← クセノポン

ギリシア史

§2.3.1-2.3.12

三十人政権の樹立とリュサンドロスの凱旋

アテナイで三十人政権が樹立される一方、リュサンドロスはサモスを降伏させて戦後処理を終え、スパルタに凱旋する。政権を掌握した三十人は祖制の法起草を先送りし、密告者たちの処刑に着手する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.3.1

τῷ δʼ ἐπιόντι ἔτει ἔδοξε τῷ δήμῳ τριάκοντα ἄνδρας ἑλέσθαι, οἳ τοὺς πατρίους νόμους συγγράψουσι, καθʼ οὓς πολιτεύσουσι. καὶ ᾑρέθησαν οἵδε· Πολυχάρης, Κριτίας, Μηλόβιος, Ἱππόλοχος, Εὐκλείδης, Ἱέρων, Μνησίλοχος, Χρέμων, Θηραμένης, Ἀρεσίας, Διοκλῆς, Φαιδρίας, Χαιρέλεως, Ἀναίτιος, Πείσων, Σοφοκλῆς, Ἐρατοσθένης, Χαρικλῆς, Ὀνομακλῆς, Θέογνις, Αἰσχίνης, Θεογένης, Κλεομήδης, Ἐρασίστρατος, Φείδων, Δρακοντίδης, Εὐμάθης, Ἀριστοτέλης, Ἱππόμαχος, Μνησιθείδης. τούτων δὲ πραχθέντων ἀπέπλει Λύσανδρος πρὸς Σάμον, Ἆγις δʼ ἐκ τῆς Δεκελείας ἀπαγαγὼν τὸ πεζὸν στράτευμα διέλυσε κατὰ πόλεις ἑκάστους.

その翌年、民衆は、それに従って国政を執ることとなる祖制の法を起草する三十人を選出することを決定した。そして以下の者たちが選ばれた。ポリュカレス、クリティアス、メロビオス、ヒッポロコス、エウクレイデス、ヒエロン、ムネシロコス、クレモン、テラメネス、アレシアス、ディオクレス、ファイドリアス、カイレレオス、アナイティオス、ペイソン、ソフォクレス、エラトステネス、カリクレス、オノマクレス、テオグニス、アイスキネス、テオゲネス、クレオメデス、エラシストラトス、フェイドン、ドラコンティデス、エウマテス、アリストテレス、ヒッポマコス、ムネシテイデス。これらが行われると、リュサンドロスはサモスに向けて出帆し、アギスはデケレイアから歩兵軍を撤退させて各都市へと解散させた。

§2.3.4

κατὰ δὲ τοῦτον τὸν καιρὸν περὶ ἡλίου ἔκλειψιν Λυκόφρων ὁ Φεραῖος, βουλόμενος ἄρξαι ὅλης τῆς Θετταλίας, τοὺς ἐναντιουμένους αὐτῷ τῶν Θετταλῶν, Λαρισαίους τε καὶ ἄλλους, μάχῃ ἐνίκησε καὶ πολλοὺς ἀπέκτεινεν.

ちょうどこの頃、日食のあたりに、フェライのリュコフロンが全テッサリアの支配権を握らんと欲し、自分に敵対するテッサリア人たち、すなわちラリサ人たちや他の者たちを戦闘で破り、多くの者を殺害した。

§2.3.5

ἐν δὲ τῷ αὐτῷ χρόνῳ καὶ Διονύσιος ὁ Συρακόσιος τύραννος μάχῃ ἡττηθεὶς ὑπὸ Καρχηδονίων Γέλαν καὶ Καμάριναν ἀπώλεσε. μετʼ ὀλίγον δὲ καὶ Λεοντῖνοι Συρακοσίοις συνοικοῦντες ἀπέστησαν εἰς τὴν αὑτῶν πόλιν ἀπὸ Διονυσίου καὶ Συρακοσίων. παραχρῆμα δὲ καὶ οἱ Συρακόσιοι ἱππεῖς ὑπὸ Διονυσίου εἰς Κατάνην ἀπεστάλησαν.

また同じ頃、シュラクサイの僭主ディオニュシオスもカルタゴ人に戦闘で敗れ、ゲラとカマリナを失った。それから間もなく、シュラクサイ人たちと同居していたレオンティノイ人たちがディオニュシオスおよびシュラクサイ人から離反して自らの都市へと去った。直ちにシュラクサイの騎兵たちもディオニュシオスによってカタネへと派遣された。

§2.3.6

οἱ δὲ Σάμιοι πολιορκούμενοι ὑπὸ Λυσάνδρου πάντῃ, ἐπεὶ οὐ βουλομένων αὐτῶν τὸ πρῶτον ὁμολογεῖν προσβάλλειν ἤδη ἔμελλεν ὁ Λύσανδρος, ὡμολόγησαν ἓν ἱμάτιον ἔχων ἕκαστος ἀπιέναι τῶν ἐλευθέρων,1 τὰ δʼ ἄλλα παραδοῦναι· καὶ οὕτως ἐξῆλθον.

