- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:3.1.8-3.1.14
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ティブロンの後任としてデルキュリダスが着任してファルナバゾス領アイオリスへ進軍し、同地を賢明に統治していた女性副太守マニアの治績と、彼女が娘婿メイディアスに暗殺された経緯が語られる。
ἐν Ἐφέσῳ δὲ ἤδη ὄντος αὐτοῦ, ὡς ἐπὶ Καρίαν πορευομένου,1 Δερκυλίδας ἄρξων ἀφίκετο ἐπὶ τὸ στράτευμα, ἀνὴρ δοκῶν εἶναι μάλα μηχανητικός· καὶ ἐπεκαλεῖτο δὲ Σίσυφος. ὁ μὲν οὖν Θίβρων ἀπῆλθεν οἴκαδε καὶ ζημιωθεὶς ἔφυγε· κατηγόρουν γὰρ αὐτοῦ οἱ σύμμαχοι ὡς ἐφείη ἁρπάζειν τῷ στρατεύματι τοὺς φίλους.
彼がカリアへ向かうつもりですでにエペソスにいた時、軍を指揮するためにデルキュリダスが到着した。彼はきわめて機略に富むと見なされていた男であり、「シシュポス」とも呼ばれていた。そこでティブロンは本国へ帰還したが、有罪判決を受けて追放された。同盟者たちが、彼が軍勢に味方を略奪することを許したとして告発したからである。
ὁ δὲ Δερκυλίδας ἐπεὶ παρέλαβε τὸ στράτευμα, γνοὺς ὑπόπτους ὄντας ἀλλήλοις τὸν Τισσαφέρνην καὶ τὸν Φαρνάβαζον, κοινολογησάμενος τῷ Τισσαφέρνει ἀπήγαγεν εἰς τὴν Φαρναβάζου χώραν τὸ στράτευμα, ἑλόμενος θατέρῳ μᾶλλον ἢ ἅμα ἀμφοτέροις πολεμεῖν. ἦν δὲ καὶ πρόσθεν ὁ Δερκυλίδας πολέμιος τῷ Φαρναβάζῳ· ἁρμοστὴς γὰρ γενόμενος ἐν Ἀβύδῳ ἐπὶ Λυσάνδρου ναυαρχοῦντος, διαβληθεὶς ὑπὸ Φαρναβάζου, ἐστάθη τὴν ἀσπίδα ἔχων,2 ὃ δοκεῖ κηλὶς εἶναι τοῖς σπουδαίοις Λακεδαιμονίων· ἀταξίας γὰρ ζημίωμά ἐστι. καὶ διὰ ταῦτα δὴ πολὺ ἥδιον ἐπὶ τὸν Φαρνάβαζον ᾔει.
デルキュリダスは軍を引き継ぐと、ティッサフェルネスとファルナバゾスが互いに疑心暗鬼になっていることを知り、ティッサフェルネスと交渉したうえで軍をファルナバゾスの領地へと率いていった。両者を同時に相手にするよりも、一方と戦うことを選んだのである。デルキュリダスは以前からファルナバゾスと敵対関係にもあった。というのも、リュサンドロスが海軍指揮官であった時にアビュドスで太守を務めていた際、ファルナバゾスに讒言され、盾を持ったまま立たされるという、高潔なラケダイモン人にとっては汚点とみなされる罰を受けたからである。それは軍紀違反に対する懲罰であった。それゆえ、彼はなおさら喜んでファルナバゾスへと向かったのであった。
καὶ εὐθὺς μὲν τοσούτῳ διέφερεν εἰς τὸ ἄρχειν τοῦ Θίβρωνος ὥστε παρήγαγε τὸ στράτευμα διὰ τῆς φιλίας χώρας μέχρι τῆς Φαρναβάζου Αἰολίδος οὐδὲν βλάψας τοὺς συμμάχους. ἡ δὲ Αἰολὶς αὕτη ἦν μὲν Φαρναβάζου, ἐσατράπευε δʼ αὐτῷ ταύτης τῆς χώρας, ἕως μὲν ἔζη, Ζῆνις Δαρδανεύς· ἐπειδὴ δὲ ἐκεῖνος νόσῳ ἀπέθανε, παρασκευαζομένου τοῦ Φαρναβάζου ἄλλῳ δοῦναι τὴν σατραπείαν, Μανία ἡ τοῦ Ζήνιος γυνή, Δαρδανὶς καὶ αὐτή, ἀναζεύξασα στόλον καὶ δῶρα λαβοῦσα ὥστε καὶ αὐτῷ Φαρναβάζῳ δοῦναι καὶ παλλακίσιν αὐτοῦ χαρίσασθαι καὶ τοῖς δυναμένοις μάλιστα παρὰ Φαρναβάζῳ, ἐπορεύετο.
