοὺς Σικυωνίους ἐν τῷ πεδίῳ, καὶ ἀπέκτειναν περὶ ἑβδομήκοντα· δέρας δὲ τεῖχος κατὰ κράτος αἱροῦσι. καὶ ἡ μὲν παρὰ Διονυσίου πρώτη βοήθεια ταῦτα πράξασα ἀπέπλευσεν εἰς Συρακούσας. Θηβαῖοι δὲ καὶ πάντες οἱ ἀποστάντες ἀπὸ Λακεδαιμονίων μέχρι μὲν τούτου τοῦ χρόνου ὁμοθυμαδὸν καὶ ἔπραττον καὶ ἐστρατεύοντο ἡγουμένων Θηβαίων.

その後、テーバイ人たちは多くない日数を滞在しただけで帰国し、他の者たちもそれぞれ帰国した。この後、ディオニュシオス麾下の部隊はシキュオーンへ侵入し、平野での戦闘でシキュオーン軍を破って約七十名を討ち取り、デラスの砦を強襲して奪取した。そしてディオニュシオスからの最初の救援部隊は、これらの戦果を挙げてシュラクサイへと出帆した。テーバイ人たちとラケダイモンから離脱したすべての者たちは、この時期まではテーバイ人の指揮のもとで一致結束して行動し、出陣していた。

§7.1.23

ἐγγενόμενος δέ τις Λυκομήδης Μαντινεύς, γένει τε οὐδενὸς ἐνδεὴς χρήμασί τε προήκων καὶ ἄλλως φιλότιμος, οὗτος ἐνέπλησε φρονήματος τοὺς Ἀρκάδας, λέγων ὡς μόνοις μὲν αὐτοῖς πατρὶς Πελοπόννησος εἴη, μόνοι γὰρ αὐτόχθονες ἐν αὐτῇ οἰκοῖεν, πλεῖστον δὲ τῶν Ἑλληνικῶν φύλων τὸ Ἀρκαδικὸν εἴη καὶ σώματα ἐγκρατέστατα ἔχοι. καὶ ἀλκιμωτάτους δὲ αὐτοὺς ἀπεδείκνυε, τεκμήρια παρεχόμενος ὡς ἐπικούρων ὁπότε δεηθεῖέν τινες, οὐδένας ᾑροῦντο ἀντʼ Ἀρκάδων. ἔτι δὲ οὔτε Λακεδαιμονίους πώποτε ἄνευ σφῶν ἐμβαλεῖν εἰς τὰς Ἀθήνας οὔτε νῦν Θηβαίους ἐλθεῖν ἄνευ Ἀρκάδων εἰς Λακεδαίμονα.

しかし、マンティネイア人リュコメーデースという男が現れた。彼は家柄において誰にも劣らず、財産においても傑出し、他の点でも野心に満ちた人物であったが、彼がアルカディア人たちに誇りを吹き込み、ペロポネソスは彼らだけにとっての祖国であり、彼らのみがその地の先住民として住んでいること、またアルカディア人はギリシアの諸部族のなかで最も人口が多く、最も強健な肉体を有していることを説いた。さらに彼は、誰かが援軍を必要としたときにアルカディア人以外の者を決して選ばなかったことを証拠として挙げ、彼らが最も武勇に優れていることを示した。そのうえ、これまでラケダイモン人たちがアルカディア人なしでアテナイに侵入したこともなく、いまテーバイ人たちがアルカディア人なしでラケダイモンに来たこともないと主張した。

§7.1.24

ἐὰν οὖν σωφρονῆτε, τοῦ ἀκολουθεῖν ὅποι ἄν τις παρακαλῇ φείσεσθε·1 ὡς πρότερόν τε Λακεδαιμονίοις ἀκολουθοῦντες ἐκείνους ηὐξήσατε, νῦν δὲ ἂν Θηβαίοις εἰκῇ ἀκολουθῆτε καὶ μὴ κατὰ μέρος ἡγεῖσθαι ἀξιῶτε, ἴσως τάχα τούτους ἄλλους Λακεδαιμονίους εὑρήσετε. οἱ μὲν δὴ Ἀρκάδες ταῦτα ἀκούσαντες ἀνεφυσῶντό τε καὶ ὑπερεφίλουν τὸν Λυκομήδην καὶ μόνον ἄνδρα ἡγοῦντο· ὥστε ἄρχοντας ἔταττον οὕστινας ἐκεῖνος κελεύοι. καὶ ἐκ τῶν συμβαινόντων δὲ ἔργων ἐμεγαλύνοντο οἱ Ἀρκάδες·

