- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:6.2.1-6.2.9
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アテナイは財政難からスパルタと講和を結ぶが、ティモテオスがザキュントスの亡命者を帰還させたことで講和は破綻し、スパルタはムナシッポスを派遣してケルキュラを包囲する。陸海から遮断されたケルキュラ人はアテナイに使節を送り救援を嘆願する。
οἱ μὲν γὰρ Λακεδαιμόνιοι καὶ οἱ σύμμαχοι συνελέγοντο εἰς τοὺς Φωκέας, οἱ δὲ Θηβαῖοι ἀναχωρήσαντες εἰς τὴν ἑαυτῶν ἐφύλαττον τὰς εἰσβολάς. οἱ δʼ Ἀθηναῖοι, αὐξανομένους μὲν ὁρῶντες διὰ σφᾶς τοὺς Θηβαίους, χρήματά τε οὐ συμβαλλομένους εἰς τὸ ναυτικόν, αὐτοὶ δὲ ἀποκναιόμενοι καὶ χρημάτων εἰσφοραῖς καὶ λῃστείαις ἐξ Αἰγίνης καὶ φυλακαῖς τῆς χώρας, ἐπεθύμησαν παύσασθαι τοῦ πολέμου, καὶ πέμψαντες πρέσβεις εἰς Λακεδαίμονα εἰρήνην ἐποιήσαντο.
というのも、ラケダイモン人とその同盟者たちはポーキスへと集結しつつあり、他方、テーバイ人たちは自国へ撤退して侵入路を警備していたからである。しかしアテナイ人たちは、自分たちのおかげでテーバイ人が強大化しているにもかかわらず海軍に資金を拠出しないのを見る一方、自らは戦時特別税の課税、アイギナ島からの略奪、国土の警備によって疲弊しきっていたため、戦争をやめたいと望み、ラケダイモンに使節を派遣して講和を結んだ。
εὐθὺς δʼ ἐκεῖθεν δύο τῶν πρέσβεων πλεύσαντες κατὰ δόγμα τῆς πόλεως εἶπον τῷ Τιμοθέῳ ἀποπλεῖν οἴκαδε ὡς εἰρήνης οὔσης· ὁ δʼ ἅμα ἀποπλέων τοὺς τῶν Ζακυνθίων φυγάδας ἀπεβίβασεν εἰς τὴν χώραν αὐτῶν.
直ちにその地から、使節のうち二人が市の決議に従って船を出し、講和が成立したのだから帰航するようにとティモテオスに伝えた。だが彼は帰航の途上、ザキュントス人の亡命者たちを彼らの国土へと上陸させた。
ἐπεὶ δὲ οἱ ἐκ τῆς πόλεως Ζακύνθιοι πέμψαντες πρὸς τοὺς Λακεδαιμονίους ἔλεγον οἷα πεπονθότες εἶεν ὑπὸ τοῦ Τιμοθέου, εὐθὺς οἱ Λακεδαιμόνιοι ἀδικεῖν τε ἡγοῦντο τοὺς Ἀθηναίους καὶ ναυτικὸν πάλιν κατεσκεύαζον καὶ συνετάττοντο εἰς ἑξήκοντα ναῦς ἀπʼ αὐτῆς τε τῆς Λακεδαίμονος καὶ Κορίνθου καὶ Λευκάδος καὶ Ἀμβρακίας καὶ Ἤλιδος καὶ Ζακύνθου καὶ Ἀχαΐας καὶ Ἐπιδαύρου καὶ Τροιζῆνος καὶ Ἑρμιόνος καὶ Ἁλιῶν.
すると市側のザキュントス人たちがラケダイモン人へ使者を送り、ティモテオスから受けた仕打ちを告げたため、ラケダイモン人たちは直ちにアテナイ人が不正を働いたとみなし、再び海軍を編成して、ラケダイモン本土、コリントス、レウカス、アムブラキア、エリス、ザキュントス、アカイア、エピダウロス、トロイゼン、ヘルミオネ、ハリエイスから計六十隻の船隊を整えた。
ἐπιστήσαντες δὲ ναύαρχον Μνάσιππον ἐκέλευον τῶν τε ἄλλων ἐπιμελεῖσθαι τῶν κατʼ ἐκείνην τὴν θάλατταν καὶ στρατεύειν ἐπὶ Κέρκυραν. ἔπεμψαν δὲ καὶ πρὸς Διονύσιον διδάσκοντες ὡς καὶ ἐκείνῳ χρήσιμον εἴη τὴν Κέρκυραν μὴ ὑπʼ Ἀθηναίοις εἶναι.
彼らはムナシッポスを海軍司令官(ナウアルコス)に任じ、あの海域一帯の事務を管掌するとともに、ケルキュラへと出兵するよう命じた。またディオニュシオスのもとへも使者を送り、ケルキュラがアテナイ人の配下にないことは彼にとっても有益であると説いた。
καὶ ὁ μὲν δὴ Μνάσιππος, ἐπεὶ συνελέγη αὐτῷ τὸ ναυτικόν, ἔπλευσεν εἰς τὴν Κέρκυραν· εἶχε δὲ καὶ μισθοφόρους σὺν τοῖς ἐκ Λακεδαίμονος μετʼ αὐτοῦ στρατευομένοις οὐκ ἐλάττους χιλίων καὶ πεντακοσίων.
