- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:3.2.24-3.2.31
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アギスは地震による中断を経て翌年再びエリスへ侵攻し、周辺都市を離反させ国土を蹂躙した。親スパルタ派のクーデター失敗を経て、エリスは周辺都市や要塞の放棄を承認して講和を結んだ。
ἄρτι δὲ τοῦ στρατεύματος ὄντος ἐν τῇ πολεμίᾳ καὶ κοπτομένης τῆς χώρας, σεισμὸς ἐπιγίγνεται· ὁ δʼ Ἆγις θεῖον ἡγησάμενος ἐξελθὼν πάλιν ἐκ τῆς χώρας διαφῆκε τὸ στράτευμα. ἐκ δὲ τούτου οἱ Ἠλεῖοι πολὺ θρασύτεροι ἦσαν, καὶ διεπρεσβεύοντο εἰς τὰς πόλεις, ὅσας ᾔδεσαν δυσμενεῖς τοῖς Λακεδαιμονίοις οὔσας.
軍が敵地に侵入し国土を荒らし始めた矢先、地震が発生した。アギスはこれを神の兆しと見なして国土から再び撤退し、軍勢を解散させた。これによってエリス人たちは大いに気勢を上げ、ラケダイモン人に敵意を抱いていると知っていた諸都市に使節を次々と派遣した。
περιόντι δὲ τῷ ἐνιαυτῷ φαίνουσι πάλιν οἱ ἔφοροι φρουρὰν ἐπὶ τὴν Ἦλιν, καὶ συνεστρατεύοντο τῷ Ἄγιδι πλὴν Βοιωτῶν καὶ Κορινθίων οἵ τε ἄλλοι πάντες σύμμαχοι καὶ οἱ Ἀθηναῖοι. ἐμβαλόντος δὲ τοῦ Ἄγιδος διʼ Αὐλῶνος, εὐθὺς μὲν Λεπρεᾶται ἀποστάντες τῶν Ἠλείων προσεχώρησαν αὐτῷ, εὐθὺς δὲ Μακίστιοι, ἐχόμενοι δʼ Ἐπιταλιεῖς. διαβαίνοντι δὲ τὸν ποταμὸν προσεχώρουν Λετρῖνοι καὶ Ἀμφίδολοι καὶ Μαργανεῖς.
年が改まると、監督官たちは再びエリスに対する動員令を発令した。そしてボイオティア人とコリントス人を除く他の全同盟諸国およびアテナイ人がアギスに従軍した。アギスがアウロンから侵入すると、たちまちレプレオンの人々がエリスから離反して彼に降伏し、続いてすぐマキストスの人々が、それに続いてエピタリオンの人々が降伏した。彼が川を渡ると、レトリノイ、アムピドロイ、マルガネイスの人々も降伏した。
ἐκ δὲ τούτου ἐλθὼν εἰς Ὀλυμπίαν ἔθυε τῷ Διὶ τῷ Ὀλυμπίῳ· κωλύειν δὲ οὐδεὶς ἔτι ἐπειρᾶτο. θύσας δὲ πρὸς τὸ ἄστυ ἐπορεύετο, κόπτων καὶ κάων τὴν χώραν, καὶ ὑπέρπολλα μὲν κτήνη, ὑπέρπολλα δὲ ἀνδράποδα ἡλίσκετο ἐκ τῆς χώρας· ὥστε ἀκούοντες καὶ ἄλλοι πολλοὶ τῶν Ἀρκάδων καὶ Ἀχαιῶν ἑκόντες ᾖσαν συστρατευσόμενοι καὶ μετεῖχον τῆς ἁρπαγῆς. καὶ ἐγένετο αὕτη ἡ στρατεία ὥσπερ ἐπισιτισμὸς τῇ Πελοποννήσῳ.