「それゆえ、もし諸君に分別があるならば、誰かが呼び集めるところへどこへでも従軍することは控えるべきです。かつて諸君がラケダイモン人に従うことで彼らを強大にしたように、いまテーバイ人に無分別に従い、交代で指揮を執ることを要求しないならば、諸君はおそらく彼らをもうひとつのラケダイモン人として見出すことになるでしょう」。アルカディア人たちはこれを聞いて慢心し、リュコメーデースをこの上なく愛慕して、彼こそが唯一無二の男であると考えた。その結果、彼らは彼が命じる者を誰でも指揮官に任命した。そして実際に起こった事績からも、アルカディア人たちは誇りを高めていった。

§7.1.25

ἐμβαλόντων μὲν γὰρ εἰς Ἐπίδαυρον τῶν Ἀργείων, καὶ ἀποκλεισθέντων τῆς ἐξόδου ὑπό τε τῶν μετὰ Χαβρίου ξένων καὶ Ἀθηναίων καὶ Κορινθίων, βοηθήσαντες μάλα πολιορκουμένους ἐξελύσαντο τοὺς Ἀργείους,2 οὐ μόνον τοῖς ἀνδράσιν, ἀλλὰ καὶ τοῖς χωρίοις πολεμίοις χρώμενοι·3 στρατευσάμενοι δὲ καὶ εἰς Ἀσίνην τῆς Λακαίνης ἐνίκησάν τε τὴν τῶν Λακεδαιμονίων φρουρὰν καὶ τὸν Γεράνορα τὸν Σπαρτιάτην πολέμαρχον γεγενημένον ἀπέκτειναν καὶ τὸ προάστιον τῶν Ἀσιναίων ἐπόρθησαν. ὅπου δὲ βουληθεῖεν ἐξελθεῖν, οὐ νύξ, οὐ χειμών, οὐ μῆκος ὁδοῦ, οὐκ ὄρη δύσβατα ἀπεκώλυεν αὐτούς· ὥστε ἔν γε ἐκείνῳ τῷ χρόνῳ πολὺ ᾤοντο κράτιστοι εἶναι.

というのも、アルゴス人たちがエピダウロスに侵入した際、カブリアス麾下の傭兵たち、アテナイ人、コリントス人によって退路を断たれると、アルカディア人たちは救援に向かい、激しく包囲されていたアルゴス人たちを救い出したからである。彼らは敵兵だけでなく、険阻な地形までも敵に回しながら戦った。さらに彼らはラコニアのアシネーへと出陣し、ラケダイモン人の守備隊を破り、スパルタ人で軍司令官となっていたゲラノールを討ち取り、アシネーの郊外を略奪した。彼らがどこへ出撃しようと欲しても、夜も、冬も、道の長さも、険しい山々も彼らを阻むことはできなかった。こうして、少なくとも当時の彼らは、自分たちこそがはるかに最強であると考えていたのである。

構文注3 件
  1. 7.1.24τοῦ ἀκολουθεῖν ὅποι ἄν τις παρακαλῇ φείσεσθε

    動詞 φείδομαι は「控える、惜しむ」の意味で属格を支配する。ここでは定冠詞付き不定詞 τοῦ ἀκολουθεῖν が目的語(属格)となっており、「〜へ従うことを控える/自重する」の意。ὅποι ἄν τις παρακαλῇ は不定関係節(接続法 παρακαλῇ+ἄν)で不定詞 ἀκολουθεῖν の方向補語。

  2. 7.1.25ἐμβαλόντων μὲν γὰρ εἰς Ἐπίδαυρον τῶν Ἀργείων, καὶ ἀποκλεισθέντων τῆς ἐξόδου ... ἐξελύσαντο τοὺς Ἀργείους

    独立属格構文(ἐμβαλόντων ... τῶν Ἀργείων, καὶ ἀποκλεισθέντων...)の主語である τῶν Ἀργείων が、主節の他動詞 ἐξελύσαντο の直接目的語(τοὺς Ἀργείους)として反復されている。文法的に厳密な独立属格の規則(主節の要素と一致しない)から外れた意味上の呼応(constructio ad sensum)であり、背景状況を時間的・原因的に先立たせて提示する修辞的語順。

  3. 7.1.25οὐ μόνον τοῖς ἀνδράσιν, ἀλλὰ καὶ τοῖς χωρίοις πολεμίοις χρώμενοι

    動詞 χράομαι が支配する与格(τοῖς ἀνδράσιν, τοῖς χωρίοις)に、形容詞 πολεμίοις が述語的に添えられている構文。「敵兵だけでなく地形をも敵(敵対的なもの)として扱いながら/敵に回しながら」の意。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:7.1.19-7.1.25