← クセノポン

ギリシア史

§5.2.14-5.2.21

アカンボスの訴えとスパルタの対オリンュトス出兵議決

アカンボス使節クレイゲネスは、同盟を拒めば屈服せざるを得ないこと、オリンュトスが資源と領土を拡大しアテナイやテーバイと同盟を結ぼうとしている危機的状況を訴え、連合が固まる前の早期介入を促す。これを受け、スパルタと同盟国は一万人規模の遠征軍派遣および資金代納の規定を議決する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5.2.14

ἡμεῖς δέ, ὦ ἄνδρες Λακεδαιμόνιοι, βουλόμεθα μὲν τοῖς πατρίοις νόμοις χρῆσθαι καὶ αὐτοπολῖται εἶναι· εἰ μέντοι μὴ βοηθήσει τις, ἀνάγκη καὶ ἡμῖν μετʼ ἐκείνων γίγνεσθαι. καίτοι νῦν γʼ ἤδη αὐτοῖς εἰσὶν ὁπλῖται μὲν οὐκ ἐλάττους ὀκτακοσίων, πελτασταὶ δὲ πολὺ πλείους ἢ τοσοῦτοι· ἱππεῖς γε μέντοι, ἐὰν καὶ ἡμεῖς μετʼ αὐτῶν γενώμεθα, ἔσονται πλείους ἢ χίλιοι.

「そしてラケダイモン人の方々、私たちは祖先の法を用い、独立した市民であり続けたいと望んでおります。しかし、もし誰も救援してくれないのであれば、私たちも彼らの側につくほかありません。しかも現時点でさえ、彼らの重装歩兵は八百人以上、軽装歩兵はそれをはるかに上回り、さらに騎兵は、もし私たちも彼らに合流するなら千騎を超えることになるでしょう。

§5.2.15

κατελίπομεν δὲ καὶ Ἀθηναίων καὶ Βοιωτῶν πρέσβεις ἤδη αὐτόθι. ἠκούομεν δὲ ὡς καὶ αὐτοῖς Ὀλυνθίοις ἐψηφισμένον εἴη συμπέμπειν πρέσβεις εἰς ταύτας τὰς πόλεις περὶ συμμαχίας. καίτοι εἰ τοσαύτη δύναμις προσγενήσεται τῇ τε Ἀθηναίων καὶ Θηβαίων ἰσχύι, ὁρᾶτε, ἔφη, ὅπως μὴ οὐκέτι εὐμεταχείριστα ἔσται ἐκεῖνα ὑμῖν.1 ἐπεὶ δὲ καὶ Ποτείδαιαν ἔχουσιν ἐπὶ τῷ ἰσθμῷ τῆς Παλλήνης οὖσαν, νομίζετε καὶ τὰς ἐντὸς ταύτης πόλεις ὑπηκόους ἔσεσθαι αὐτῶν. τεκμήριον δʼ ἔτι ἔστω ὑμῖν καὶ τοῦτο ὅτι ἰσχυρῶς αὗται αἱ πόλεις πεφόβηνται· μάλιστα γὰρ μισοῦσαι τοὺς Ὀλυνθίους ὅμως οὐκ ἐτόλμησαν μεθʼ ἡμῶν πρεσβείας πέμπειν διδαξούσας ταῦτα.

また私たちは、アテナイ人やボイオティア人の使節がすでに現地にいるのを残してきました。さらに、オリュントス人自身の側でも、同盟を結ぶためにそれらの都市へ使節を共同で送ることが議決されたと耳にしました。それにしても、もしこれほどの戦力がアテナイ人やテーバイ人の軍事力に付加されるならば、それらの事態が皆様にとって最早容易に制御できなくなる恐れがないか、よくご注意ください」と彼は述べた。「さらに彼らは、パレネ半島の地峡に位置するポテイダイアをも押さえておりますので、この半島の内側にある諸都市も彼らの臣民となるとお考えください。そして、これらの都市が極度の恐怖を抱いているという点について、皆様は次のことも証拠となさるべきです。すなわち、彼らはオリュントス人を最も激しく憎んでいながらも、このことを皆様に説明するために私たちとともに使節を送る勇気がなかったのです。

§5.2.16

ἐννοήσατε δὲ καὶ τόδε, πῶς εἰκὸς ὑμᾶς τῆς μὲν Βοιωτίας ἐπιμεληθῆναι ὅπως μὴ καθʼ ἓν εἴη, πολὺ δὲ μείζονος ἁθροιζομένης δυνάμεως ἀμελῆσαι,2 καὶ ταύτης οὐ κατὰ γῆν μόνον, ἀλλὰ καὶ κατὰ θάλατταν ἰσχυρᾶς γιγνομένης. τί γὰρ δὴ καὶ ἐμποδών, ὅπου ξύλα μὲν ναυπηγήσιμα ἐν αὐτῇ τῇ χώρᾳ ἐστί, χρημάτων δὲ πρόσοδοι ἐκ πολλῶν μὲν λιμένων, ἐκ πολλῶν δʼ ἐμπορίων, πολυανθρωπία γε μὴν διὰ τὴν πολυσιτίαν ὑπάρχει;