そして彼は軍を率いるにあたり、ただちにティブロンとはこれほどまでに異なっていた。すなわち、味方の地を通ってファルナバゾス領のアイオリスに至るまで軍を進めたが、同盟者たちに一切の損害を与えなかった。このアイオリスはファルナバゾスの支配下にあったが、彼のためにこの地を統括していたのは、生前はダルダノス人ゼニスであった。しかし彼が病死し、ファルナバゾスが他人にその統治権を与えようとしていたところ、ゼニスの妻で自らもダルダノス人であるマニアが、供回りを整え、ファルナバゾス自身に贈るため、また彼の側室たちやファルナバゾスのもとで最も有力な者たちの機嫌を取るための贈り物を用意して出立した。
ἐλθοῦσα δʼ εἰς λόγους εἶπεν· ὦ Φαρνάβαζε, ὁ ἀνήρ σοι ὁ ἐμὸς καὶ τἆλλα φίλος ἦν καὶ τοὺς φόρους ἀπεδίδου ὥστε σὺ ἐπαινῶν αὐτὸν ἐτίμας. ἂν οὖν ἐγώ σοι μηδὲν χεῖρον ἐκείνου ὑπηρετῶ, τί σε δεῖ ἄλλον σατράπην καθιστάναι; ἂν δέ τί σοι μὴ ἀρέσκω, ἐπὶ σοὶ δήπου ἔσται ἀφελομένῳ ἐμὲ ἄλλῳ δοῦναι τὴν ἀρχήν.3
彼女は会談に臨むとこう言った。「ファルナバゾス様、私の夫はその他の点でもあなたに忠実であり、貢納金を納めていたため、あなたも彼を称賛して重用してくださいました。ですから、もし私が彼に劣らずあなたにお仕えするならば、あなたが他の者を太守に任命する必要がどこにありましょうか。万が一私があなたのお気に召さないことがあれば、私から支配権を取り上げて他人に与えることは、むろんあなたの思いのままです」。
ἀκούσας ταῦτα ὁ Φαρνάβαζος ἔγνω δεῖν τὴν γυναῖκα σατραπεύειν. ἡ δʼ ἐπεὶ κυρία τῆς χώρας ἐγένετο, τούς τε φόρους οὐδὲν ἧττον τἀνδρὸς ἀπεδίδου, καὶ πρὸς τούτοις, ὁπότε ἀφικνοῖτο πρὸς Φαρνάβαζον, ἀεὶ ἦγε δῶρα αὐτῷ, καὶ ὁπότε ἐκεῖνος εἰς τὴν χώραν καταβαίνοι, πολὺ πάντων τῶν ὑπάρχων κάλλιστα καὶ ἥδιστα ἐδέχετο αὐτόν, καὶ ἅς τε παρέλαβε πόλεις διεφύλαττεν αὐτῷ καὶ τῶν οὐχ ὑπηκόων προσέλαβεν ἐπιθαλαττιδίας Λάρισάν τε καὶ Ἁμαξιτὸν καὶ Κολωνάς, ξενικῷ μὲν Ἑλληνικῷ προσβαλοῦσα τοῖς τείχεσιν, αὐτὴ δὲ ἐφʼ ἁρμαμάξης θεωμένη· ὃν δʼ ἐπαινέσειε, τούτῳ δῶρα ἀμέμπτως ἐδίδου, ὥστε λαμπρότατα τὸ ξενικὸν κατεσκευάσατο. συνεστρατεύετο δὲ τῷ Φαρναβάζῳ καὶ ὁπότε εἰς Μυσοὺς ἢ Πισίδας ἐμβάλοι, ὅτι τὴν βασιλέως χώραν κακουργοῦσιν. ὥστε καὶ ἀντετίμα αὐτὴν μεγαλοπρεπῶς ὁ Φαρνάβαζος καὶ σύμβουλον ἔστιν ὅτε παρεκάλει.
