- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:1.3.12-1.3.22
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アルキビアデスとファルナバゾスが誓約を交わし、ペルシア王への使節団が出発する。アテナイ軍はビュザンティオンを包囲し、守備隊長クレアルコスが留守の間に内通者の手引きによって市を占領する。
μετὰ ταῦτα ὤμοσεν ὁ μὲν ἐν Χρυσοπόλει οἷς Φαρνάβαζος ἔπεμψε Μιτροβάτει καὶ Ἀρνάπει, ὁ δʼ ἐν Καλχηδόνι τοῖς παρʼ Ἀλκιβιάδου1 Εὐρυπτολέμῳ καὶ Διοτίμῳ τόν τε κοινὸν ὅρκον καὶ ἰδίᾳ ἀλλήλοις πίστεις ἐποιήσαντο.
こののち、〔アルキビアデス〕はクリュソポリスにおいて、ファルナバゾスが派遣したミトロバテスとアルナペスに対して誓いを立て、〔ファルナバゾス〕はカルケドンにおいて、アルキビアデスのもとから来たエウリュプトレモスとディオティモスに対して誓いを立て、公の誓詞を交わすとともに、私的にも相互に信義を取り交わした。
Φαρνάβαζος μὲν οὖν εὐθὺς ἀπῄει, καὶ τοὺς παρὰ βασιλέα πορευομένους πρέσβεις ἀπαντᾶν ἐκέλευσεν εἰς Κύζικον. ἐπέμφθησαν δὲ Ἀθηναίων μὲν Δωρόθεος, Φιλοκύδης, Θεογένης, Εὐρυπτόλεμος, Μαντίθεος, σὺν δὲ τούτοις Ἀργεῖοι Κλεόστρατος, Πυρρόλοχος· ἐπορεύοντο δὲ καὶ Λακεδαιμονίων πρέσβεις Πασιππίδας καὶ ἕτεροι, μετὰ δὲ τούτων καὶ Ἑρμοκράτης, ἤδη φεύγων ἐκ Συρακουσῶν, καὶ ὁ ἀδελφὸς αὐτοῦ Πρόξενος.
そこでファルナバゾスは直ちに出発し、大王のもとへ向かう使節たちにはキュジコスで合流するよう命じた。アテナイ人からはドロテオス、フィロキュデス、テオゲネス、エウリュプトレモス、マンティテオスが派遣され、これらに加えてアルゴス人のクレオストラトスとピュロロコスが送られた。またラケダイモン人の使節パシッピダスらや、彼らとともにすでにシュラクサイから追放されていたヘルモクラテスとその兄弟プロクセノスも同行した。
καὶ Φαρνάβαζος μὲν τούτους ἦγεν· οἱ δὲ Ἀθηναῖοι τὸ Βυζάντιον ἐπολιόρκουν περιτειχίσαντες, καὶ πρὸς τὸ τεῖχος ἀκροβολισμοὺς καὶ προσβολὰς ἐποιοῦντο.
ファルナバゾスは彼らを引率して進んだが、アテナイ人はビュザンティオンを壁で囲んで包囲し、城壁に対して小競り合いや攻撃を仕掛けていた。
ἐν δὲ τῷ Βυζαντίῳ ἦν Κλέαρχος Λακεδαιμόνιος ἁρμοστὴς καὶ σὺν αὐτῷ τῶν περιοίκων τινὲς καὶ τῶν νεοδαμώδων οὐ πολλοὶ καὶ Μεγαρεῖς καὶ ἄρχων αὐτῶν Ἕλιξος Μεγαρεὺς καὶ Βοιωτοὶ καὶ τούτων ἄρχων Κοιρατάδας.
ビュザンティオンには、ラケダイモン人の調停官クレアルコスがおり、彼とともにペリオイコイの数名、少数のネオダモデイス、メガラ人とその指揮官であるメガラ人ヘリクソス、さらにボイオティア人とその指揮官コイラタダスがいた。
οἱ δʼ Ἀθηναῖοι ὡς οὐδὲν ἐδύναντο διαπράξασθαι κατʼ ἰσχύν, ἔπεισάν τινας τῶν Βυζαντίων προδοῦναι τὴν πόλιν.