また、皆様がボイオティアに対しては一つにまとまることのないよう心を配りながら、それよりはるかに大きな戦力が結集しつつあることを等閑に付すなどということが、どうして道理にかなっているか、この点をもお考えください。しかもその戦力は陸上だけでなく、海上においても強力になりつつあるのです。というのも、造船用の木材がその地域自体にあり、多くの港や多くの交易地から資金の収入があり、さらに豊かな食糧生産によって人口の多さも備わっているとなれば、一体何が妨げとなり得ましょうか。

§5.2.17

ἀλλὰ μὴν καὶ γείτονές γʼ εἰσὶν αὐτοῖς Θρᾷκες οἱ ἀβασίλευτοι, οἳ θεραπεύουσι μὲν καὶ νῦν ἤδη τοὺς Ὀλυνθίους· εἰ δὲ ὑπʼ ἐκείνοις ἔσονται, πολλὴ καὶ αὕτη δύναμις προσγένοιτʼ ἂν αὐτοῖς. τούτων γε μὴν ἀκολουθούντων καὶ τὰ ἐν τῷ Παγγαίῳ χρύσεια χεῖρα ἂν αὐτοῖς ἤδη ὀρέγοι. καὶ τούτων ἡμεῖς οὐδὲν λέγομεν ὅ τι οὐ καὶ ἐν τῷ τῶν Ὀλυνθίων δήμῳ μυριόλεκτόν ἐστι.

そればかりか、彼らに隣接して王を戴かないトラキア人たちがおり、彼らは現時点でさえオリュントス人に媚びへつらっております。もし彼らがその支配下に入れば、これもまた大きな戦力として彼らに加わることになるでしょう。さらに彼らが従うとなれば、パンガイオンの金鉱山さえも、今や彼らに手を差し伸べることになりましょう。そして私たちが申し上げているこれらの一切は、オリュントスの民会においても幾度となく口にされていることなのです。

§5.2.18

τό γε μὴν φρόνημα αὐτῶν τί ἄν τις λέγοι; καὶ γὰρ ὁ θεὸς ἴσως ἐποίησεν ἅμα τῷ δύνασθαι καὶ τὰ φρονήματα αὔξεσθαι τῶν ἀνθρώπων. ἡμεῖς μὲν οὖν, ὦ ἄνδρες Λακεδαιμόνιοί τε καὶ σύμμαχοι, ἐξαγγέλλομεν ὅτι οὕτω τἀκεῖ ἔχει· ὑμεῖς δὲ βουλεύεσθε, εἰ δοκεῖ ἄξια ἐπιμελείας εἶναι. δεῖ γε μὴν ὑμᾶς καὶ τόδε εἰδέναι, ὡς ἣν εἰρήκαμεν δύναμιν μεγάλην οὖσαν, οὔπω δυσπάλαιστός ἐστιν.3 αἱ γὰρ ἄκουσαι τῶν πόλεων τῆς πολιτείας κοινωνοῦσαι, αὗται, ἄν τι ἴδωσιν ἀντίπαλον, ταχὺ ἀποστήσονται·

彼らの誇り高き気概に至っては、誰が言い尽くせましょうか。というのも、神はおそらく、力とともに人間の気概も増大するように定めたからです。ですから、ラケダイモン人ならびに同盟者の方々、私たちは現地の情勢がこのようであるとお伝えいたします。それが配慮に値するものと思われるかどうかは、皆様自身でご評議ください。しかし皆様は、私たちが強大であると申し上げた戦力も、まだ組み伏せるのが困難なわけではない、という点も知っておく必要があります。なぜなら、不本意ながらも国家共同体に参加している諸都市は、もし何らかの対抗勢力を目にするならば、たちまち離反するからです。

§5.2.19

εἰ μέντοι συγκλεισθήσονται ταῖς τε ἐπιγαμίαις καὶ ἐγκτήσεσι παρʼ ἀλλήλοις, ἃς ἐψηφισμένοι εἰσί, καὶ γνώσονται ὅτι μετὰ τῶν κρατούντων ἕπεσθαι κερδαλέον ἐστίν, ὥσπερ Ἀρκάδες, ὅταν μεθʼ ὑμῶν ἴωσι, τά τε αὑτῶν σῴζουσι καὶ τὰ ἀλλότρια ἁρπάζουσιν, ἴσως οὐκέθʼ ὁμοίως εὔλυτα ἔσται.

