- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:4.4.1-4.4.7
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アゲシラオス帰国後のコリントス戦争において、和平を望むコリントスの名士層が親テーバイ・アルゴス派によって祝祭中に虐殺される。生き残った若者らはアクロコリントスに籠もったのち一度は帰還するも、アルゴスへの従属に耐えかねた二人の市民がスパルタの部隊長プラクシタスに通謀して城壁への手引きを企てる。
μετὰ τοῦτό γε μὴν ἀφείθη μὲν κατὰ πόλεις τὸ ἄλλο στράτευμα, ἀπέπλευσε δὲ καὶ ὁ Ἀγησίλαος ἐπʼ οἴκου. ἐκ δὲ τούτου ἐπολέμουν Ἀθηναῖοι μὲν καὶ Βοιωτοὶ καὶ Ἀργεῖοι καὶ οἱ σύμμαχοι αὐτῶν ἐκ Κορίνθου ὁρμώμενοι, Λακεδαιμόνιοι δὲ καὶ οἱ σύμμαχοι ἐκ Σικυῶνος. ὁρῶντες δʼ οἱ Κορίνθιοι ἑαυτῶν μὲν καὶ τὴν χώραν δῃουμένην καὶ ἀποθνῄσκοντας διὰ τὸ ἀεὶ τῶν πολεμίων ἐγγὺς εἶναι, τοὺς δʼ ἄλλους συμμάχους καὶ αὐτοὺς ἐν εἰρήνῃ ὄντας καὶ τὰς χώρας αὐτῶν ἐνεργοὺς οὔσας, οἱ πλεῖστοι καὶ βέλτιστοι αὐτῶν εἰρήνης ἐπεθύμησαν, καὶ συνιστάμενοι ἐδίδασκον ταῦτα ἀλλήλους.
この後、他の軍勢は都市ごとに解散され、アゲシラオスも船で帰国の途についた。ここからアテナイ人、ボイオティア人、アルゴス人、および彼らの同盟諸軍はコリントスを拠点として戦い、他方ラケダイモン人とその同盟軍はシキュオンから出撃した。コリントス人は、自らの国土が略奪を受け、敵が常に間近にいるために人々が命を落とす一方で、他の同盟国の人々は平和を享受し、国土でも農業が滞りなく行われているのを見て、彼らのうち多数を占める最良の市民層が和平を望むようになり、徒党を組んで互いにその必要性を説き合った。
γνόντες δʼ οἱ Ἀργεῖοι καὶ Ἀθηναῖοι καὶ Βοιωτοὶ καὶ Κορινθίων οἵ τε τῶν παρὰ βασιλέως χρημάτων μετεσχηκότες καὶ οἱ τοῦ πολέμου αἰτιώτατοι γεγενημένοι ὡς εἰ μὴ ἐκποδὼν ποιήσοιντο τοὺς ἐπὶ τὴν εἰρήνην τετραμμένους, κινδυνεύσει πάλιν ἡ πόλις λακωνίσαι, οὕτω δὴ σφαγὰς ἐπεχείρουν ποιεῖσθαι. καὶ πρῶτον μὲν τὸ πάντων ἀνοσιώτατον ἐβουλεύσαντο· οἱ μὲν γὰρ ἄλλοι, κἂν νόμῳ τις καταγνωσθῇ, οὐκ ἀποκτιννύουσιν ἐν ἑορτῇ· ἐκεῖνοι δʼ Εὐκλείων τὴν τελευταίαν προείλοντο, ὅτι πλείους ἂν ᾤοντο λαβεῖν ἐν τῇ ἀγορᾷ, ὥστε ἀποκτεῖναι.1
アルゴス人、アテナイ人、ボイオティア人、そしてコリントス人の中でもペルシア王の資金を受け取った者たちや戦争の最も重大な責任を負う者たちは、和平へと傾いている者たちを排除しなければ、都市が再びラケダイモン側に寝返る危険があると察知し、ここにおいて虐殺に着手した。そして彼らはまず、何よりも不敬な計画を立てた。というのも他の人々は、法によって死刑を宣告された者であっても祭礼の最中には殺害しないのに、彼らはアゴラでより多くの者を捕らえて殺害できると考え、エウクレイア祭の最終日を選んだからである。