アテナイ人は力攻めでは何も成し遂げられないと悟ると、ビュザンティオン人の一部に町を裏切るよう説得した。
Κλέαρχος δὲ ὁ ἁρμοστὴς οἰόμενος οὐδένα ἂν τοῦτο ποιῆσαι, καταστήσας δὲ ἅπαντα ὡς ἐδύνατο κάλλιστα καὶ ἐπιτρέψας τὰ ἐν τῇ πόλει Κοιρατάδᾳ καὶ Ἑλίξῳ, διέβη παρὰ τὸν Φαρνάβαζον εἰς τὸ πέραν, μισθόν τε τοῖς στρατιώταις παρʼ αὐτοῦ ληψόμενος καὶ ναῦς συλλέξων, αἳ ἦσαν ἐν τῷ Ἑλλησπόντῳ ἄλλαι καταλελειμμέναι φρουρίδες ὑπὸ Πασιππίδου καὶ ἐν Ἀντάνδρῳ καὶ ἃς Ἀγησανδρίδας εἶχεν ἐπὶ Θρᾴκης, ἐπιβάτης ὢν Μινδάρου, καὶ ὅπως ἄλλαι ναυπηγηθείησαν, ἁθρόαι δὲ γενόμεναι πᾶσαι κακῶς τοὺς συμμάχους τῶν Ἀθηναίων ποιοῦσαι ἀποσπάσειαν τὸ στρατόπεδον2 ἀπὸ τοῦ Βυζαντίου.
調停官のクレアルコスは、誰もそのようなことをするはずがないと考え、すべてをできうる限り最善の状態に整え、市内の治安をコイラタダスとヘリクソスに委ねたうえで、対岸のファルナバゾスのもとへと渡った。兵士たちの給与を彼から受け取り、パシッピダスによってヘレスポントスに残されていた他の警備船やアンタンドロスにあった船、さらにミンダロスの下で乗艦指揮官を務めていたアゲサンドリダスがトラキア沿岸で保持していた船をかき集め、また新たな船を建造させて、それらをすべて集結させたうえでアテナイの同盟諸国に打撃を与え、ビュザンティオンから包囲軍を引き離そうとしたのである。
ἐπεὶ δʼ ἐξέπλευσεν ὁ Κλέαρχος, οἱ προδιδόντες τὴν πόλιν τῶν Βυζαντίων, Κύδων καὶ Ἀρίστων καὶ Ἀναξικράτης καὶ Λυκοῦργος καὶ Ἀναξίλαος (ὃς ἐπαγόμενος θανάτου3 ὕστερον ἐν Λακεδαίμονι διὰ τὴν προδοσίαν ἀπέφυγεν, ἀπολογούμενος ὅτι οὐ προδιδοίη τὴν πόλιν, ἀλλὰ σώσαι, παῖδας ὁρῶν καὶ γυναῖκας λιμῷ ἀπολλυμένους, Βυζάντιος ὢν καὶ οὐ Λακεδαιμόνιος· τὸν γὰρ ἐνόντα σῖτον Κλέαρχον τοῖς Λακεδαιμονίων στρατιώταις διδόναι· διὰ ταῦτʼ οὖν τοὺς πολεμίους ἔφη εἰσέσθαι, οὐκ ἀργυρίου ἕνεκα οὐδὲ διὰ τὸ μισεῖν Λακεδαιμονίους)· ἐπεὶ δὲ αὐτοῖς παρεσκεύαστο,4 νυκτὸς ἀνοίξαντες τὰς πύλας τὰς ἐπὶ τὸ Θρᾴκιον καλουμένας εἰσήγαγον τὸ στράτευμα καὶ τὸν Ἀλκιβιάδην.
