← 新約聖書

ヨハネの黙示録

§13.1-13.18

海からの獣と地からの獣およびその刻印

海から現れた十角七頭の第一の獣と、地から現れた第二の獣が地上を支配し、聖徒を迫害して人々に獣の像と刻印を強制する様が描かれる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§13.1

Καὶ εἶδον "ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον," ἔχον "κέρατα δέκα" καὶ κεφαλὰς ἑπτά, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ὀνόματα βλασφημίας.

そしてわたしは、海から一匹の獣が上って来るのを見た。それには十本の角と七つの頭があり、その角の上には十の冠があり、その頭の上には冒涜の名があった。

§13.2

καὶ τὸ "θηρίον" ὃ εἶδον ἦν "ὅμοιον παρδάλει," καὶ οἱ πόδες αὐτοῦ "ὡς ἄρκου," καὶ τὸ στόμα αὐτοῦ "ὡς" στόμα "λέοντος". καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ καὶ ἐξουσίαν μεγάλην.

そしてわたしが見たその獣は豹に似ており、その足は熊の足のようで、その口は獅子の口のようであった。そして竜は自らの力と座と大いなる権能をこれに与えた。

§13.3

καὶ μίαν ἐκ τῶν κεφαλῶν αὐτοῦ ὡς ἐσφαγμένην εἰς θάνατον,1 καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη.

そしてその頭の一つが、死に至るほどに屠られたかのようなのを見たが、その死に至る傷は癒やされた。

§13.4

καὶ ἐθαυμάσθη ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου, καὶ προσεκύνησαν τῷ δράκοντι ὅτι ἔδωκεν τὴν ἐξουσίαν τῷ θηρίῳ, καὶ προσεκύνησαν τῷ θηρίῳ λέγοντες Τίς ὅμοιος τῷ θηρίῳ, καὶ τίς δύναται πολεμῆσαι μετʼ αὐτοῦ;

そして全地は驚嘆してその獣に従った。 そして人々は、竜がその権能を獣に与えたがゆえに竜を拝み、また獣を拝んでこう言った。「だれがこの獣のようであろうか。まただれがこれと戦うことができようか。」

§13.5

καὶ ἐδόθη αὐτῷ "στόμα λαλοῦν μεγάλα" καὶ βλασφημίας, καὶ ἐδόθη αὐτῷ ἐξουσία "ποιῆσαι" μῆνας τεσσεράκοντα [καὶ] δύο.

そしてこれには大言と冒涜を語る口が与えられ、四十二か月のあいだ活動する権能が与えられた。

§13.6

καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ εἰς βλασφημίας πρὸς τὸν θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ, τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας.2

そして獣は神に対する冒涜のために口を開き、神の御名とその幕屋、すなわち天に住まう者たちを冒涜した。

§13.7

[καὶ ἐδόθη αὐτῷ "ποιῆσαι πόλεμον μετὰ τῶν ἁγίων καὶ νικῆσαι αὐτούς," ] καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος.

そして聖徒たちと戦って彼らに打ち勝つことがこれに与えられ、あらゆる部族と民族と言語と国民を支配する権能が与えられた。

§13.8

καὶ προσκυνήσουσιν αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, "οὗ" οὐ "γέγραπται" τὸ ὄνομα αὐτοῦ3 "ἐν τῷ βιβλίῳ τῆς ζωῆς" τοῦ "ἀρνίου" τοῦ "ἐσφαγμένου" ἀπὸ καταβολῆς κόσμου.4

そして地に住む者たちで、世界の基が置かれて以来屠られた小羊の命の書にその名が記されていない者はみな、これを拝むであろう。

§13.9

Εἴ τις ἔχει οὖς ἀκουσάτω.

耳のある者は聞きなさい。

§13.10

"εἴ τις εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν" ὑπάγει· εἴ τις "ἐν μαχαίρῃ" ἀποκτενεῖ, δεῖ αὐτὸν "ἐν μαχαίρῃ" ἀποκτανθῆναι. Ὧδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων.

虜囚となるべき者は、虜囚となって引かれてゆく。剣で殺す者は、自らも剣で殺されねばならない。ここに、聖徒たちの忍耐と信仰がある。

§13.11

Καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχεν κέρατα δύο ὅμοια ἀρνίῳ, καὶ ἐλάλει ὡς δράκων.