しかし、もし彼らが議決している相互の通婚権や財産取得権によって縛り合わされ、支配者の側に追従することが有益であると悟るならば――ちょうどアルカディア人たちが皆様とともに出陣する際、自分たちの財産を守りつつ他人の財産を略奪するようなものです――おそらく、最早同じようには容易に解体できなくなるでしょう」。

§5.2.20

λεχθέντων δὲ τούτων ἐδίδοσαν οἱ Λακεδαιμόνιοι τοῖς συμμάχοις λόγον καὶ ἐκέλευον συμβουλεύειν ὅ τι γιγνώσκει τις ἄριστον τῇ Πελοποννήσῳ τε καὶ τοῖς συμμάχοις. ἐκ τούτου μέντοι πολλοὶ μὲν συνηγόρευον στρατιὰν ποιεῖν, μάλιστα δὲ οἱ βουλόμενοι χαρίζεσθαι τοῖς Λακεδαιμονίοις, καὶ ἔδοξε πέμπειν τὸ εἰς τοὺς μυρίους σύνταγμα4 ἑκάστην πόλιν.

これらのことが語られると、ラケダイモン人は同盟諸国に発言の機会を与え、ペロポネソスと同盟者たちにとって最善と各人が考えるところを助言するよう命じた。これを受けて多くの者、とりわけラケダイモン人に諂おうとする者たちが出兵を支持し、各都市が一万人の軍に向けた割当部隊を派遣することが決議された。

§5.2.21

λόγοι δὲ ἐγένοντο ἀργύριόν τε ἀντʼ ἀνδρῶν ἐξεῖναι διδόναι τῇ βουλομένῃ τῶν πόλεων, τριώβολον Αἰγιναῖον κατὰ ἄνδρα, ἱππέας τε εἴ τις παρέχοι, ἀντὶ τεττάρων ὁπλιτῶν τὸν μισθὸν τῷ ἱππεῖ δίδοσθαι·

また、望む都市には兵員の代わりに資金を提供することを認め、兵一人当たりアイギナ貨三オボロスとし、もし騎兵を提供する者があれば、騎兵一人に対して重装歩兵四人分の手当を支給する、という提案がなされた。

構文注4 件
  1. 5.2.15ὁρᾶτε, ἔφη, ὅπως μὴ οὐκέτι εὐμεταχείριστα ἔσται ἐκεῖνα ὑμῖν

    直接話法中に挿入された ἔφη は話者(クレイゲネス)の発話を地の文の語り手が明示する挿入辞。ὅπως μή+直説法未来(ἔσται)は懸念・警戒を表す構文(「〜とならないよう留意せよ」)。ἐκεῖνα(中性複数)が主語で、述語形容詞 εὐμεταχείριστα も中性複数。

  2. 5.2.16πῶς εἰκὸς ὑμᾶς τῆς μὲν Βοιωτίας ἐπιμεληθῆναι ὅπως μὴ καθʼ ἓν εἴη, πολὺ δὲ μείζονος ἁθροιζομένης δυνάμεως ἀμελῆσαι

    対比関係をなす二つの不定詞句(τῆς μὲν Βοιωτίας ἐπιμεληθῆναι と πολὺ δὲ μείζονος... ἀμελῆσαι)が πῶς εἰκός(「いかに道理にかなっているか、いやかなっていない」)に統率されている。動詞 ἐπιμελέομαι と ἀμελέω はともに関係する対象を属格(それぞれ τῆς Βοιωτίας、μείζονος ἁθροιζομένης δυνάμεως)で取る。ἁθροιζομένης δυνάμεως は属格独立構文ではなく、ἀμελῆσαι の目的語としての属格名詞句。

  3. 5.2.18ὡς ἣν εἰρήκαμεν δύναμιν μεγάλην οὖσαν, οὔπω δυσπάλαιστός ἐστιν

    先行詞の先取り・関係節内への吸引(prolepsis / attraction)。本来主節の主語となるべき名詞(αὕτη ἡ δύναμις ἣν εἰρήκαμεν...)が関係詞節内に引き込まれて対格(ἣν... δύναμιν)となり、εἰρήκαμεν に統率される分詞 οὖσαν を伴っている。主節動詞 ἐστιν の主語はこの先行詞の意味上の核(「私たちが強大であると述べたその勢力」)である。

  4. 5.2.20τὸ εἰς τοὺς μυρίους σύνταγμα

    前置詞句 εἰς τοὺς μυρίους が冠詞 τό と名詞 σύνταγμα の間に置かれ、限定形容詞的に機能している。「総勢一万人の軍に対する(各都市の)割当部隊」を意味する。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:5.2.14-5.2.21