クレアルコスが出帆すると、ビュザンティオンを裏切ろうとする者たち――キュドン、アリストン、アナクシクラテス、リュクルゴス、そしてアナクシラオス(彼はのちにこの裏切りのゆえにラケダイモンで死刑の訴追を受けたが無罪放免となった。自分は町を裏切ったのではなく、子供や女たちが飢えで死んでいくのを見て救ったのだ、自分はビュザンティオン人であってラケダイモン人ではない、実際クレアルコスは備蓄されていた兵糧をラケダイモンの兵士たちに与えていたのだと弁明し、それゆえに敵を招き入れたのであって、金銭のためでもラケダイモン人を憎んでいたからでもない、と述べたのである)――彼らは準備を整えると、夜間に「トラキオンへ至る門」と呼ばれる城門を開いて軍勢とアルキビアデスを引き入れた。
ὁ δὲ Ἕλιξος καὶ ὁ Κοιρατάδας οὐδὲν τούτων εἰδότες ἐβοήθουν μετὰ πάντων εἰς τὴν ἀγοράν· ἐπεὶ δὲ πάντῃ οἱ πολέμιοι κατεῖχον, οὐδὲν ἔχοντες ὅ τι ποιήσαιεν, παρέδοσαν σφᾶς αὐτούς.
ヘリクソスとコイラタダスは何も知らず、全員を率いて広場へと救援に駆けつけたが、敵があらゆる場所を制圧していたため、なす術もなく降伏した。
καὶ οὗτοι μὲν ἀπεπέμφθησαν εἰς Ἀθήνας, καὶ ὁ Κοιρατάδας ἐν τῷ ὄχλῳ ἀποβαινόντων ἐν Πειραιεῖ ἔλαθεν ἀποδρὰς καὶ ἀπεσώθη εἰς Δεκέλειαν.
そして彼らはアテナイへと送られたが、コイラタダスはペイライエウスで下船する群衆の混乱に紛れて逃走し、デケレイアへと無事に逃れた。
- 1.3.12ὁ μὲν ἐν Χρυσοπόλει οἷς Φαρνάβαζος ἔπεμψε Μιτροβάτει καὶ Ἀρνάπει, ὁ δʼ ἐν Καλχηδόνι τοῖς παρʼ Ἀλκιβιάδου
対比の ὁ μὲν ... ὁ δʼ は直前の文脈(カルケドンで待つファルナバゾスと、合流したアルキビアデス)に基づき、前者がアルキビアデス、後者がファルナバゾスを指す。動詞 ὤμοσεν は前者の節に置かれて後者の節にも共有され、文末の ἐποιήσαντο で両者が主語としてまとめられている。
- 1.3.17καὶ ὅπως ἄλλαι ναυπηγηθείησαν, ἁθρόαι δὲ γενόμεναι πᾶσαι κακῶς τοὺς συμμάχους τῶν Ἀθηναίων ποιοῦσαι ἀποσπάσειαν τὸ στρατόπεδον
クレアルコスの渡航目的を表す文構造において、前半の未来分詞(ληψόμενος, συλλέξων)から後半は ὅπως +希求法節へと構文が切り替わっている。接続詞 ὅπως は従属節内の ναυπηγηθείησαν だけでなく、主目的を表す ἀποσπάσειαν までを支配している。
- 1.3.18ἐπαγόμενος θανάτου
法廷用語として「(罪状を挙げて)訴追する」「裁判に引き出す」を意味する ἐπάγω の受動態分詞であり、θανάτου は求刑内容(刑罰)を表す属格(刑罰の属格)。「死刑を求刑されて告発され」の意。
- 1.3.18οἱ προδιδόντες τὴν πόλιν τῶν Βυζαντίων, ... ἐπεὶ δὲ αὐτοῖς παρεσκεύαστο
時を表す従属節(ἐπεὶ δʼ ἐξέπλευσεν ὁ Κλέαρχος)に続いて主節の主語となる名詞句(οἱ προδιδόντες...)とその同格名が置かれた後、アナクシラオスの裁判に関する長い挿入節が挟まれる。そのため文構造が途切れ、ἐπεὶ δὲ αὐτοῖς παρεσκεύαστο によって再び状況設定が置かれたうえで、主動詞 εἰσήγαγον へと展開する破格構文(アナコルートン)を形成している。