そしてわたしは、別の獣が地から上って来るのを見た。それには小羊のような二本の角があり、竜のように語っていた。

§13.12

καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ. καὶ ποιεῖ τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας ἵνα προσκυνήσουσιν τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ.

そして第一の獣のすべての権能をその面前で行使する。そして地とそこに住む者たちに、その死に至る傷が癒やされた第一の獣を拝ませる。

§13.13

καὶ ποιεῖ σημεῖα μεγάλα, ἵνα καὶ πῦρ ποιῇ ἐκ τοῦ οὐρανοῦ καταβαίνειν εἰς τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων.

また大いなるしるしを行い、人々の前で天から地へと火を降らせることさえする。

§13.14

καὶ πλανᾷ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου, λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ ὃς ἔχει τὴν πληγὴν τῆς μαχαίρης καὶ ἔζησεν.

そして獣の前で行うことを許されたしるしによって地に住む者たちを惑わし、剣の傷を受けながらも生き延びた獣のために像を造るようにと、地に住む者たちに言う。

§13.15

καὶ ἐδόθη αὐτῇ δοῦναι πνεῦμα τῇ εἰκόνι τοῦ θηρίου, ἵνα καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου καὶ ποιήσῃ [ἵνα] ὅσοι ἐὰν μὴ "προσκυνήσωσιν τῇ εἰκόνι" τοῦ θηρίου ἀποκτανθῶσιν.

そして獣の像に息を与えて、獣の像が語るようにし、またその獣の像を拝まない者をみな殺させることがこれに許された。

§13.16

καὶ ποιεῖ πάντας, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα δῶσιν αὐτοῖς χάραγμα ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς ἢ ἐπὶ τὸ μέτωπον αὐτῶν, [καὶ] ἵνα μή τις δύνηται ἀγοράσαι ἢ πωλῆσαι εἰ μὴ ὁ ἔχων τὸ χάραγμα, τὸ ὄνομα τοῦ θηρίου ἢ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ.

そしてすべての者に、小さき者にも大いなる者にも、富める者にも貧しき者にも、自由人にも奴隷にも、その右手または額に刻印を受けさせ、刻印、すなわち獣の名またはその名の数字を持つ者以外は、だれも物を買うことも売ることもできないようにする。

§13.18

Ὧδε ἡ σοφία ἐστίν· ὁ ἔχων νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου, ἀριθμὸς γὰρ ἀνθρώπου ἐστίν· καὶ ὁ ἀριθμὸς αὐτοῦ ἑξακόσιοι ἑξήκοντα ἕξ.

ここに知恵がある。思慮ある者は獣の数字を計算しなさい。というのも、それは人間の数字だからである。そしてその数字は六百六十六である。

構文注4 件
  1. 13.3καὶ μίαν ἐκ τῶν κεφαλῶν αὐτοῦ ὡς ἐσφαγμένην εἰς θάνατον

    対格分詞句「μίαν ... ὡς ἐσφαγμένην」は、第1節冒頭の知覚動詞 εἶδον の目的語が省略の形で継続したもの(二重対格的構造)。文頭の εἶδον を補って解釈する。

  2. 13.6τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας

    不定詞 βλασφημῆσαι の目的語である「τὴν σκηνὴν αὐτοῦ」(神の幕屋)と同格、または並列の直接目的語として解釈できる。幕屋を「天に住まう者たち」そのものとして換喩的・同格的に特定している。

  3. 13.8οὗ οὐ γέγραπται τὸ ὄνομα αὐτοῦ

    先行詞 πάντες οἱ κατοικοῦντες(複数)に対し、関係代名詞 οὗ と代名詞 αὐτοῦ が単数形をとる分配的表現(「各人の」)。また関係節内の代名詞の冗長な付加(οὗ ... αὐτοῦ)はセム語的統語特徴(いわゆる剰余代名詞)を反映している。

  4. 13.8ἀπὸ καταβολῆς κόσμου

    前置詞句「ἀπὸ καταβολῆς κόσμου」の係り先は、直前の受動分詞「τοῦ ἐσφαγμένου」(創世の時から屠られた小羊)に係る解釈と、動詞「γέγραπται」(創世の時から命の書に記されていない)に係る解釈の二通りが成立する。語順からは直前の分詞を修飾する結合が自然であるため、全言語でその解釈を採った。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0031.tlg027.humanitext-grc2:13.1-13.18