これを聞いたファルナバゾスは、この女性が治めるべきであると判断した。そして彼女がその地の支配権を握ると、夫に劣らず貢納金を納め、さらにファルナバゾスのもとへ赴く際には常に彼への贈り物を持参し、また彼がその地に下ってきた際には、配下のどの者たちよりもはるかに見事に、そして手厚く彼をもてなした。また、彼女は引き継いだ都市を彼のために維持しただけでなく、服属していなかった海沿いの都市ラリサ、ハマクシトス、コロナイをも奪取した。ギリシア人傭兵部隊に城壁を攻めさせ、自身は天幕馬車の上から戦況を見守った。そして称賛した者には惜しみなく褒賞を与えたため、その傭兵部隊をきわめて華々しいものに仕立て上げた。また、ミュシア人やピシディア人が王の領土を荒らし回っていたため、ファルナバゾスが彼らのもとに侵入する際には常に彼とともに従軍した。そのためファルナバゾスもまた彼女を手厚く遇し、時には相談役として招くことさえあった。
ἤδη δʼ οὔσης αὐτῆς ἐτῶν πλέον ἢ τετταράκοντα, Μειδίας, θυγατρὸς ἀνὴρ αὐτῆς ὤν, ἀναπτερωθεὶς ὑπό τινων ὡς αἰσχρὸν εἴη4 γυναῖκα μὲν ἄρχειν, αὐτὸν δʼ ἰδιώτην εἶναι, τοὺς μὲν ἄλλους μάλα φυλαττομένης αὐτῆς, ὥσπερ ἐν τυραννίδι προσῆκεν, ἐκείνῳ δὲ πιστευούσης καὶ ἀσπαζομένης ὥσπερ ἂν γυνὴ γαμβρὸν ἀσπάζοιτο, εἰσελθὼν ἀποπνῖξαι αὐτὴν λέγεται. ἀπέκτεινε δὲ καὶ τὸν υἱὸν αὐτῆς, τό τε εἶδος ὄντα πάγκαλον καὶ ἐτῶν ὄντα ὡς ἑπτακαίδεκα.
しかし、彼女がすでに四十歳を過ぎた頃、彼女の娘婿であったメイディアスが、ある者たちに、女が支配者であり自分がいち私人にすぎないのは恥ずべきことだと煽られ、彼女が僭主制のもとで当然そうすべきであったように他の者たちを用心深く警戒していたのに対し、自分には信頼を寄せ、女が娘婿を迎えるように親しく接してくれている隙に、邸内に入って彼女を窒息死させたと伝えられている。彼はまた、容姿がきわめて美しく、十七歳ほどであった彼女の息子をも殺害した。
- 3.1.8ὡς ἐπὶ Καρίαν πορευομένου
属格独立構文(ἐν Ἐφέσῳ δὲ ἤδη ὄντος αὐτοῦ)の内部で、分詞 πορευομένου に ὡς が付加された形。主語 αὐτοῦ(ティブロン)の主観的意図または名目(「カリアへ向かうつもりで/向かうとして」)を表す。
- 3.1.9ἐστάθη τὴν ἀσπίδα ἔχων
動詞 ἵστημι のアオリスト受動態 ἐστάθη に現在分詞句 τὴν ἀσπίδα ἔχων が伴い、「盾を持たされた状態で直立させられた」というスパルタ軍規上の不名誉な公開懲罰を表す慣用構文。
- 3.1.11ἐπὶ σοὶ δήπου ἔσται ἀφελομένῳ ἐμὲ ἄλλῳ δοῦναι τὴν ἀρχήν
非人称的構文 ἐπὶ σοί ἐστιν(「あなた次第である/あなたの権限内にある」)に不定詞 δοῦναι が主語として続く。分詞 ἀφελομένῳ は与格代名詞 σοί に一致し、動詞 ἀφαιρέω は「奪う」対象として一人称対格 ἐμέ(「私から[権力を]剥奪して」)を取る。
- 3.1.14ἀναπτερωθεὶς ὑπό τινων ὡς αἰσχρὸν εἴη
分詞 ἀναπτερωθείς(「唆されて/煽られて」)の後に ὡς + 希求法(εἴη)が続き、唆した者たちが口にした主張内容(間接話法における過去を受けた斜格希求法)を表す。
