- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:4.1.33-4.1.41
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ファルナバゾスはスパルタの略奪を非難し、アゲシラオスは彼に独立を促すも、ファルナバゾスは王から総司令権を与えられれば戦うと答えて両者は敬意を抱きつつ講和する。会談後、ファルナバゾスの息子がアゲシラオスと個人的な信義を結び、アゲシラオスは領地を去って内陸遠征を企てる。
τοιοῦτος δὲ γενόμενος νῦν οὕτω διάκειμαι ὑφʼ ὑμῶν ὡς οὐδὲ δεῖπνον ἔχω ἐν τῇ ἐμαυτοῦ χώρᾳ, εἰ μή τι ὧν ἂν ὑμεῖς λίπητε συλλέξομαι, ὥσπερ τὰ θηρία. ἃ δέ μοι ὁ πατὴρ καὶ οἰκήματα καλὰ καὶ παραδείσους καὶ δένδρων καὶ θηρίων μεστοὺς κατέλιπεν, ἐφʼ οἷς ηὐφραινόμην, ταῦτα πάντα ὁρῶ τὰ μὲν κατακεκομμένα, τὰ δὲ κατακεκαυμένα. εἰ οὖν ἐγὼ μὴ γιγνώσκω μήτε τὰ ὅσια μήτε τὰ δίκαια, ὑμεῖς δὲ διδάξατέ με ὅπως ταῦτʼ ἐστὶν ἀνδρῶν ἐπισταμένων χάριτας ἀποδιδόναι.1
それほどの者であった私が、いまやあなたがたによって、野生の獣のように、あなたがたが残していくものの中から何かを拾い集めでもしないかぎり、自分の領地の中で食事さえ取れないような境遇に置かれています。父が私に残してくれた美しい邸宅や、木々や獲物に満ち、私が大いに楽しんでいた遊園の数々も、すべてこれらはあるものは切り倒され、あるものは焼き払われているのを目にしています。もし私が敬虔なことも正義にかなうことも弁えていないというのなら、これが恩を返す術を心得ている男たちのすることであるのか、あなたがたから私に教えていただきたい」
ὁ μὲν ταῦτʼ εἶπεν. οἱ δὲ τριάκοντα πάντες μὲν ἐπῃσχύνθησαν αὐτὸν καὶ ἐσιώπησαν· ὁ δὲ Ἀγησίλαος χρόνῳ ποτὲ εἶπεν· ἀλλʼ οἶμαι μέν σε, ὦ Φαρνάβαζε, εἰδέναι ὅτι καὶ ἐν ταῖς Ἑλληνικαῖς πόλεσι ξένοι ἀλλήλοις γίγνονται ἄνθρωποι. οὗτοι δέ, ὅταν αἱ πόλεις πολέμιαι γένωνται, σὺν ταῖς πατρίσι καὶ τοῖς ἐξενωμένοις πολεμοῦσι καί, ἂν οὕτω τύχωσιν, ἔστιν ὅτε καὶ ἀπέκτειναν ἀλλήλους. καὶ ἡμεῖς οὖν νῦν βασιλεῖ τῷ ὑμετέρῳ πολεμοῦντες πάντα ἠναγκάσμεθα τὰ ἐκείνου πολέμια νομίζειν· σοί γε μέντοι φίλοι γενέσθαι περὶ παντὸς ἂν ποιησαίμεθα.
彼はこう言った。三十人委員はみな彼を恥じ入って沈黙した。やがてアゲシラオスが口を開いた。「だがファルナバゾスよ、ギリシア人の諸都市においても人々は互いに客分の関係を結ぶものだと、そなたも知っているはずだと思う。しかしそれらの人々も、都市同士が敵対関係になると、祖国とともに友誼を結んだ相手とも戦い、成り行きによっては、時には殺し合うことさえあるのだ。我々も今、そなたたちの王と戦っている以上、彼の領有するすべてのものを敵とみなさざるを得ないのだ。しかしながら、そなたと友となることなら、我々は他の何よりも望ましいと考える。
καὶ εἰ μὲν ἀλλάξασθαί σε ἔδει ἀντὶ δεσπότου βασιλέως ἡμᾶς δεσπότας,2 οὐκ ἂν ἔγωγέ σοι συνεβούλευον· νῦν δὲ ἔξεστί σοι μεθʼ ἡμῶν γενομένῳ μηδένα προσκυνοῦντα μηδὲ δεσπότην ἔχοντα ζῆν καρπούμενον τὰ σαυτοῦ. καίτοι ἐλεύθερον εἶναι ἐγὼ μὲν οἶμαι ἀντάξιον εἶναι τῶν πάντων χρημάτων.