サモス人たちはリュサンドロスに四方から包囲され、最初は講和に応じようとしなかったが、リュサンドロスがいよいよ総攻撃を仕掛けようとしたとき、自由人は各自が一枚の外衣のみを着て立ち退き、その他のものは引き渡すという条件で合意した。そしてこのようにして立ち退いた。

§2.3.7

Λύσανδρος δὲ τοῖς ἀρχαίοις πολίταις παραδοὺς τὴν πόλιν καὶ τὰ ἐνόντα πάντα καὶ δέκα ἄρχοντας καταστήσας φρουρεῖν ἀφῆκε τὸ τῶν συμμάχων ναυτικὸν κατὰ πόλεις, ταῖς δὲ Λακωνικαῖς ναυσὶν ἀπέπλευσεν εἰς Λακεδαίμονα, ἀπάγων τά τε τῶν αἰχμαλώτων νεῶν ἀκρωτήρια καὶ τὰς ἐκ Πειραιῶς τριήρεις πλὴν δώδεκα καὶ στεφάνους, οὓς παρὰ τῶν πόλεων ἐλάμβανε δῶρα ἰδίᾳ, καὶ ἀργυρίου τετρακόσια καὶ ἑβδομήκοντα τάλαντα, ἃ περιεγένοντο τῶν φόρων, οὓς αὐτῷ Κῦρος παρέδειξεν εἰς τὸν πόλεμον, καὶ εἴ τι ἄλλο ἐκτήσατο ἐν τῷ πολέμῳ.

リュサンドロスは古くからの市民たちに都市とそこにあるすべてのものを引き渡し、警備のために十人の支配者を任命したのち、同盟軍の艦隊を各都市へと解散させた。そしてラコニアの艦隊でラケダイモンへと出帆した。その際、捕獲した船の船首飾り、十二隻を除くペイライエウスの三段櫂船、各都市から個人的な贈り物として受け取っていた花冠、キュロスが戦費として彼に充てていた貢納金のうち残った銀四百七十タラントン、さらに戦争中に獲得したその他のすべてのものを持ち帰った。

§2.3.9

ταῦτα δὲ πάντα Λακεδαιμονίοις ἀπέδωκε τελευτῶντος τοῦ θέρους ​.

彼はこれらすべてを、夏の終わりにラケダイモン人たちに引き渡した。

§2.3.11

οἱ δὲ τριάκοντα ᾑρέθησαν μὲν ἐπεὶ τάχιστα τὰ μακρὰ τείχη καὶ τὰ περὶ τὸν Πειραιᾶ καθῃρέθη· αἱρεθέντες δὲ ἐφʼ ᾧτε συγγράψαι νόμους, καθʼ οὕστινας πολιτεύσοιντο, τούτους μὲν ἀεὶ ἔμελλον συγγράφειν τε καὶ ἀποδεικνύναι, βουλὴν δὲ καὶ τὰς ἄλλας ἀρχὰς κατέστησαν ὡς ἐδόκει αὐτοῖς.

三十人たちは、長城とペイライエウス周辺の防壁が取り壊されるや否や選出された。彼らは、それらに従って国政を執るべき法を起草するという条件で選ばれたにもかかわらず、これらを起草して公布することを常に先延ばしにし、評議会やその他の役職を自らの思うがままに任命した。

§2.3.12

ἔπειτα πρῶτον μὲν οὓς πάντες ᾔδεσαν ἐν τῇ δημοκρατίᾳ ἀπὸ συκοφαντίας ζῶντας καὶ τοῖς καλοῖς κἀγαθοῖς βαρεῖς ὄντας, συλλαμβάνοντες ὑπῆγον θανάτου·2 καὶ ἥ τε βουλὴ ἡδέως αὐτῶν κατεψηφίζετο οἵ τε ἄλλοι ὅσοι συνῄδεσαν ἑαυτοῖς μὴ ὄντες τοιοῦτοι3 οὐδὲν ἤχθοντο.

次いで彼らはまず、民主制において密告によって生計を立て、高潔で善良な市民たちにとって重荷となっていたと誰もが知る者たちを捕縛しては、死罪に問うべく告発した。評議会も喜んで彼らに有罪判決を下し、自らがそのような人間ではないと自覚していた他の人々も何ら憤りを感じなかった。

構文注3 件
  1. 2.3.6ἓν ἱμάτιον ἔχων ἕκαστος ἀπιέναι τῶν ἐλευθέρων

    不定詞 ἀπιέναι の意味上の主語として分配を表す ἕκαστος が主格で置かれ、現在分詞 ἔχων も主格単数男性としてこれに一致している(不定詞に伴う主格同格構文)。全体として「自由人の各人が外衣を一着だけ着て立ち退く」という降伏条件の内容を表す。

  2. 2.3.12ὑπῆγον θανάτου

    動詞 ὑπάγω は裁判管区・法廷へ引き渡す・告発することを意味し、属格 θανάτου は訴追される罪刑(死刑)を示す刑罰・罪状の属格(genitive of penalty/charge)。「死刑を求めて法廷に引き渡した/告発した」の意。

  3. 2.3.12συνῄδεσαν ἑαυτοῖς μὴ ὄντες τοιοῦτοι

    σύνοιδα ἑαυτῷ + 分詞構文(「自分が〜であることを自覚している」)。主語 οἱ ἄλλοι に一致して分詞 ὄντες は主格複数男性をとる。否定辞 μή は主観的確信・自覚の条件的なニュアンスを表し、「自分自身がそのような性質の人間ではないと自認していた者たち」を意味する。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:2.3.1-2.3.12