これに続いて彼はオリンピアに赴き、オリンピアのゼウスに犠牲を捧げたが、もはやこれを妨害しようとする者は一人もいなかった。犠牲を捧げ終えると彼は首都へと進軍し、国土を荒らし焼き払った。そして極めて多くの家畜、極めて多くの奴隷が国土から捕獲された。その結果、これを聞き及んだアルカディア人やアカイア人の他の多くの者たちも自発的に従軍すべく馳せ参じ、略奪を分かち合った。こうしてこの遠征は、あたかもペロポネソス全体への食糧補給のようになった。
ἐπεὶ δὲ ἀφίκετο πρὸς τὴν πόλιν, τὰ μὲν προάστια καὶ τὰ γυμνάσια καλὰ ὄντα ἐλυμαίνετο, τὴν δὲ πόλιν (ἀτείχιστος γὰρ ἦν) ἐνόμισαν αὐτὸν μὴ βούλεσθαι μᾶλλον ἢ μὴ δύνασθαι ἑλεῖν. δῃουμένης δὲ τῆς χώρας, καὶ οὔσης τῆς στρατιᾶς περὶ Κυλλήνην, βουλόμενοι οἱ περὶ Ξενίαν τὸν λεγόμενον μεδίμνῳ ἀπομετρήσασθαι τὸ παρὰ τοῦ πατρὸς ἀργύριον διʼ αὐτῶν προσχωρῆσαι τοῖς Λακεδαιμονίοις,1 ἐκπεσόντες ἐξ οἰκίας ξίφη ἔχοντες σφαγὰς ποιοῦσι, καὶ ἄλλους τέ τινας ἀποκτείνουσι καὶ ὅμοιόν τινα Θρασυδαίῳ ἀποκτείναντες τῷ τοῦ δήμου προστάτῃ ᾤοντο Θρασυδαῖον ἀπεκτονέναι, ὥστε ὁ μὲν δῆμος παντελῶς κατηθύμησε καὶ ἡσυχίαν εἶχεν, οἱ δὲ σφαγεῖς πάντʼ ᾤοντο πεπραγμένα εἶναι, καὶ οἱ ὁμογνώμονες αὐτοῖς ἐξεφέροντο τὰ ὅπλα εἰς τὴν ἀγοράν. ὁ δὲ Θρασυδαῖος ἔτι καθεύδων ἐτύγχανεν οὗπερ ἐμεθύσθη. ὡς δὲ ᾔσθετο ὁ δῆμος ὅτι οὐ τέθνηκεν ὁ Θρασυδαῖος, περιεπλήσθη ἡ οἰκία ἔνθεν καὶ ἔνθεν, ὥσπερ ὑπὸ ἑσμοῦ μελιττῶν ὁ ἡγεμών.
彼が町に達すると、美しい郊外やギムナシアを破壊した。町そのものは(無城壁であったのだが)、彼が落とせなかったのではなく落とす気がないのだと人々は考えた。国土が荒らされ、軍がキュレネの周辺にいた時、父から受け継いだ銀貨をメディムノス枡で測ったと噂されるクセニアスの一派は、自分たちの手で町をラケダイモン人に引き渡そうと企て、剣を帯びて家から飛び出して殺戮を働き、他の何人かを殺害したうえ、民衆の指導者トラスュダイオスに風貌の似た人物を殺害してトラスュダイオスを殺害したものと思い込んだ。そのため民衆は完全に落胆して平静を保っていた。一方、刺客たちはすべて片がついたと考え、彼らと同調する者たちは広場へと武器を持ち出した。しかしトラスュダイオスは、酔いつぶれたその場所で依然として眠り込んでいたのであった。民衆はトラスュダイオスが死んでいないことに気づくと、蜂の群れが巣の主を取り囲むかのように、彼の家を四方八方から埋め尽くした。
ἐπειδὴ δὲ ἡγεῖτο ὁ Θρασυδαῖος ἀναλαβὼν τὸν δῆμον, γενομένης μάχης ἐκράτησεν ὁ δῆμος, ἐξέπεσον δὲ πρὸς τοὺς Λακεδαιμονίους οἱ ἐγχειρήσαντες ταῖς σφαγαῖς. ἐπεὶ δʼ αὖ ὁ Ἆγις ἀπιὼν διέβη πάλιν τὸν Ἀλφειόν, φρουροὺς καταλιπὼν ἐν Ἐπιταλίῳ πλησίον τοῦ Ἀλφειοῦ καὶ Λύσιππον ἁρμοστὴν καὶ τοὺς ἐξ Ἤλιδος φυγάδας, τὸ μὲν στράτευμα διῆκεν, αὐτὸς δὲ οἴκαδε ἀπῆλθε.
トラスュダイオスが民衆をまとめ上げて指揮を執ると、戦闘が生じて民衆が勝利し、殺戮を企てた者たちはラケダイモン軍のもとへ逃亡した。アギスは再びアルペイオス川を渡って撤退した際、アルペイオス川近くのエピタリオンに守備隊と督政官リュシッポス、ならびにエリスからの亡命者たちを残し、軍勢を解散させて自らは帰国した。
καὶ τὸ μὲν λοιπὸν θέρος καὶ τὸν ἐπιόντα χειμῶνα ὑπὸ τοῦ Λυσίππου καὶ τῶν περὶ αὐτὸν ἐφέρετο καὶ ἤγετο ἡ τῶν Ἠλείων χώρα. τοῦ δʼ ἐπιόντος θέρους πέμψας Θρασυδαῖος εἰς Λακεδαίμονα συνεχώρησε Φέας τε τὸ τεῖχος περιελεῖν καὶ Κυλλήνης καὶ τὰς Τριφυλίδας πόλεις ἀφεῖναι Φρίξαν καὶ Ἐπιτάλιον καὶ Λετρίνους καὶ Ἀμφιδόλους καὶ Μαργανέας, πρὸς δὲ ταύταις καὶ Ἀκρωρείους καὶ Λασιῶνα τὸν ὑπʼ Ἀρκάδων ἀντιλεγόμενον. Ἤπειον μέντοι τὴν μεταξὺ πόλιν Ἡραίας καὶ Μακίστου ἠξίουν οἱ Ἠλεῖοι ἔχειν· πρίασθαι γὰρ ἔφησαν τὴν χώραν ἅπασαν παρὰ τῶν τότε ἐχόντων τὴν πόλιν τριάκοντα ταλάντων, καὶ τὸ ἀργύριον δεδωκέναι.