ὡς δʼ ἐσημάνθη οἷς εἴρητο οὓς ἔδει ἀποκτεῖναι, σπασάμενοι τὰ ξίφη ἔπαιον τὸν μέν τινα συνεστηκότα ἐν κύκλῳ, τὸν δὲ καθήμενον, τὸν δέ τινα ἐν θεάτρῳ, ἔστι δʼ ὃν καὶ κριτὴν καθήμενον. ὡς δʼ ἐγνώσθη τὸ πρᾶγμα, εὐθὺς ἔφευγον οἱ βέλτιστοι, οἱ μὲν πρὸς τὰ ἀγάλματα τῶν ἐν τῇ ἀγορᾷ θεῶν, οἱ δʼ ἐπὶ τοὺς βωμούς· ἔνθα δὴ οἱ ἀνοσιώτατοι καὶ παντάπασιν οὐδὲν νόμιμον φρονοῦντες, οἵ τε κελεύοντες καὶ οἱ πειθόμενοι, ἔσφαττον καὶ πρὸς τοῖς ἱεροῖς, ὥστʼ ἐνίους καὶ τῶν οὐ τυπτομένων, νομίμων δʼ ἀνθρώπων, ἀδημονῆσαι τὰς ψυχὰς ἰδόντας τὴν ἀσέβειαν.2
誰を殺害すべきか指令を受けていた者たちに合図が出されると、彼らは剣を抜いて、ある者は輪になって集まっている者を、ある者は座っている者を、ある者は劇場にいる者を、さらには審判官として座っている者までも刺し殺した。事態が明るみに出ると、最良の市民たちは直ちに逃亡し、ある者はアゴラにある神々の神像へ、ある者は祭壇へと身を寄せた。しかし最も不敬で、法や慣習を一切念頭に置かない者たちは、命じた側も従った側も、聖域の傍らであっても殺害におよび、切りつけられていない者たち、すなわち法を守る人々の中からも、その不敬を目にして精神を打ちひしがれる者が出るほどであった。
ἀποθνῄσκουσι δʼ οὕτω τῶν μὲν πρεσβυτέρων πολλοί· μᾶλλον γὰρ ἔτυχον ἐν τῇ ἀγορᾷ ὄντες· οἱ δὲ νεώτεροι, ὑποπτεύσαντος Πασιμήλου τὸ μέλλον ἔσεσθαι, ἡσυχίαν ἔσχον ἐν τῷ Κρανείῳ. ὡς δὲ τῆς κραυγῆς ᾔσθοντο, καὶ φεύγοντές τινες ἐκ τοῦ πράγματος ἀφίκοντο πρὸς αὐτούς, ἐκ τούτου ἀναδραμόντες κατὰ τὸν Ἀκροκόρινθον, προσβαλόντας μὲν Ἀργείους καὶ τοὺς ἄλλους ἀπεκρούσαντο·
このようにして年長者の多くが命を落とした。彼らはアゴラに居合わせることが多かったからである。一方、若者たちは、パシメロスが将来の事態を予見していたため、クラネイオンにとどまり息を潜めていた。しかし叫び声を聞き、惨劇から逃れてきた人々が彼らのもとに駆けつけると、彼らはそこからアクロコリントスへと駆け上がり、襲撃してきたアルゴス人らを撃退した。
βουλευομένων δὲ τί χρὴ ποιεῖν, πίπτει τὸ κιόκρανον ἀπό του κίονος οὔτε σεισμοῦ οὔτε ἀνέμου γενομένου. καὶ θυομένοις δὲ τοιαῦτα ἦν τὰ ἱερὰ ὥστε οἱ μάντεις ἔφασαν ἄμεινον εἶναι καταβαίνειν ἐκ τοῦ χωρίου. καὶ τὸ μὲν πρῶτον ὡς φευξόμενοι ἔξω τῆς Κορινθίας ἀπεχώρησαν· ἐπεὶ δὲ καὶ οἱ φίλοι αὐτοὺς ἔπειθον καὶ μητέρες ἰοῦσαι καὶ ἀδελφοί, καὶ αὐτῶν δὲ τῶν ἐν δυνάμει ὄντων ἦσαν οἳ ὀμνύοντες ὑπισχνοῦντο μηδὲν χαλεπὸν αὐτοὺς πείσεσθαι, οὕτω δὴ ἀπῆλθόν τινες οἴκαδε αὐτῶν.