そして、もしそなたが主君である王の代わりに我々を主君として取り替えるべきであるなら、私としてもそなたにそんな勧めはすまい。しかし今、我々とともになれば、誰にも平伏することなく、誰をも主君と持たずに、自らの財産を享受して生きることができるのだ。実に、自由であることはあらゆる富にも匹敵する価値があると私は思う。
οὐδὲ μέντοι τοῦτό σε κελεύομεν, πένητα μέν, ἐλεύθερον δʼ εἶναι, ἀλλʼ ἡμῖν συμμάχοις χρώμενον αὔξειν μὴ τὴν βασιλέως ἀλλὰ τὴν σαυτοῦ ἀρχήν, τοὺς νῦν ὁμοδούλους σοι καταστρεφόμενον, ὥστε σοὺς ὑπηκόους εἶναι. καίτοι εἰ ἅμα ἐλεύθερός τʼ εἴης καὶ πλούσιος γένοιο, τίνος ἂν δέοις μὴ οὐχὶ πάμπαν εὐδαίμων εἶναι;3 οὐκοῦν, ἔφη ὁ Φαρνάβαζος, ἁπλῶς ὑμῖν ἀποκρίνομαι ἅπερ ποιήσω; πρέπει γοῦν σοι. ἐγὼ τοίνυν, ἔφη, ἐὰν βασιλεὺς ἄλλον μὲν στρατηγὸν πέμπῃ, ἐμὲ δὲ ὑπήκοον ἐκείνου τάττῃ, βουλήσομαι ὑμῖν καὶ φίλος καὶ σύμμαχος εἶναι· ἐὰν μέντοι μοι τὴν ἀρχὴν προστάττῃ (τοιοῦτόν τι, ὡς ἔοικε, φιλοτιμία ἐστίν), εὖ χρὴ εἰδέναι ὅτι πολεμήσω ὑμῖν ὡς ἂν δύνωμαι ἄριστα. ἀκούσας ταῦτα ὁ Ἀγησίλαος ἐλάβετο τῆς χειρὸς αὐτοῦ καὶ εἶπεν· εἴθʼ, ὦ λῷστε σύ, τοιοῦτος ὢν φίλος ἡμῖν γένοιο. ἓν δʼ οὖν, ἔφη, ἐπίστω, ὅτι νῦν τε ἄπειμι ὡς ἂν δύνωμαι τάχιστα ἐκ τῆς σῆς χώρας, τοῦ τε λοιποῦ, κἂν πόλεμος ᾖ, ἕως ἂν ἐπʼ ἄλλον ἔχωμεν στρατεύεσθαι, σοῦ τε καὶ τῶν σῶν ἀφεξόμεθα.
しかも我々は、そなたに貧しくとも自由であれと求めているのではない。むしろ我々を同盟者として利用し、王の支配ではなく自分自身の支配を拡大し、いまそなたと同じく奴隷の身分にある者たちを屈服させて自らの臣民とすることを求めているのだ。自由であると同時に裕福にもなれるのだとしたら、全き幸福であるために、そなたに一体何が足りないというのか」ファルナバゾスは言った。「では、私がどうするかについて、率直にお答えしましょうか」「そのほうがそなたに相応しい」「それでは」と彼は言った。「もし王が別の将軍を派遣し、私をその部下に配するなら、私は喜んであなたがたの友となり同盟者となりましょう。しかし、もし王が私に全権を委ねるなら――名誉を愛する心とは、どうやらそういうもののようです――、私が全力を尽くしてあなたがたと戦うことを、よく心得ておいていただきたい」これを聞いたアゲシラオスは彼の手を取って言った。「ああ、優れた人よ、それほどの人物であるそなたが、我々の友となってくれればよいものを。いずれにせよ、これだけは知っておいてほしい。私は今できる限り速やかにそなたの領地から立ち去り、今後も戦争が続くとしても、他に軍を進める相手がいるかぎりは、そなたとその所有物には手を出さないと」
τούτων δὲ λεχθέντων διέλυσε τὴν σύνοδον. καὶ ὁ μὲν Φαρνάβαζος ἀναβὰς ἐπὶ τὸν ἵππον ἀπῄει, ὁ δὲ ἐκ τῆς Παραπίτας υἱὸς αὐτοῦ, καλὸς ἔτι ὤν, ὑπολειφθεὶς καὶ προσδραμών, Ξένον σε, ἔφη, ὦ Ἀγησίλαε, ποιοῦμαι. ἐγὼ δέ γε δέχομαι. μέμνησό νυν, ἔφη. καὶ εὐθὺς τὸ παλτόν (εἶχε δὲ καλόν) ἔδωκε τῷ Ἀγησιλάῳ. ὁ δὲ δεξάμενος, φάλαρα ἔχοντος περὶ τῷ ἵππῳ Ἰδαίου τοῦ γραφέως πάγκαλα, περιελὼν ἀντέδωκεν αὐτῷ. τότε μὲν οὖν ὁ παῖς ἀναπηδήσας ἐπὶ τὸν ἵππον μετεδίωκε τὸν πατέρα.