そしてムナシッポスは海軍が自らのもとに集結すると、ケルキュラへと出航した。彼はラケダイモンから従軍した者たちとともに、千五百人を下らない傭兵をも率いていた。
ἐπεὶ δὲ ἀπέβη, ἐκράτει τε τῆς γῆς καὶ ἐδῄου ἐξειργασμένην μὲν παγκάλως καὶ πεφυτευμένην τὴν χώραν, μεγαλοπρεπεῖς δὲ οἰκήσεις καὶ οἰνῶνας κατεσκευασμένους ἐπὶ τῶν ἀγρῶν· ὥστʼ ἔφασαν τοὺς στρατιώτας εἰς τοῦτο τρυφῆς ἐλθεῖν ὥστʼ οὐκ ἐθέλειν πίνειν, εἰ μὴ ἀνθοσμίας εἴη. καὶ ἀνδράποδα δὲ καὶ βοσκήματα πάμπολλα ἡλίσκετο ἐκ τῶν ἀγρῶν.
上陸すると、彼は国土を制圧し、きわめて見事に耕作・植栽された田野、そして農村に建造された壮麗な屋敷や酒蔵を略奪した。その結果、兵士たちは芳香のある美酒(アントスミアス)でなければ飲む気もしないというほどの贅沢にふけるようになったと言われた。また極めて多くの奴隷や家畜が田野から捕獲された。
ἔπειτα δὲ κατεστρατοπεδεύσατο τῷ μὲν πεζῷ ἐπὶ λόφῳ ἀπέχοντι τῆς πόλεως ὡς πέντε στάδια, πρὸ τῆς χώρας ὄντι, ὅπως ἀποτέμνοιτο ἐντεῦθεν, εἴ τις ἐπὶ τὴν χώραν τῶν Κερκυραίων ἐξίοι· τὸ δὲ ναυτικὸν εἰς τἀπὶ θάτερα τῆς πόλεως κατεστρατοπέδευσεν, ἔνθεν ᾤετʼ ἂν τὰ προσπλέοντα καὶ προαισθάνεσθαι καὶ διακωλύειν.1 πρὸς δὲ τούτοις καὶ ἐπὶ τῷ λιμένι, ὁπότε μὴ χειμὼν κωλύοι, ἐφώρμει.
次いで彼は、歩兵部隊を市から五スタディオンほど離れた国土の前面にある丘に宿営させ、ケルキュラ人の誰かが田野へ出撃してくればそこから遮断できるようにした。一方、海軍は市の反対側に宿営させ、そこから接近してくる船をあらかじめ察知し妨害できると考えた。さらにこれらに加え、悪天候に阻まれないときには港の前でも碇泊して封鎖した。
ἐπολιόρκει μὲν δὴ οὕτω τὴν πόλιν. ἐπεὶ δὲ οἱ Κερκυραῖοι ἐκ μὲν τῆς γῆς οὐδὲν ἐλάμβανον διὰ τὸ κρατεῖσθαι κατὰ γῆν, κατὰ θάλατταν δὲ οὐδὲν εἰσήγετο αὐτοῖς διὰ τὸ ναυκρατεῖσθαι, ἐν πολλῇ ἀπορίᾳ ἦσαν·
彼はこのようにして市を包囲した。ケルキュラ人たちは陸を制圧されているために陸からは何も得られず、海上を制覇されているために海からも何も搬入されず、深刻な窮乏に陥った。
καὶ πέμποντες πρὸς τοὺς Ἀθηναίους βοηθεῖν τε ἐδέοντο καὶ ἐδίδασκον ὡς μέγα μὲν ἀγαθὸν ἀποβάλοιεν ἄν, εἰ Κερκύρας στερηθεῖεν, τοῖς δὲ πολεμίοις μεγάλην ἂν ἰσχὺν προσβάλοιεν· ἐξ οὐδεμιᾶς γὰρ πόλεως πλήν γε Ἀθηνῶν οὔτε ναῦς οὔτε χρήματα πλείω ἂν γενέσθαι. ἔτι δὲ κεῖσθαι τὴν Κέρκυραν ἐν καλῷ μὲν τοῦ Κορινθιακοῦ κόλπου2 καὶ τῶν πόλεων αἳ ἐπὶ τοῦτον καθήκουσιν, ἐν καλῷ δὲ τοῦ τὴν Λακωνικὴν χώραν βλάπτειν, ἐν καλλίστῳ δὲ τῆς τε ἀντιπέρας Ἠπείρου καὶ τοῦ εἰς Πελοπόννησον ἀπὸ Σικελίας παράπλου.
そこで彼らはアテナイ人へ使節を送り、救援を求めるとともに、ケルキュラを奪われればいかに大きな利点(メガ・アガトン)を失い、敵に対していかに強大な力を与えることになるかを説いた。アテナイを除けば、いかなる都市からもこれ以上の船や資金が生じることはないからである。さらに、ケルキュラはコリントス湾やそこに面する諸都市に対して好位置にあり、ラコニア地方を攻撃するのにも好位置であり、対岸のエペイロスやシケリアからペロポネソスへの航路に対しても最善の位置にあると説いた。
- 6.2.7ἔνθεν ᾤετʼ ἂν τὰ προσπλέοντα καὶ προαισθάνεσθαι καὶ διακωλύειν
小辞 ἄν は思考を表す動詞 ᾤετο の直後に前置されているが、統語的には後続の二つの不定詞 προαισθάνεσθαι および διακωλύειν に係り、潜在の希求法(ἂν προαισθάνοιτο καὶ διακωλύοι 等)の代入として機能している。主節動詞の直後に ἄν が前置される語順転倒(hyperbaton)の典型例。
- 6.2.9ἐν καλῷ μὲν τοῦ Κορινθιακοῦ κόλπου
成句 ἐν καλῷ εἶναι(〜にとって都合のよい位置にある)に、基準・関係を表す属格(関係の属格)が後続している。続く ἐν καλῷ δὲ τοῦ...(目的・関係を表す冠詞付き不定詞の属格)および ἐν καλλίστῳ δὲ τῆς τε... と並列し、ケルキュラの地政学的優位性を対句的に列挙している。