彼らが何をすべきか協議していると、地震も風もないのに一本の柱から柱頭が落ちた。そして犠牲を捧げると、その兆候が、卜占官たちがその場所から降りる方がよいと言うほどのものであった。そこで彼らは当初、コリントス領の外へ亡命しようとして退却した。しかし友人たちが彼らを説得し、母たちや兄弟たちも訪れ、さらに権力を握る者たちの中にも、何の危害も被ることはないと誓って約束する者がいたため、そのうちの幾人かは家へと帰還した。
ὁρῶντες δὲ τοὺς τυραννεύοντας, αἰσθανόμενοι δὲ ἀφανιζομένην τὴν πόλιν διὰ τὸ καὶ ὅρους ἀνασπᾶσθαι καὶ Ἄργος ἀντὶ Κορίνθου τὴν πατρίδα αὐτοῖς ὀνομάζεσθαι, καὶ πολιτείας μὲν ἀναγκαζόμενοι τῆς ἐν Ἄργει μετέχειν, ἧς οὐδὲν ἐδέοντο, ἐν δὲ τῇ πόλει μετοίκων ἔλαττον δυνάμενοι, ἐγένοντό τινες αὐτῶν οἳ ἐνόμισαν οὕτω μὲν ἀβίωτον εἶναι· πειρωμένους δὲ τὴν πατρίδα, ὥσπερ ἦν καὶ ἐξ ἀρχῆς, Κόρινθον ποιῆσαι καὶ ἐλευθέραν ἀποδεῖξαι καὶ τῶν μὲν μιαιφόνων καθαράν, εὐνομίᾳ δὲ χρωμένην, ἄξιον εἶναι, εἰ μὲν δύναιντο καταπρᾶξαι ταῦτα, σωτῆρας γενέσθαι τῆς πατρίδος, εἰ δὲ μὴ δύναιντο, τῶν γε καλλίστων καὶ μεγίστων ἀγαθῶν ὀρεγομένους ἀξιεπαινοτάτης τελευτῆς τυχεῖν.3
しかし僭主として振る舞う者たちを目にし、境界標が引き抜かれ、自らの祖国がコリントスではなくアルゴスと呼ばれるようになって都市が消滅しつつあるのを察知し、さらに望みもしないアルゴスの国政に参加させられ、市中では在留外人(メトイコス)以下の権勢しか持てない境遇に置かれると、彼らの中には、このような状況では生きるに値しないと考える者たちが現れた。そして祖国を当初の姿通りのコリントスとし、自由を回復し、殺人者たちを排除して浄め、良き法秩序を享受できるよう尽力した上で、もしこれらを成し遂げられれば祖国の救主となること、たとえ成し遂げられずとも、最も美しく偉大な善を希求しつつ称賛に値する最期を迎えることは、価値あることだと考えたのである。
οὕτω δὴ ἐπιχειρεῖτον ἄνδρε δύο, Πασίμηλός τε καὶ Ἀλκιμένης, διαδύντε4 διὰ χειμάρρου συγγενέσθαι Πραξίτᾳ τῷ Λακεδαιμονίων πολεμάρχῳ, ὃς ἐτύγχανε μετὰ τῆς ἑαυτοῦ μόρας φρουρῶν ἐν Σικυῶνι, καὶ εἶπον ὅτι δύναιντʼ ἂν παρασχεῖν αὐτῷ εἴσοδον εἰς τὰ κατατείνοντα ἐπὶ Λέχαιον τείχη. ὁ δὲ καὶ πρόσθεν γιγνώσκων τὼ ἄνδρε ἀξιοπίστω ὄντε, ἐπίστευσε, καὶ διαπραξάμενος ὥστε καὶ τὴν ἀπιέναι μέλλουσαν ἐκ Σικυῶνος μόραν καταμεῖναι, ἔπραττε τὴν εἴσοδον.