そしてその夏の残りと翌冬の間、エリスの国土はリュシッポスとその配下によって掠奪され続けた。翌年の夏、トラスュダイオスはラケダイモンに使節を送り、ペアイとキュレネの城壁を撤去すること、ならびにトリピュリアの諸都市たるプリクサ、エピタリオン、レトリノイ、アムピドロイ、マルガネイスを解放し、これらに加えてアクロレイアの人々や、アルカディア人との間で係争中であったラシオンをも解放することに合意した。ただしエリス人は、ヘライアとマキストスの中間に位置する都市エペイオンについては保持することを要求した。当時その都市を領有していた者たちから領土全体を三十タラントンで購入し、代金をすでに支払ったからであると彼らは主張した。
οἱ δὲ Λακεδαιμόνιοι γνόντες μηδὲν δικαιότερον εἶναι βίᾳ πριαμένους ἢ βίᾳ ἀφελομένους παρὰ τῶν ἡττόνων λαμβάνειν,2 ἀφιέναι καὶ ταύτην ἠνάγκασαν· τοῦ μέντοι προεστάναι τοῦ Διὸς τοῦ Ὀλυμπίου ἱεροῦ, καίπερ οὐκ ἀρχαίου Ἠλείοις ὄντος, οὐκ ἀπήλασαν αὐτούς, νομίζοντες τοὺς ἀντιποιουμένους χωρίτας εἶναι καὶ οὐχ ἱκανοὺς προεστάναι. τούτων δὲ συγχωρηθέντων εἰρήνη τε γίγνεται καὶ συμμαχία Ἠλείων πρὸς Λακεδαιμονίους. καὶ οὕτω μὲν δὴ ὁ Λακεδαιμονίων καὶ Ἠλείων πόλεμος ἔληξε.
しかしラケダイモン人たちは、力づくで購入した者が力づくで奪い取った者よりも弱者から物を手に入れるにあたって少しも正当ではないと判断し、この都市も解放することを余儀なくさせた。ただし、オリンピアのゼウス神殿を管理する権利については、エリス人にとって古来のものではないとはいえ、彼らから奪い去ることはしなかった。その権利を争う者たちは田舎者であり、管理する能力がないと判断したからである。これらの条件が合意されると、エリス人とラケダイモン人との間に平和と同盟が成立した。こうしてラケダイモン人とエリス人の戦争は終結した。
- 3.2.27βουλόμενοι οἱ περὶ Ξενίαν τὸν λεγόμενον μεδίμνῳ ἀπομετρήσασθαι τὸ παρὰ τοῦ πατρὸς ἀργύριον διʼ αὐτῶν προσχωρῆσαι τοῖς Λακεδαιμονίοις
不定詞 προσχωρῆσαι は βουλόμενοι に従属しており、自動詞「帰順する・降伏する」であるため、意味上の主語は「町・国(τὴν πόλιν)」が文脈上補われるか、あるいは自身らを含めた国家全体が主語と解される。介在する διʼ αὐτῶν(彼ら自身の手で、彼らを仲介として)は、他の勢力を介さず自派の功績として都市を寝返らせようとする意図を示す。
- 3.2.31μηδὲν δικαιότερον εἶναι βίᾳ πριαμένους ἢ βίᾳ ἀφελομένους παρὰ τῶν ἡττόνων λαμβάνειν
対格分詞 πριαμένους と ἀφελομένους は、不定詞 λαμβάνειν に対する一般的な意味上の主語(不特定の人々)を表す対格。構文の骨格は「βίᾳ πριαμένους(力づくで買い取った者が)λαμβάνειν(受け取ること)は、βίᾳ ἀφελομένους(力づくで奪い取った者がそうするのと)μηδὲν δικαιότερον εἶναι(少しも正当ではない)」という比較の対比構造をなす。