こう語り終えると、彼は会談を解散した。ファルナバゾスは馬に乗って立ち去ったが、パラピタの産んだ彼の息子が、まだ美少年であったが、後に残り駆け寄ってきて、「アゲシラオス、私はあなたを客分と定めます」と言った。「私もそれを受け入れよう」「では、覚えていてください」と少年は言い、直ちに自分の投槍を――それは見事なものであった――アゲシラオスに手渡した。アゲシラオスはこれを受け取ると、書記のイダイオスの馬が極めて美しい胸飾りを着けていたので、それを外して返礼として少年に与えた。そのとき少年は馬に飛び乗り、父の後を追っていった。
ὡς δʼ ἐν τῇ τοῦ Φαρναβάζου ἀποδημίᾳ ἀποστερῶν ἁδελφὸς4 τὴν ἀρχὴν φυγάδα ἐποίησε τὸν τῆς Παραπίτας υἱόν, τά τʼ ἄλλα ὁ Ἀγησίλαος ἐπεμελεῖτο αὐτοῦ, καὶ ἐρασθέντος αὐτοῦ τοῦ Εὐάλκους υἱέος Ἀθηναίου, πάντʼ ἐποίησεν ὅπως ἂν διʼ ἐκεῖνον ἐγκριθείη τὸ στάδιον5 ἐν Ὀλυμπίᾳ, μέγιστος ὢν τῶν παίδων.
後にファルナバゾスの不在中に、その兄弟が支配権を奪ってパラピタの息子を亡命者に追いやったとき、アゲシラオスは様々な点で少年の世話をし、さらに彼がエウアルケスの息子であるアテナイ人に恋慕した際には、〔エウアルケスの息子は〕少年たちのうちで飛び抜けて大柄であったにもかかわらず、彼のためにオリュンピアでスタディオン走への出場資格が認められるよう手を尽くした。
καὶ τότε δή, ὥσπερ εἶπε πρὸς τὸν Φαρνάβαζον, εὐθὺς ἀπεπορεύετο ἐκ τῆς χώρας· σχεδὸν δὲ καὶ ἔαρ ἤδη ὑπέφαινεν. ἀφικόμενος δʼ εἰς Θήβης πεδίον κατεστρατοπεδεύσατο περὶ τὸ τῆς Ἀστυρηνῆς Ἀρτέμιδος ἱερόν, καὶ ἐκεῖ πρὸς ᾧ εἶχε συνέλεγε πανταχόθεν πάμπληθες στράτευμα. παρεσκευάζετο γὰρ πορευσόμενος ὡς δύναιτο ἀνωτάτω, νομίζων ὁπόσα ὄπισθεν ποιήσαιτο ἔθνη πάντα ἀποστερήσειν βασιλέως.
そしてこのとき、アゲシラオスはファルナバゾスに約束した通り、直ちにその領地から退去した。すでに春も兆しを見せ始めていた。テーベの平野に到着すると、アステュレネのアルテミスの神域のあたりに陣を敷き、そこで手持ちの軍勢に加え、各地から極めて大軍を召集した。自らの背後に残す諸民族をすべて王から離反させられると考え、できる限り奥地へと進軍する準備を整えていたからである。
- 4.1.33ὑμεῖς δὲ διδάξατέ με ὅπως ταῦτʼ ἐστὶν ἀνδρῶν ἐπισταμένων χάριτας ἀποδιδόναι
条件文(εἰ... μή...)を受ける主節の冒頭に小辞 δέ が置かれた「帰結節の δέ」(apodotic δέ)の例。ὅπως 節内の ἀνδρῶν ἐπισταμένων は述語的属格(所有・属性の属格)であり、「恩を返す心得のある男たちのものである(男たちにふさわしい)」の意を表す。
- 4.1.35ἀλλάξασθαί σε ἔδει ἀντὶ δεσπότου βασιλέως ἡμᾶς δεσπότας
動詞 ἀλλάσσομαι(中動相)は「交換して手に入れる」を意味し、目的語に対格(ἡμᾶς δεσπότας「我々を主君として」)、手放す対象・代償に前置詞句 ἀντί + 属格(ἀντὶ δεσπότου βασιλέως「主君たる王の代わりに」)を取る構文。直訳すると「そなたが主君たる王の代わりに我々を主君として取り替えるべきであったなら」。
- 4.1.36τίνος ἂν δέοις μὴ οὐχὶ πάμπαν εὐδαίμων εἶναι;
欠乏を表す動詞 δέω(ここでは人称構文 δέοις)が属格 τίνος を取り、さらに否定辞 μὴ οὐχί と不定詞 εἶναι が続く構文。修辞的疑問文で実質的な否定(「何一つ欠けるものはない」)を意味するため、妨害・欠乏・否定を表す表現の後に重畳否定 μὴ οὐ + 不定詞が用いられている。
- 4.1.40ἀποστερῶν ἁδελφὸς
ἁδελφός は ὁ ἀδελφός のクラシス(crasis)。分詞 ἀποστερῶν は現在分詞であり、ここでは未遂(conative)的ニュアンスあるいは奪取の企図・行動の進行過程を表し、「支配権を奪おうとして/奪って」の意。
- 4.1.40ἐγκριθείη τὸ στάδιον
動詞 ἐγκρίνω(選抜する、合格と認める)の受動態(希求法)で、種目名を表す対格(内的対格・同族対格的用法)τὸ στάδιον を伴う構文。「スタディオン走(の少年部門)への出場資格を認められる」の意。