かくして、パシメロスとアルキメネスの二人の男は、涸れ谷をすり抜けて、シキュオンにおいて自らの一個連隊とともに駐屯していたラケダイモン軍の部隊長プラクシタスと会談しようと試み、レカイオンへと延びる城壁への進入路を彼に提供できると告げた。プラクシタスは以前からこの二人が信頼に値することを知っていたためこれを信じ、シキュオンから退去する予定であった部隊をも残留させるよう手配した上で、進入の手はずを整えた。
- 4.4.2ὅτι πλείους ἂν ᾤοντο λαβεῖν ἐν τῇ ἀγορᾷ, ὥστε ἀποκτεῖναι
ὅτι に導かれる理由節の中で、間接話法として ᾤοντο の補足に不定詞 λαβεῖν が潜在の ἄν を伴って置かれている。ἄν は ᾤοντο ではなく不定詞 λαβεῖν に係り、「(その日であれば)より多くの者を捕らえることができるだろうと考えた」という意味を表す。末尾の ὥστε ἀποκτεῖναι は目的または結果(「殺害するために/その結果殺害できるように」)を示す不定詞構文。
- 4.4.3ὥστʼ ἐνίους καὶ τῶν οὐ τυπτομένων, νομίμων δʼ ἀνθρώπων, ἀδημονῆσαι τὰς ψυχὰς ἰδόντας τὴν ἀσέβειαν
ὥστε は結果を表し、不定詞 ἀδημονῆσαι を伴う。不定詞の意味上の主語は対格の ἐνίους であり、後続の τῶν οὐ τυπτομένων, νομίμων δʼ ἀνθρώπων はその部分属格。分詞 ἰδόντας も意味上の主語 ἐνίους に一致する対格。τὰς ψυχάς は心境・所在を示す対格(観点の対格/心において)。
- 4.4.6πειρωμένους δὲ τὴν πατρίδα, ὥσπερ ἦν καὶ ἐξ ἀρχῆς, Κόρινθον ποιῆσαι καὶ ἐλευθέραν ἀποδεῖξαι καὶ τῶν μὲν μιαιφόνων καθαράν, εὐνομίᾳ δὲ χρωμένην, ἄξιον εἶναι, εἰ μὲν δύναιντο καταπρᾶξαι ταῦτα, σωτῆρας γενέσθαι τῆς πατρίδος, εἰ δὲ μὴ δύναιντο, τῶν γε καλλίστων καὶ μεγίστων ἀγαθῶν ὀρεγομένους ἀξιεπαινοτάτης τελευτῆς τυχεῖν
先行する οἳ ἐνόμισαν に従属する間接話法の対格不定詞文の連続。対格分詞 πειρωμένους は ἄξιον εἶναι の主語(自分たちを含めた一般主語)として機能し、「努め励む者にとって〜することは価値がある」という文意を構成する。ἄξιον εἶναι に二つの条件文が従属しており、肯定側は εἰ μὲν δύναιντο ... σωτῆρας γενέσθαι(「もし成し遂げられるなら救主となること」)、否定側は εἰ δὲ μὴ δύναιντο ... τυχεῖν(「成し遂げられないなら最期を迎えること」)が対置されている。
- 4.4.7ἐπιχειρεῖτον ἄνδρε δύο, Πασίμηλός τε καὶ Ἀλκιμένης, διαδύντε
古典ギリシア語における双数(dual)の明瞭な用例。主語 ἄνδρε δύο、動詞 ἐπιχειρεῖτον(現在双数三人称)、一致する分詞 διαδύντε(第二アオリスト双数主格)が一貫して双数形で呼応している。
